- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:176.2-177.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
他论述了运动在严格意义上作为一且连续的各项条件(两端的合一、种的同一、主体与时间的单一),并阐明完全性与均匀性为何能提升运动单一性的程度。
ἐπεὶ δὲ πᾶσα κίνησις συνεχής, εἴπερ πᾶσα διαιρετή, τήν τε μίαν ἀνάγκη ἁπλῶς συνεχῆ εἶναι καὶ τὴν συνεχῆ μίαν· οὐ γὰρ ἂν γένοιτο συνεχὴς πάσῃ,1 ὥσπερ οὐδ’ ἄλλο οὐδὲν τῷ τυχόντι τὸ τυχόν, οἷον γραμμὴ φωνῇ, ἀλλ’ ὅσων ἓν τὰ ἔσχατα γενέσθαι δύναται. ἔσχατα δὲ τῶν μὲν οὐκ ἔστιν (οὐδὲν γὰρ τῆς μονάδος ἔσχατον οὔσης ἀδιαιρέτου, διόπερ οὐδὲ γίνεται τι συνεχὲς ἐξ αὐτῶν), τῶν δὲ ἔστι μέν, ἀνομοιοειδῆ δὲ καὶ διαφέροντα καὶ ὁμώνυμα κοινὸν ἔχοντα ὄνομα τὸ ἔσχατον ἢ τὸ πέρας. τὸ γοῦν γραμμῆς ἔσχατον καὶ βαδίσεως ὁμωνύμως ἀλλήλοις ἔσχατον· διὸ οὐδὲ γίνεται ἐκ τούτων ἕν τι καὶ συνεχές. ἐχόμεναι μὲν οὖν ἀλλήλων εἶεν ἂν καὶ αἱ μὴ αὐταὶ τῷ εἴδει μήτε τῷ γένει· δραμὼν γὰρ ἄν τις πυρέξειεν εὐθὺς καὶ οἷον ἡ λαμπὰς ἡ ἐκ διαδοχῆς φερομένη ἐχομένας μὲν κινεῖται κινήσεις2 καὶ ἀλλήλαις ὁμοειδεῖς, συνεχεῖς δὲ οὔ· οὐ γὰρ γίνεται ἓν τὸ ἔσχατον τῶν δρόμων, ἀλλ’ ἑκάστου τῶν τρεχόντων οἰκεῖόν τι τοῦ δρόμου πέρας ἐστίν, ὥστε δῆλον, ὅτι ἔχεσθαι μὲν ἀλλήλων δύνανται κινήσεις καὶ διὰ μόνον τὸν χρόνον, ὅταν συνεχὴς ᾖ, κἂν αὐταὶ πάμπολυ διαφέρωσι, συνεχεῖς δὲ γίνεσθαι οὐ δύνανται διὰ μόνον τὸν χρόνον, ἐὰν μὴ ταὐτὸν ἔχωσιν εἶδος. οὕτω γὰρ ἂν τὰ ἔσχατα ἀμφοῖν ἑνωθείη, διόπερ ἀνάγκη τὴν αὐτὴν τῷ εἴδει εἶναι καὶ ἑνὸς καὶ ἐν ἑνὶ τὴν ἁπλῶς συνεχῆ καὶ μίαν, ὥσπερ καὶ πρόσθεν διωρισάμεθα. εἰ δὲ πρὸς πᾶσι τοῖς προειρημένοις καὶ τέλειος εἴη, μᾶλλον δὴ λέγεται μία τῆς ἐχούσης μὲν τἆλλα, ἀτελοῦς δέ· τέλειος δέ ἐστι κίνησις ἡ λαβοῦσα