← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§178.31-180.6

生成变化中的自然对立与强力对立

特米斯蒂乌指出,顺乎本性与出于强力的对立同样存在于生成、增长和变质中,阐明了毁灭何以既与生成相反又与逆乎本性的毁灭相反,并通过运动物体的各部分性解决了运动与停留共存的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6#2

ἆρ’ οὖν καὶ γενέσεις εἰσὶν ἔνιαι βίαιοι καὶ οὐχ εἱμαρμέναι (εἱμαρμένον δὲ λέγω τὸ κατὰ φύσιν, ⸆ ἆρ’ οὖν παρὰ φύσιν ἀντίκειται) καὶ αὐξήσεις βίαιοι καὶ φθίσεις; αὔξησις μὲν οἱ σῖτοι οἱ ταχὺ ἁδρυνόμενοι καὶ μὴ πιληθέντες.1 ἐπὶ δὲ ἀλλοιώσεως ὡσαύτως· εἶεν γὰρ ἄν τινες αἱ μὲν βίαιοι, αἱ δὲ φυσικαὶ ἀλλοιώσεις, ὡς τὸ ὑγιάζεσθαι μὴ ἐν κρισίμοις ἡμέραις ἀλλοιοῦσθαι παρὰ φύσιν ἐστίν, τὸ δὲ ἐν κρισίμοις ὑγιάζεσθαι κατὰ φύσιν. ἔσονται δὲ ἐναντίαι καὶ φθοραὶ ἀλλήλαις καὶ φθορὰ γενέσει καὶ οὐδὲν κωλύει· οὐ γὰρ κατὰ ταὐτὸν ἡ φθορὰ γενέσει τε ἀντίκειται καὶ φθορᾷ, ἀλλὰ καθὸ μὲν φθορά, γενέσει μόνον ἐστὶν ἐναντία, καθὸ δὲ τοιαύτη φθορά ἐστι κατὰ φύσιν, τῇ παρὰ φύσιν· καὶ γὰρ εἰ τὴν μὲν ἡδεῖαν εἶναι, τὴν δὲ λυπηρὰν συμβέβηκεν, ἦν κατὰ τοῦτο αὐταῖς ἐναντίωσις. οὐ δεῖ δὲ ὑπολαμβάνειν ἕτερον τρόπον ἀντιθέσεως εἶναι τὸν νῦν εἰρημένον, ἀλλ’ ἃς ἐθέμεθα ἤδη κινήσεις τε καὶ μονὰς ἐναντίας καὶ καθ’ ὃν ἐθέμεθα τρόπον, αὗται διανέμονται τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν, οἷον ἐναντίαν εἴπομεν εἶναι φορὰν τὴν ἄνωθεν κάτω τῇ κάτωθεν ἄνω. τούτων τοίνυν ἡ μὲν κατὰ φύσιν τῷ πυρί, ἡ δὲ παρὰ φύσιν ἐστὶ καὶ ἔμπαλιν τῇ γῇ· καὶ μοναὶ δὲ ὡσαύτως. ἐπεὶ γὰρ τὴν ἄνω μονὴν τῇ ἄνωθεν κινήσει διωρισάμεθα ἀντικεῖσθαι, γίνεται καὶ τούτων τῇ γῇ ἡ μὲν ἄνω μονὴ παρὰ φύσιν, ἡ δὲ ἄνωθεν κίνησις κατὰ φύσιν, ὥστε κίνησις ἐναντία κινήσει ἐστίν, τουτέστιν ἡ κατὰ φύσιν τῇ παρὰ φύσιν, καὶ μονὴ ἐναντία κινήσει, ἡ τοῦ αὐτοῦ παρὰ φύσιν τῇ κατὰ φύσιν· ἀλλ’ οὐ τοῖς αὐτοῖς, ἀλλ’ ἄλλῳ καὶ ἄλλῳ, οἷον ἐναντίαι κινήσεις εἰσὶν ἡ ἄνωθεν κάτω τῇ κάτωθεν ἄνω, καὶ ἄμφω γε κατὰ φύσιν ἡ μὲν πυρί, ἡ δὲ γῇ. ἀλλ’ εἰ τοῦ κινουμένου ποθέν ποι τὸ μὲν ἐκεῖσέ ἐστιν, ἐξ οὗ κινεῖται,2 τὸ δέ, εἰς ὃ κινεῖται, ἐναντία δὲ ἡ ἐκεῖ μονὴ τῇ ἐξ ἐκείνου κινήσει, πῶς οὐχ ἅμα περὶ ταὐτὸν τἀναντία; λύειν γὰρ οὐ χαλεπόν· ἢ γὰρ ὅτι μὴ κατὰ ταὐτὸν τἀναντία, ἀλλὰ κατ’ ἄλλο μὲν ἐν ἐκείνῳ μένοι ἄν, κατ’ ἄλλο δὲ ἐξ ἐκείνου κινεῖται (οὐ γὰρ ἀμερές ἐστιν τὸ κινούμενον, ὡς δειχθήσεται), ἢ ὅτι μηδὲ ἐναντία κυρίως κίνησις καὶ μονή, ἀλλὰ κίνησις μᾶλλον κινήσει. καὶ περὶ μὲν τῶν ἀντιθέσεων τῶν ἐν ταῖς κινήσεσι καὶ ταῖς ἠρεμίαις ἱκανῶς εἴρηται.

