- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:174.17-176.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒弥斯提乌斯讨论了运动的单一性:属上的一(同一范畴)、种上的一(同一不可分割的极小种),以及数上严格的一(承载基础、领域与时间的连续统的一),并探讨了时间中断、物体流变以及状态与现实活动区别等相关疑难。
4. Μία δὲ κίνησις λέγεται πλεοναχῶς· τὸ γὰρ ἓν πολλαχῶς λέγομεν. γένει μὲν οὖν μία κίνησις καὶ τῇ αὐτῇ κατηγορίᾳ, οἷον φορὰ πᾶσα πρὸς φορὰν (ἐν γὰρ τῷ ποῦ), ἀλλοίωσις πρὸς ἀλλοίωσιν (ἐν γὰρ ποιότητι). εἴδει δὲ μία ἐν ταὐτῷ τῆς κατηγορίας εἴδει, ὅταν ἄτομον ᾖ καὶ πρῶτον ἀπὸ τῶν αἰσθητῶν, ὡς λεύκανσις ἔχει πρὸς λεύκανσιν· ἡ γὰρ λευκότης ἓν εἶδος καὶ ἄτομον. εἰ δ’ ἔστιν ἄττα, ἃ καὶ γένει ἅμα † γὰρ καὶ εἴδει,1 δῆλον ὅτι ἔστι τις κίνησις πὼς μὲν εἴδει μία, πὼς δὲ οὔ. ζητήσειε δ’ ἄν τις, εἰ μία κίνησις αὕτη τῷ εἴδει, ὅταν εἰς ταὐτὸν ἐκ ταὐτοῦ μεταβάλλῃ ταὐτὸν κινούμενον· εἰ γὰρ ἁπλῶς τοῦτο συγχωρηθείη καὶ τούτῳ τὴν αὐτὴν κίνησιν τῷ εἴδει ὁριζόμεθα, ἔσται ἡ κυκλοφορία τῇ εὐθυφορίᾳ ταὐτὸν κατ’ εἶδος· δύναται γὰρ ταὐτὸν ἐπὶ ταὐτὸν ἐκ ταὐτοῦ ποτὲ μὲν ἐπὶ εὐθείας κινεῖσθαι, ποτὲ δὲ ἐπὶ περιφεροῦς. ἢ καλῶς ἐθέμεθα μίαν τῷ εἴδει γίνεσθαι κίνησιν, ὅταν ἄτομον εἶδος ᾖ, καθὸ γίνεται; ἡ δὲ εὐθεῖα γραμμὴ καὶ ἡ περιφερὴς διαφέρουσι κατ’ εἶδος ἀλλήλων. γένει μὲν οὖν καὶ εἴδει κίνησις τοῦτον τὸν τρόπον γίνεται μία παρὰ τὴν διαφορὰν τῶν πραγμάτων, ἐν οἷς γίνονται, ἀριθμῷ δὲ μία καὶ κυρίως μία πῶς ἂν εἴη κίνησις, ἐπισκεπτέον. Ἐπεὶ τοίνυν τρία λέγομεν εἶναι περὶ τὴν κίνησιν, ἣν ὁριζόμεθα, τό τε κινούμενον (οἷον τὸν ἄνθρωπον ἢ τὸ ἄστρον) καὶ καθὸ κινεῖται (τοῦτο δὲ διττόν, ἢ πάθος ἢ τόπος) καὶ ὅτε κινεῖται (τοῦτο δέ ἐστιν ὁ χρόνος), δεῖ τὴν μίαν κίνησιν τῷ ἀριθμῷ ἕκαστον τούτων ἔχειν ἓν ἀριθμῷ, τό τε εἶδος, καθ’ ὃ γίνεται (οἷον τὴν χρόαν ἢ τὴν γραμμήν) καὶ τὸ κινούμενον (οἷον τὸν Κορίσκον ἢ τὸν Καλλίαν) καὶ τὸν χρόνον ἕνα. εἷς δὲ ὁ συνεχὴς καὶ οὗ μηδὲν διαλείπει. εἰ δέ τι τούτων μὴ κατ’ ἀριθμὸν ἓν εἴη, οὐκέτ’ ἂν ἡ κίνησις μία φυλάττοιτο, οἷον εἰ Κορίσκος ἅμα βαδίζοι καὶ λευκαίνοιτο· τὸ μὲν γὰρ ὑποκείμενον ἓν καὶ ὁ χρόνος εἷς καὶ συνεχής, ἀλλὰ δύο, καθ’ ἃ ἡ κίνησις, χρῶμα καὶ τόπος, ὥστε οὐδὲ μία κίνησις ἡ τοιαύτη. πάλιν Καλλίας καὶ Σωκράτης ὑγιαζέσθωσαν τὴν αὐτὴν ὑγείαν, οἷον ὀφθαλμίαν· ἀλλ’ οὐδ’ αὕτη μία κίνησις· δύο γὰρ τὰ ὑποκείμενα. ἀλλὰ δὴ Σωκράτης ὑποκείσθω βαδίζειν μετὰ νουμηνίαν γε καὶ πάλιν ἑβδόμην. ταύτην τοίνυν ὁ χρόνος μόνος οὐκ ἐᾷ γίνεσθαι μίαν τὴν κίνησιν οὐχ εἷς ὢν οὐδὲ συνεχής, ἐπεὶ καὶ ἄλλο ἀτοπώτερον ὑπομείνειεν ἂν ὁ λόγος. εἰ γὰρ εἷς ὁ χθές μου περίπατος καὶ ὃν τήμερον βαδίζω, ταὐτὸν ἔσται τὸ ἐφθαρμένον τῷ ὄντι [ἢ τοῦτο καὶ ἐφ’ ὧν συνεχὴς χρόνος;],2 ἀεὶ γὰρ ἡ προτέρα κίνησις φθείρεται. πῶς οὖν ἔσται μία; ἀλλ’ ἴσως οὕτω μία τῷ συνεχεῖ καὶ τῷ πρὸς ἑαυτὴν οἰκειοῦσθαι καὶ τῷ μὴ διασπᾶσθαι τὸ φθειρόμενον τῷ γινομένῳ, ὅπερ οὐκ ἔστιν ἐπὶ τῶν ἐκ διαλείμματος γινομένων. ἀλλ’ εἴπερ μία κίνησις πάντως ἓν ἔχειν ὀφείλει κατ’ ἀριθμὸν τὸ ὑποκείμενον, ῥέοντα δὲ φαίνεται πάντα τὰ σώματα, οὐδεμία κίνησις ἕξει ταὐτὸν ὑποκείμενον ἀκριβῶς. τοῦτο δὲ καὶ περὶ τῶν ἕξεων ἄν τις διαπορήσειε, πῶς μία ὑγεία οὐχ ἑνὸς ὄντος τοῦ ὑγιαίνοντος. ἢ ταῦτα ἔξω τῆς σκέψεως τῆς προκειμένης; πῶς γὰρ αἱ αὐταὶ μένουσιν οὐσίαι καίτοι συνεχῶς μεταβάλλουσαι, τοῦτο ἀποδοῦναι οὐκ ἔστιν οἰκεῖον τοῦ περὶ κινήσεως λόγου, πλὴν τοῦτό γε παρακείμενον μὴ παρέλθωμεν, ὡς τὴν ἕξιν μίαν καὶ τὴν αὐτὴν ποιεῖν τὴν χθὲς καὶ τὴν τήμερον, οἷον τὴν ὑγείαν ἢ τὴν ἐπιστήμην, οὐδὲν ἄτοπον· συνεχὴς γάρ ἐστι πάσης ἕξεως ὁ χρόνος, τὴν ἐνέργειαν δὲ μίαν οὐκ ἐγχωρεῖ, εἰ μὴ συνεχὴς ἀποδιδοῖτο, τούτῳ δὲ ἀκολουθεῖ τὸ μιᾶς μὲν ἐνεργείας3 μίαν εἶναι καὶ ἕξιν πάντως, μιᾶς δὲ ἕξεως καὶ πλείους τὰς ἐνεργείας.
