← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§181.2-182.18

连续量度不可由不可分者构成的论证

特米斯蒂乌斯阐释《物理学》卷六开篇(231a21起),论证连续的量度不可能由点等不可分之物构成。他表明,由于不可分之物没有端点,既不能通过接触而形成连续体,也不能彼此相继,因为在任意两点之间必然介入一条线以及更多的点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#1

Εἰ δέ ἐστι συνεχῆ μέν, ὧν τὰ ἔσχατα ἕν ἐστιν, ἁπτόμενα δέ, ὧν ἅμα, ἀδύνατον ἐξ ἀδιαιρέτων εἶναί τι συνεχές, οἷον γραμμὴν ἐκ στιγμῶν, εἴπερ ἡ γραμμὴ μὲν συνεχής, ἡ στιγμὴ δὲ ἀδιαίρετος. δεῖ γὰρ τὰς στιγμὰς ἢ ὅλως, ὁποῖα ἄττα ἂν ὑπόθηταί τις τὰ ἀδιαίρετα, πρῶτον ἀλλήλων ἅπτεσθαι δύνασθαι, εἰ μέλλοι τότε καὶ συμφύσεσθαι· αὕτη γὰρ ἦν ἡ γένεσις τῶν συνεχῶν. πῶς δὲ ἔσται ἅμα τὰ ἔσχατα, ὧν οὐδὲν ἔσχατον; οὐ γὰρ ἔστιν οὐδὲν ἔσχατον τοῦ ἀμεροῦς· ἕτερον γὰρ τὸ ἔσχατον καὶ οὗ ἔσχατον, ὧν δὲ οὐχ οἷόν τε ἅμα γίνεσθαι τὰ ἔσχατα, πῶς οἷόν τε ἓν ἐξ αὐτῶν ἔσχατον γίνεσθαι; καὶ γάρ τινι περιττεύει μέρει τοῦ ἐσχάτου τούτου τὰ ἀμερῆ συντιθέμενα·1 ἡ γὰρ ἁφὴ τοὺς ὄγκους αὐτῶν ὅλους καταναλώσει· οὐ γὰρ δήπου μέρεσιν ἢ πέρασιν ἅπτεται ἀλλήλων τὰ ἀμερῆ, ἀλλ’ ἅμα ὅλοις ἐνδύσεται καὶ ὅλα δι’ ὅλων χωρήσει, εἴπερ ὅλα δεῖ καλεῖν, ὧν μηδὲν μόριον. οὐκοῦν οὐδὲ ἡ σύνθεσις αὐτῶν ποιήσει τι μέγεθος περιττόν, ὥστε διαιρεῖσθαι εἰς ἄλλο καὶ ἄλλο μέρος· οὐδὲ γὰρ ἂν τόπος ἔσται μείζων τῶν παμμυρίων ἀμερῶν συντιθέντων ἢ ἑνὸς κατ’ αὐτὸ (οὐδὲ γὰρ προσοίσει διάστημα τὸ προστιθέμενον τῷ προσλαβόντι), καίτοι παντὸς μεγέθους συνεχοῦς μείζων ὁ τόπος τοῦ ὅλου ἢ τῶν μορίων ἑκάστου· ἔτι δέ, εἰ τὰ μόρια τῶν συνεχῶν κεχώρισται ἀλλήλων τῷ τόπῳ, καὶ τὸ μὲν ἐνθαδὶ ἀνάγκη εἶναι, τὸ δὲ ἐνθαδί, οἷον ἐπὶ γραμμῆς, ἡ δὲ σύνθεσις τῶν ἀμερῶν οὐδὲν ποιεῖ μέγεθος, πῶς ποιήσει μόρια κεχωρισμένα τῷ τόπῳ; ἀλλ’ ἴσως τὸ μὲν ἅπτεσθαι ἀλλήλων τὰ ἀμερῆ ἢ ἀλλήλοις γίνεσθαι συνεχῆ καὶ οὕτως ποιεῖν τι μέγεθος συνεχὲς ἄτοπον ὑποτίθεσθαι δι’ ἃς εἴπομεν δυσχερείας, ἐφεξῆς δὲ ἀλλήλοις οὐδὲν κωλύει γίνεσθαι τὰ ἀδιαίρετα, οἷον στιγμὴ καὶ τὸ νῦν ἐφεξῆς εἶναι τῷ νῦν, ὥστε καὶ τὸ μέγεθος καὶ τὸν χρόνον συγκεῖσθαι μὲν ἐκ τῶν ἀμερῶν, οὔτε δὲ ἁπτομένων οὔτε συνεχομένων ἀλλήλοις,2 ἵνα μὴ τὰς ἐκ τῶν ἐσχάτων ἀπορίας ἀναδεχώμεθα. ὁ δὲ τοιοῦτος λόγος πρῶτον μὲν οὐδὲν ποιεῖ μέγεθος συνεχές, ἀλλὰ πάντα ἐκ διωρισμένων καθάπερ τὸν ἀριθμόν, ἔπειτα οὐδὲ αὐτὸ τοῦτο δυνατὸν ὑποτίθεσθαι. σκόπει δὲ οὕτως· ἤτοι γὰρ οὐδὲν παντελῶς ἔσται μεταξὺ τῶν ἐφεξῆς κειμένων σημείων ἢ ἔσται μεταξύ. εἰ μὲν τοίνυν οὐδὲν παντελῶς, πάλιν ἅπτοιντο ἂν ἀλλήλων τὰ ἀμερῆ (οὐδὲν γὰρ αὐτὰ παρεγκείμενον κωλύσει)· εἰ δὲ ἔσται τι μεταξύ, τί τοῦτ’ ἂν εἴη, σκεψώμεθα. ἐπεὶ γὰρ τὸ κενὸν ἀνῃρήκασιν ἡμῖν οἱ πρότεροι λόγοι, δῆλον ὡς, εἴπερ ἔσται τι μεταξὺ τῶν ἐφεξῆς ἀλλήλοις σημείων, ἢ σῶμα τοῦτο ἔσται ἢ ἐπιφάνεια ἢ γραμμή· καὶ δῆλον ὅτι γραμμή· γραμμὴ γὰρ σημείων ἀεὶ μεταξύ, ἀλλ’ ἐπεὶ δυνατόν, μᾶλλον δὲ ἀναγκαῖόν ἐστιν ἐν ἁπάσῃ γραμμῇ σημεῖον λαβεῖν, λάβοις ἂν καὶ ἐπὶ τῆς μεταξὺ τῶν σημείων ἄλλο σημεῖον, ὃ αὐτὸ γίνεται μεταξύ. πῶς οὖν ἐκεῖνά ἐστιν ἐφεξῆς, ὧν σημεῖον ἕτερον μεταξύ; ὥστε δυοῖν θάτερον, ἢ ἅπτεσθαι ἀλλήλων τὰ ἀμερῆ ἢ μηδὲ ἐφεξῆς εἶναι· εἰ δὲ ἀμήχανον ἅπτεσθαι, ἀμήχανον εἶναι καὶ ἐφεξῆς. οὐδὲ κατὰ τοῦτον οὖν τὸν τρόπον δυνατὸν συγκεῖσθαί τι μέγεθος ἐξ ἀμερῶν.