那么,难道也有某些生成是强力的且非宿定的吗(我所说的宿定是指顺乎本性,[因而逆乎本性者亦与之相对立]),以及也有强力的增长和减少吗?增长的例子是那些成熟迅速而未被踩实的小麦。在变质的情形中也是同样;因为有些变质可能是强力的,有些则是自然的,正如在非危象日恢复健康是逆乎本性地发生变质,而在危象日恢复健康则是顺乎本性的。毁灭彼此之间将是相反的,毁灭与生成也是相反的,并且这毫无妨碍;因为毁灭与生成相对立以及与毁灭相对立并不是在同一方面,而是作为毁灭而言,它仅与生成相反,但作为这样一种顺乎本性的毁灭而言,它与逆乎本性的[毁灭]相反;因为即便碰巧一种是令人愉悦的,另一种是令人痛苦的,它们在这方面也会具有相反性。但绝不应当认为刚才所说的对立方式是另一种方式;相反,正是我们已经设定为相反的那些运动和停留,并且正是按照我们所设定的方式,它们自身被分配为顺乎本性与逆乎本性。例如,我们曾说过由上向下的位移与由下向上的位移相反。因此在这些之中,一者对火而言是顺乎本性的,另一者是逆乎本性的,而对土而言则恰恰相反;停留也是同样。因为既然我们已规定在上方的停留与从上方的运动相对立,那么在这些之中,对于土而言,在上方的停留就成了逆乎本性的,而从上方的运动则是顺乎本性的,以至于运动与运动相反(即顺乎本性者与逆乎本性者相反),停留与运动相反(同一事物中逆乎本性的停留与顺乎本性的运动相对立);但不是对相同者而言,而是对不同的事物而言。例如,由上向下的运动与由下向上的运动是相反的运动,而且两者都顺乎本性——前者是对土而言,后者是对火而言。但如果对于由某处向某处运动的事物而言,其一部分在它从之出发运动的地方,而另一部分在它朝向运动的地方,且在彼处的停留与从彼处的运动相反,那么相反者又怎会不同时存在于同一事物之中呢?因为解决这一问题并不困难:或者是因为相反者并不是在同一方面,而是在一个部分上它可以停留在彼处,而在另一个部分上它从彼处运动(因为运动的事物并非不可分割的,正如将要证明的那样);或者是因为运动与停留根本不是严格意义上的相反者,而是运动更多地与运动相反。关于运动和安息之中的对立,已经充分地论述过了。

语法注2 条
  1. 5.6αὔξησις μὲν οἱ σῖτοι οἱ ταχὺ ἁδρυνόμενοι καὶ μὴ πιληθέντες

    单数主格名词 αὔξησις(增长)之后接有复数名词短语 οἱ σῖτοι οἱ ταχὺ ἁδρυνόμενοι(迅速成熟的谷物)作为表语或同位语式的举例。在构词句法上,这可理解为主题化的主格句,意为“[强力]增长的例子便是那些谷物”。

  2. 5.6ἀλλ’ εἰ τοῦ κινουμένου ποθέν ποι τὸ μὲν ἐκεῖσέ ἐστιν, ἐξ οὗ κινεῖται, τὸ δέ, εἰς ὃ κινεῖται

    属格 τοῦ κινουμένου(运动之物)是部分属格,被后文的中性代词主语 τὸ μέν 与 τὸ δέ(“一者……另一者……”)所统辖。其句式结构为:“如果对于由某处向某处运动之物而言,其一部分在它从之出发运动的地方,而另一部分在它朝向运动的地方……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:178.31-180.6