- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:177.18-178.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯界定了运动与运动的相反关系(在相反的端点之间逆向进行)以及静止对运动的对立(作为缺失),并讨论了在位移、变质、增长以及生成毁灭中,顺乎本性与逆乎本性的运动与静止的对立。
5. Διοριστέον δὲ καὶ τὰ περὶ τὰς ἀντιθέσεις. ἀντίκειται δὲ καὶ ἡ κίνησις κινήσει καὶ στάσις κινήσει· ἀλλ’ ἡ μὲν ὡς ἐναντίον, ἡ δὲ ὡς ἡ στέρησις. ποῖαι οὖν ἐναντίαι κινήσεις; ἐπεὶ τοίνυν πᾶσα κίνησις ἔκ τινος εἴς τι καὶ ἐξ ἐναντίου εἰς ἐναντίον, αἱ ἐξ ἐναντίων ἀρχόμεναι καὶ εἰς ἐναντίον λήγουσαι εἶεν 〈ἂν〉 ἐναντίαι κινήσεις, οἷον ἡ ἐξ ὑγείας ἀρχομένη καὶ λήγουσα εἰς νόσον 〈καὶ〉 ἡ ἐκ νόσου μὲν ἀρξαμένη, παυσαμένη δὲ εἰς ὑγείαν. δῆλον δὲ καὶ οὕτως ἐκ τῆς ἐπαγωγῆς· ἐναντίον γὰρ δοκεῖ τὸ ὑγιάζεσθαι τῷ νοσάζεσθαι καὶ τὸ ἀνιέναι τῷ κατιέναι καὶ τὸ εἰς δεξιὰ τῷ εἰς ἀριστερὰ βαδίζειν καὶ τὸ ἔμπροσθεν τῷ ὄπισθεν· ἐναντία γὰρ ταῦτα περὶ τόπον ἐστίν. ὅσοις μέντοι γε οὐκ ἔστιν ἐναντία τῶν μεταβαλλόντων, ἡ ἐκ τοῦ αὐτοῦ μεταβολὴ εἰς τὸ αὐτό ἐστιν ἐναντία·1 ἐξ οὗ γὰρ ἡ φθορὰ μεταβάλλει, εἰς τοῦτο ἡ γένεσις ἔρχεται. ἐκ μὲν γὰρ ὄντος ἡ φθορὰ μεταβάλλει, εἰς τὸ ὂν δὲ ἡ γένεσις ἔρχεται καὶ ἐξ οὗ ἡ γένεσις, εἰς τοῦτο πρόεισιν ἡ φθορά. ἡ μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἡ δὲ εἰς τὸ μὴ ὂν ἐκ τοῦ ὄντος.
5. 还必须界定关于对立的事项。运动既与运动相对立,静止也与运动相对立;但前者是作为相反者,后者则是作为缺失。那么,什么样的运动才是相反的运动呢?既然一切运动都是从某物到某物,且从相反者到相反者,那么从相反者出发并在相反者中终结的运动就会是相反的运动;例如,从健康开始并在疾病中终结的运动,与从疾病开始而在健康中停止的运动。这一点通过归纳也同样是明显的:因为恢复健康似乎与生病相反,上升与下降相反,向右行走与向左行走相反,向前与向后相反;因为这些都是关于场所的相反者。然而,对于那些在其变化项中没有相反者之事,从同一者出发的变化乃是与进入该同一者的[变化]相反的;因为毁灭从何处转变,生成便走向何处。毁灭乃是从存在者转变,而生成则走向存在者;生成从何处[发生],毁灭便朝向何处进行。因为前者是从非存在走向存在,后者则是从存在走向非存在。