如果连续之物是指那些极端为一个的事物,而接触之物是指那些极端在一起的事物,那么任何连续之物都不可能由不可分之物构成,例如线由点构成,假定线是连续的,而点是不可分的。因为点,或者无论人们设定不可分之物是何种事物,如果它们随后也将结合为一体,就首先必须能够彼此接触;因为这就是连续之物的生成。但是对于那些完全没有极端的事物,其极端又如何能在一起呢?因为无部分之物根本没有任何极端;因为极端与拥有极端的事物是不同的,而对于那些极端不可能在一起的事物,又怎能从它们之中产生一个共同的极端呢?事实上,被组合起来的不可分之物并不会在这极端之上有任何超出部分;因为接触将完全吞噬它们的整个体积。因为不可分之物绝不是通过部分或界限彼此接触,而是作为整体同时沉入整体之中,并且整体穿过整体,如果确实应当将完全没有部分的事物称为整体的话。因此,它们的组合也不会产生任何额外的量度,以至于被分割成不同的部分;因为上万个组合在一起的不可分之物的处所,并不会大于单独一个不可分之物的处所(因为被添加者不会给接受它者带来任何间隔),尽管对于每一个连续的量度而言,整体的处所都要大于每个部分的处所。此外,如果连续之物的各部分在处所上彼此分离,且一者必然在此处,另一者必然在彼处(例如在线上那样),而不可分之物的组合不产生任何量度,那么它又如何能产生在处所上分离的各部分呢? 然而或许有人会说,由于我们所说的那些困难,设定不可分之物彼此接触或彼此连续并以此产生某种连续的量度是荒谬的,但没有任何东西妨碍不可分之物彼此相继,就像点以及“现在”相继于“现在”一样,从而量度和时间都是由不可分之物组成的,既不彼此接触也不彼此连续,以免我们招致由极端产生的困难。但是,这样的论述首先根本不会产生任何连续的量度,而只是像产生数一样从离散之物中产生一切;其次,甚至连这种设定本身都是不可能的。请这样考查:因为在相继放置的点之间,要么完全空无一物,要么有某种中间之物。如果完全空无一物,不可分之物将再次彼此接触(因为没有任何介入之物阻碍它们);但如果有某种中间之物,让我们来看看这可能是什么。因为既然我们先前的论证已经排除了虚空,显然,如果在彼此相继的点之间有某种东西,这要么是物体,要么是面,要么是线;而显而易见这是一条线;因为线总是在点之间的。但是,既然在每一条线上都可能、甚至必然能取一个点,那么在各点之间的线上也能取另一个点,该点本身就处于它们之间。那么,其中间有另一个点的那些点,又怎能是相继的呢?因此二者必居其一:要么不可分之物彼此接触,要么它们甚至不是相继的;而如果接触是不可能的,那么相继也是不可能的。因此,即便依照这种方式,也不可能有任何量度由不可分之物组成。