τὸ οἰκεῖον πέρας· τὸ γὰρ ἓν ἐπὶ τῶν τελείων μᾶλλον ἢ ἐνδεῶν κατηγοροῦμεν. μᾶλλον δὲ μία κίνησις καὶ ἡ ὁμαλὴ τῆς ἀνωμάλου· τὴν γὰρ ἀνώμαλον διαιρεῖν ἐοίκασιν αἱ ἐξαλλαγαί. ἔστι δὲ ἐν ἁπάσῃ κινήσει τὸ ὁμαλὸν καὶ τὸ ἀνώμαλον, καὶ ἐν ἀλλοιώσει καὶ ἐν αὐξήσει καὶ ἐν φθορᾷ. γίνεται δὲ τὸ ἀνωμαλὲς ὁτὲ μὲν παρὰ τὴν φύσιν, ἐφ’ οὗ κινεῖται, οἷον ἐπὶ τῆς κεκλασμένης γραμμῆς· ἀδύνατον γὰρ ὁμαλὴν γενέσθαι κίνησιν μὴ ἐφ’ ὁμαλοῦ μεγέθους· ὁμαλὲς δὲ μέγεθος, οὗ τὸ τυχὸν ἐφαρμόττει τῷ τυχόντι μέρει· ἢ παρὰ τὸν τρόπον τῆς κινήσεως, ὅταν ποτὲ μὲν ᾖ ταχυτέρα ποτὲ δὲ βραδίων· κἂν γὰρ τὰ ἄλλα πάντα συνδράμῃ, οἷον τὸ μέγεθος ὁμαλές, ὁ χρόνος συνεχής, τὸ εἶδος ταὐτὸν τῆς κινήσεως, τὸ τάχος δὲ μὴ ταὐτόν, ἀνώμαλος εὐθὺς ἡ κίνησις. διόπερ οὐδὲ εἴδη κινήσεως τάχος καὶ βραδυτής ἐστιν· ἐν πᾶσι γὰρ τοῖς εἴδεσίν ἐστι τῆς κινήσεως. καὶ γὰρ ἀλλοιοῦται ταχέως καὶ βραδέως καὶ αὔξεται καὶ μεταβαίνει τόπον ἐκ τόπου, οἷον τὴν ἐπὶ τὸ κάτω φορὰν θᾶττον μὲν τὸ βαρύτερον, βράδιον δὲ τὸ κουφότερον. διόπερ οὔτε βαρύτης καὶ κουφότης πρὸς τὴν ἐπὶ τὰ αὐτὰ ῥοπὴν κατ’ εἶδος ἀλλήλων διοίσουσιν, ἐπεὶ μηδὲ κινήσεων διαφόρων κατ’ εἶδός εἰσι ποιητικαί. καὶ κυρίως μὲν οὖν ἡ ὁμαλὴ μία, γένοιτο δ’ ἂν καὶ ἡ ἀνώμαλος μία τῷ συνεχὴς εἶναι, ἧττον δέ, ὅπερ ἐπὶ τῆς κεκλασμένης εὐθείας συμβαίνει. τὸ δὲ ἧττον μίξει τοῦ ἐναντίου.3 εἰ τοίνυν τὴν μὲν συνεχῆ καὶ μίαν κίνησιν ἐνδέχεται καὶ ὁμαλὴν εἶναι, τὴν δὲ ἐκ τῶν εἴδει διαφερουσῶν κινήσεων συγκειμένην ἀδύνατον ὁμαλὴν εἶναι, οὐκ ἂν ποτε γένοιτο ἡ τοιαύτη μία συνεχής, ὅτι μηδ’ ὁμαλής· τὸ γὰρ ὁμαλὲς ὑπεθέμεθα, οὗ τὰ μόρια πάντα ἐφαρμόττειν πᾶσιν ἐνδέχεται, λευκάνσεως δὲ καὶ δρόμου πῶς οἷόν τε ἐφαρμόσαι τὰ μόρια;