6. Κίνησις μὲν οὖν κινήσει ἐστὶν ἐναντία, κινήσει δὲ στάσις ὡς στέρησις· τὸ δ’ ὡς στέρησις λέγω, διότι μὴ στέρησις ἀκριβῶς. ποία δὲ στάσις ποίᾳ κινήσει, διοριστέον· οὐ γὰρ ἡ τυχοῦσά γε τῇ τυχούσῃ. δῆλον δέ, ὅτι ἐπειδὴ ἐν δυσὶν ἡ κίνησις, τῇ μὲν ἐκ τούτου εἰς τὸ ἐναντίον ἡ ἐν τούτῳ μονή, τῇ δὲ ἐκ τοῦ ἐναντίου εἰς τοῦτο ἡ ἐν τῷ ἐναντίῳ μονή. οἷον τῇ μὲν κάτωθεν ἄνω ἡ ἐν τῷ κάτω μονή, τῇ δὲ ἄνωθεν κάτω ἡ ἐν τῷ ἄνω μονή· ἄλογον δὲ ἐναντίαν ποιεῖν ἠρεμίαν τὴν ἐν ἐκείνῳ, εἰς ὃ σπεύδει μεταβάλλειν· τέλος γὰρ ἐκεῖνο καὶ ἔσχατον, οὐδὲν δὲ τέλος ἐναντίον τῇ ἐπ’ αὐτὸ σπουδῇ, ἀλλὰ μᾶλλον οἰκεῖόν τε καὶ προσήγορον. ἔτι τὰ κατὰ φύσιν κινούμενα τέλος ἔχει τῆς κινήσεως τὴν ἐν ἐκείνοις ἠρεμίαν, ἐφ’ ἃ κινεῖται· τὸ δὲ τέλος τινὸς πῶς ἂν αὐτοῦ στέρησις εἴη; λείπεται ἄρα τὴν ἐν ἐκείνῳ μονὴν ἐναντίαν εἶναι τῇ ἐξ ἐκείνου κινήσει. Ἄρα δὲ καὶ οὕτως ἀντίκειται κίνησίς τε καὶ ἠρεμία, ὥστε τὴν μὲν κατὰ φύσιν, τὴν δὲ παρὰ φύσιν εἶναι τοῖς κινουμένοις; ἐπὶ μὲν οὖν τῆς κατὰ τόπον μεταβολῆς τὸ τοιοῦτον ἄν τις εὕροι λίαν ἐμφανῶς. τῇ γὰρ γῇ κατὰ φύσιν μὲν κίνησις ἡ εἰς τὸ κάτω, παρὰ φύσιν δὲ ἡ εἰς τὸ ἄνω καὶ μονὴ μὲν κατὰ φύσιν ἡ εἰς τὸ κάτω, παρὰ φύσιν δὲ ἡ εἰς τὸ ἄνω.2 ἐπὶ δὲ ἀλλοιώσεώς τε καὶ αὐξήσεως οὐκέτ’ ἂν δόξειεν εἶναι τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν· οὐδὲν γὰρ μᾶλλον τοῦ μελαίνεσθαι τὸ λευκαίνεσθαι κατὰ φύσιν ἢ παρὰ φύσιν ἢ τὸ ὑγιάζεσθαι τοῦ νοσάζεσθαι· ὁμοίως γὰρ δοκεῖ τὸ σῶμα τῶν ζῴων ἀμφοτέρων εἶναι δεκτικόν, ἀλλ’ οὔτε ἡ μὲν αὔξησις κατὰ φύσιν, ἡ δὲ μείωσις παρὰ φύσιν οὔτε ἀνάπαλιν. ἀλλ’ οὔτε αὔξησις αὐξήσει τῇ κατὰ φύσιν ἡ παρὰ τὴν φύσιν ἀντίκειται.3 ὁμοίως ἐπὶ γενέσεως καὶ φθορᾶς ὁ αὐτὸς λόγος. οὐ γὰρ ἡ μὲν γένεσις κατὰ φύσιν, ἡ δὲ φθορὰ παρὰ φύσιν (τὸ γὰρ γηράσκειν κατὰ φύσιν), οὔτε γένεσιν ὁρῶμεν τὴν μὲν κατὰ φύσιν, τὴν δὲ παρὰ φύσιν. ταῦτα μὲν οὖν ἄν τις διαπορήσειεν. Εἰ δέ ἐστι τὸ βίᾳ παρὰ φύσιν, καὶ φθορὰ φθορᾷ ἂν εἴη ἐναντία ἡ βίαιος ὡς παρὰ φύσιν οὖσα τῇ κατὰ φύσιν.