4. 所谓“一”的运动是在多种意义上说的;因为我们是在多种意义上说“一”的。就属而言是一的运动,存在于同一范畴中,例如一切位移相对于位移(因为是在“何处”中),变质相对于变质(因为是在质中)。而在种而言是一的运动,则是在该范畴的同一种中,只要它是不可分割的且是从可感觉物[来看]在先的,正如变白之于变白;因为白是单一且不可分割的种。但若有些事物既是属同时又是种,显而易见便存在某种在某种意义上在种上是一而在另一意义上则不然的运动。有人可能会探究:当同一被运动之物从同一出发点变到同一终点时,这一运动在种上是否为一;因为若径直承认这一点,并且我们以此来界定在种上同一的运动,那么圆周位移与直线位移在种上就将是同一的;因为同一事物从同一出发点到达同一终点,有时可以在直线上运动,有时可以在圆周线上运动。抑或我们先前的设定是正确的,即当运动在其依凭而发生的事物属于不可分割的种时,运动在种上才成为一?而直线与圆周线彼此在种上是不同的。因此,依凭运动在其中发生的事物的差异,运动以这种方式在属上和种上成为一;但运动如何在数上为一且在严格意义上为一,则必须加以考察。 既然我们说,关于我们所界定的运动有三个要素:被运动者(例如人或星体)、依凭其运动者(这有两重:或者是情状,或者是处所),以及何时运动(这就是时间),那么在数上为一的运动必须使这些要素中的每一个都在数上为一:其依凭而发生的种(例如颜色或线)、被运动者(例如科里斯库斯或卡利亚斯),以及时间为一。而一的时间乃是连续且没有任何间断的时间。但若这些要素中有任何一个在数上不是一,运动就不再能保持为一:例如,若科里斯库斯在行走的同时变白;因为承载的基础是一,时间是一且连续的,但依凭其发生运动的事物有两个,即颜色与处所,以至于这样的运动绝非是一。再者,设卡利亚斯与苏格拉底恢复了同样的健康,例如摆脱眼炎;但这也不是单一的运动;因为承载的基础是两个。然而,假设苏格拉底在新月后以及再次在第七天行走。那么,唯独时间因为不是一也不是连续的,便不容许该运动成为一,否则论证还将承受另一更为荒谬的后果。因为若我昨天的散步与我今天进行的散步是一,那么已经灭亡的事物将与现存的事物同一[抑或这一点也适用于时间是连续的情形?];因为在先的运动总是在灭亡。那么它如何会是一?不过或许它是因连续、因与其自身融为一体、因正在灭亡者与正在生成者不被撕裂而以这种方式为一的,而这在间隔发生的事物中是不存在的。然而,若单一运动无论如何都必须在数上具有单一的基础,而所有物体看似都处于流变之中,那么没有任何运动能在严格意义上具有同一基础。对此人们关于状态也会产生困惑:在健康者并非单一的情况下,健康如何为一?抑或这些问题超出了目前的考察范围?因为说明实体尽管持续变化却如何保持同一,并不是关于运动的论述所固有的任务;只是我们不应忽略这一附带的要点:将昨天和今天的状态(例如健康或科学知识)视为单一且同一的状态绝非荒谬;因为每种状态的时间都是连续的,而现实活动若非作为连续的被给出,就不可能是一,由此得出的结论是:一个现实活动固然无论如何必对应一个状态,但一个状态却可以有多个现实活动。
- 5.4εἰ δ’ ἔστιν ἄττα, ἃ καὶ γένει ἅμα † γὰρ καὶ εἴδει
原文此处文本受损(Schenkl校勘本加有短剑符),但在构词和句法上构成一个条件从句,指代那些既是属同时又是种的中介物(如相对于质是种、相对于白是属的颜色)。它作为后续主句的条件,解释了为何这种运动“在某种意义上在种上是一,而在另一种意义上则不然”。
- 5.4[ἢ τοῦτο καὶ ἐφ’ ὧν συνεχὴς χρόνος;]
这是被编者括起的插入性质问句,承前省略了述谓成分(ταὐτὸν ἔσται τὸ ἐφθαρμένον τῷ ὄντι)。其意为:“抑或这一后果(即已灭亡者与现存者成为同一的荒谬后果)也适用于时间连续的情形?”,预先提出了由于运动在先的部分总在灭亡,因而连续运动的单一性也会受到威胁的疑难。
- 5.4τούτῳ δὲ ἀκολουθεῖ τὸ μιᾶς μὲν ἐνεργείας μίαν εἶναι καὶ ἕξιν πάντως, μιᾶς δὲ ἕξεως καὶ πλείους τὰς ἐνεργείας
带冠词的不定式短语“τὸ ... εἶναι”作动词“ἀκολουθεῖ”的主语。属格“μιᾶς μὲν ἐνεργείας”与“μιᾶς δὲ ἕξεως”为领属性/归属性属格,后者承前省略了动词“εἶναι”。整句骨架为“由这一点随之得出:一个现实活动固然必对应一个状态,而一个状态却可对应多个现实活动”。