既然一切运动都是连续的(如果确实一切运动都是可分割的),那么在单纯意义上为一的运动必然是连续的,而连续的运动也必然是一;因为[任何运动]都不能与任意的[运动]成为连续的,正如任何其他事物也不能任意地与任意之物[成为连续的]一样(例如线之于声音),而只有那些端点能够合而为一的事物才可能如此。有些事物并没有端点(因为不可分割的单元没有任何端点,所以也不能由它们生成任何连续之物),而另一些事物虽然有端点,却在种上不同、存在差异且是同名异义的,仅仅共有“端点”或“界限”这个名称。无论如何,线的端点与行走的端点彼此之间只是同名异义的“端点”;因此由它们也不能生成任何单一且连续之物。因此,即便在种上或属上不同一的运动,彼此也可以是紧接的;因为某人跑完步后可能立即发烧,又如在接力中传递的火炬所进行的运动虽然彼此紧接且属同一类种,却不是连续的;因为赛跑的终点并未成为单一的终点,而是每个跑步者都有其赛跑特有的界限。因此显而易见,只要时间是连续的,即便运动自身相去甚远,它们也能单凭时间而彼此紧接;但除非它们具有相同的种,否则不能单凭时间而成为连续的。因为只有这样,两者的端点才能合而为一;所以正如我们先前所界定的那样,在单纯意义上连续且为一的运动,必须在种上同一,属于一个[运动者],且在一个〔时间〕中。如果在上述所有条件之外它还是完全的,那么比起具备其他条件却不完全的运动,它就更被称为“一”;完全的运动乃是获得其固有界限的运动;因为比起欠缺者,我们更对完全者述说“一”。再者,均匀的运动比不均匀的运动更是一;因为剧烈的骤变似乎将不均匀的运动分割开了。均匀与不均匀存在于一切运动之中,无论在变质、增长还是灭亡中皆然。而不均匀有时是由于运动在其上发生者的本性所致,例如在折线上;因为在不均匀的量度上,运动不可能成为均匀的;而均匀的量度乃是其任意部分都能与任意部分相贴合者;或者[不均匀]是由于运动的方式所致,即运动有时较快、有时较慢;因为即便所有其他条件都契合——例如量度是均匀的、时间是连续的、运动的种是同一的——但如果速度不同,运动立刻就会是不均匀的。因此,快与慢甚至都不是运动的种;因为它们存在于运动的一切种之中。实际上,事物既可以快速也可以缓慢地变质、增长以及从一处移行至另一处,例如在向下的位移中,较重者较快,较轻者较慢。因此,轻与重在朝向同一方向的倾向方面彼此并不在种上不同,因为它们并不产生在种上不同的运动。因此,在严格意义上均匀的运动是一,而不均匀的运动虽因其连续也能为一,但在程度上要逊色一些,折线上的运动就是这种情况。而“较逊色”则是由于混入了相反者。既然连续且单一的运动也可以是均匀的,而由在种上不同的运动所构成的运动却不可能均匀,那么这样的运动就决不可能成为单一且连续的运动,因为它甚至不可能是均匀的;因为我们曾假定,均匀之物乃是其一切部分都能与一切部分相贴合者,然而变白的部分与跑步的部分又如何能够贴合呢?
- 5.4οὐ γὰρ ἂν γένοιτο συνεχὴς πάσῃ
主语 κίνησις 以及与格 πάσῃ 所修饰的名词 κινήσει 均从上下文中补充(“因为任何运动都不会与任意运动成为连续的”)。这是承接前句 πᾶσα κίνησις 的省略结构。
- 5.4ἐχομένας μὲν κινεῖται κινήσεις
κινήσεις 是动词 κινεῖται 的同族宾格(内部宾格),由分词 ἐχομένας 修饰,构成“进行彼此邻接的运动”的结构。
- 5.4τὸ δὲ ἧττον μίξει τοῦ ἐναντίου
这是一个省略了动词(ἐστί 或 γίνεται)的简洁命题。与格 μίξει 表示原因或方式,意为“‘较逊色’[是由于/产生于]相反者的混入”。