6. 因此,运动与运动相反,而静止作为缺失与运动对立;我说“作为缺失”,是因为它并非严格意义上的缺失。但必须界定何种静止与何种运动对立;因为绝非任意的静止与任意的运动相对立。显然,既然运动存在于两者之间,那么对于从此处到相反者的运动,停留在此处乃与其对立;而对于从相反者到此处的运动,停留在相反者处乃与其对立。例如,对于由下向上的运动,在下方的停留与其对立;而对于由上向下的运动,在上方的停留与其对立。然而,把事物急于转变入其中的终点处的静止当作相反者,这是不合常理的;因为那是一个目的和终极点,而没有任何目的与朝向它的急行相反,反而乃是固有的且相称的。再者,依本性运动之物,以在它们所朝向运动的那些处所中的静止作为其运动的目的;而某物的目的又怎能是其自身的缺失呢?因此剩下的是:在某处的停留与从该处出发的运动相反。那么,运动与静止是否也以这样一种方式相对立,即对于运动之物而言,一者顺乎本性,而另一者逆乎本性呢?在依处所的变化中,人们可以极其明显地发现这种情况。因为对于土而言,向下的运动顺乎本性,而向上的运动逆乎本性;在下方的停留顺乎本性,而在上方的停留逆乎本性。但在变质与增长中,似乎就不再有顺乎本性与逆乎本性了;因为变白并不比变黑更顺乎本性或逆乎本性,恢复健康也不比生病更如此;因为动物的躯体似乎同等地能够接受两者,而且既不是增长顺乎本性而减少逆乎本性,反之亦不然。顺乎本性的增长与逆乎本性的增长也并不彼此对立。同样,在生成与毁灭中也有相同的论理。因为既不是生成顺乎本性而毁灭逆乎本性(因为衰老顺乎本性),我们也不曾见到一种生成顺乎本性而另一种逆乎本性。因此,有人可能会提出这些疑问。但如果出于强力之事是逆乎本性的,那么毁灭也会与毁灭相反,即强力的毁灭(由于逆乎本性)与顺乎本性的毁灭相反。
- 5.5ἡ ἐκ τοῦ αὐτοῦ μεταβολὴ εἰς τὸ αὐτό ἐστιν ἐναντία
在对比的两种变化之间存在省略。按上下文,其意为“从同一项[A]出发的变化与进入该同一项[A]的[变化]相反”(即 A→B 与 B→A 互为逆向变化)。紧接着的解释说明了此结构:毁灭从何处转变(A,即存在),生成便走向何处。
- 5.6μονὴ μὲν κατὰ φύσιν ἡ εἰς τὸ κάτω, παρὰ φύσιν δὲ ἡ εἰς τὸ ἄνω
带冠词的介词短语“ἡ εἰς τὸ κάτω”与“ἡ εἰς τὸ ἄνω”承前修饰主语“μονή”。由于静止本身并不具有方向性(εἰς),此处按上下文指朝向下(或上)运动的到达处所中的静止,即相当于“在下方的停留(ἡ ἐν τῷ κάτω)”。
- 5.6ἀλλ’ οὔτε αὔξησις αὐξήσει τῇ κατὰ φύσιν ἡ παρὰ τὴν φύσιν ἀντίκειται
此处存在倒装与“αὔξησις”的重复。语法主语是“ἡ παρὰ τὴν φύσιν [αὔξησις]”(逆乎本性的增长),支配动词“ἀντίκειται”,而“αὐξήσει τῇ κατὰ φύσιν”(顺乎本性的增长)为其与格补足语。句首的“αὔξησις”起到了引入论题的作用。