语法注2 条
  1. 6.1καὶ γάρ τινι περιττεύει μέρει τοῦ ἐσχάτου τούτου τὰ ἀμερῆ συντιθέμενα

    动词 περιττεύει 在此意为“超出”或“有多余剩余”,与格 τινι μέρει 作方面与格或差额与格(“在任何部分上”)。主语为后置的 τὰ ἀμερῆ συντιθέμενα,属格 τοῦ ἐσχάτου τούτου 表示比较或离析(“超出这一极端”)。此句说明由于接触消耗了全部体积,被组合的无部分之物无法向边界外延伸拓展。

  2. 6.1ὥστε καὶ τὸ μέγεθος καὶ τὸν χρόνον συγκεῖσθαι μὲν ἐκ τῶν ἀμερῶν, οὔτε δὲ ἁπτομένων οὔτε συνεχομένων ἀλλήλοις

    在引导“宾格加不定词”结构(主语为 τὸ μέγεθος καὶ τὸν χρόνον,动词为不定词 συγκεῖσθαι)的 ὥστε 从句中,属格分词短语 οὔτε δὲ ἁπτομένων οὔτε συνεχομένων ἀλλήλοις 与介词短语 ἐκ τῶν ἀμερῶν 中的名词 ἀμερῶν 形成一致修饰,而非独立属格结构。它刻画了假想对手的立场,即不可分者在“既不彼此接触也不彼此连续”的情况下组成量度和时间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:181.2-182.18