← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§172.21-174.16

中间、接续、邻接与连续的定义及层级

基于亚里士多德《物理学》卷五第三章,忒弥斯提乌斯梳理了中间、连续变化、接续、邻接、接触与连续的定义,阐明了从接续到邻接再到连续的包含等级,以及点与单位的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3

3. Ἐπειδὴ δὲ πᾶσα μεταβολὴ ἐν τοῖς ἀντικειμένοις, ὡς ἐπεδείξαμεν, τὰ δὲ ἀντικείμενα τά τε ἐναντία καὶ ἡ ἀντίφασις, ἀντιφάσεως δὲ οὐδὲν μέσον, φανερὸν ὅτι ἐν τοῖς ἐναντίοις τὸ μεταξύ. μεταξύ δέ ἐστιν, εἰς ὃ πέφυκεν πρότερον ἀφικνεῖσθαι τὸ μεταβάλλον ἢ εἰς ὃ ἔσχατον μεταβάλλει, ὅταν μεταβάλλῃ συνεχῶς κατὰ φύσιν. ἐν ἐλαχίστοις δέ ἐστι τὸ μεταξὺ τρισίν· δυοῖν γάρ τινων * * * τῶν μεταξύ·1 μεταβάλλειν δὲ λέγεται συνεχῶς τὸ μηδὲν μήτε τοῦ χρόνου διαλεῖπον μήτε τοῦ πράγματος, ἐν ᾧ κινεῖται· οἷον μελῳδῶν τις μετὰ τὴν ὑπάτην φθέγξαιτο τὴν νήτην εὐθύς· οὗτος μὲν γὰρ τοῦ χρόνου οὐδὲν διέλιπε, τοῦ πράγματος δέ, ἐν ᾧ κινεῖται. μᾶλλον δὲ τοῦτο δῆλον ἐν ταῖς κατὰ τόπον μεταβολαῖς· οὐ γὰρ οἱ πηδῶντες πένταθλον κινοῦνται συνεχῶς, ὅτι τοῦ διαστήματός τι διαλιμπάνουσιν, ἐν ᾧ κινοῦνται· ἢ τοῦτο οὐχ ἁπλῶς θετέον; οὕτως γὰρ ἂν οὐδὲ τοὺς ἁμιλλωμένους ἵππους εἴποιμεν ἂν κινεῖσθαι συνεχῶς. ἀλλὰ χρόνῳ μᾶλλον ἀφοριστέον τὴν κίνησιν τὴν συνεχῆ καὶ τῷ μηδὲν αὐτοῦ διαλείπεσθαι, ἐπεὶ τοῦ γε πράγματος, ἐν ᾧ κινεῖται, τάχ’ οἷόν τε καὶ διαλείπειν καὶ συνεχῶς οὐδὲν ἧττον φαίνεσθαι μεταβάλλοντα, αὐτὸ δὲ καθ’ αὑτὸ τὸ συνεχὲς ἀκριβέστερον ἀφοριστέον. Ἐπεὶ τοίνυν τοῦ συνεχοῦς κοινότερον τὸ ἐχόμενον, τοῦ δὲ ἐχομένου τὸ ἐφεξῆς, πρῶτον τὸ ἐφεξῆς διδακτέον. ἐφεξῆς τοίνυν ἐστὶ ταῦτα ἀλλήλοις, ὧν μεταξὺ μηδὲν ἕτερον ὁμογενές. ἄλλο μὲν γάρ τι τῶν ἐφεξῆς οὐδὲν κωλύεται εἶναι μέσον, ὁμοειδὲς δὲ οὐχ οἷόν τε, οἷον οἰκίαι ἐφεξῆς, ὧν μή ἐστιν οἰκία μεταξύ, γραμμαί, ὧν μὴ γραμμή, ἄνθρωποι, ὧν μὴ ἄνθρωπος. τὸ δὲ ἐφεξῆς ἀεὶ δεύτερόν τι καὶ μετ’ ἄλλο τι πρῶτόν ἐστι· πρῶτον δὲ ἢ τῇ θέσει, ὡς ἐπὶ τῶν γραμμῶν ἢ τῶν οἰκιῶν, ἢ τῷ εἴδει, καθάπερ ἐπὶ μονάδος τε καὶ δυάδος ἐφεξῆς δυὰς μονάδι (οὐδεὶς γὰρ ἄλλος ἀριθμὸς μεταξύ), ἢ τῇ τάξει· πρῶτον τῇ τάξει τὸ προοίμιον τῆς διηγήσεως καὶ ἐφεξῆς ἡ διήγησις τῷ προοιμίῳ· οὐδὲν γὰρ αὐτῶν ὁμοειδὲς μεταξύ. τὸ μὲν οὖν κυρίως ἐφεξῆς τοιοῦτον, ἤδη δὲ λέγεται ἐφεξῆς καὶ ὁμογενῆ μὲν, οὐχ ὁμοειδῆ δὲ πολλάκις· ἐφεξῆς γὰρ ὁ ἀγὼν τῇ πομπῇ καὶ τὸ νυμφαῖον τῷ γυμνασίῳ. ἐχόμενον δέ ἐστιν, ὃ πρὸς τῷ ἐφεξῆς τινος εἶναι κατά τινα τῶν εἰρημένων τρόπων καὶ ἅμα τὸ πέρας ἔχει τῷ ἐκείνου πέρατι.2 τούτων δὲ τὰ μὲν λέγεται μόνον, ὡς ὁ παρελθὼν χρόνος τοῦ μέλλοντος, τὰ δὲ καὶ ἅπτεται,3 ὡς τὰ σώματα. ἅπτεται δέ, ὧν τὰ ἄκρα ἅμα, ἄκρα δὲ λέγω τὰ πέρατα. ὅταν μὲν οὖν δύο ᾖ ταῦτα τὰ πέρατα, τότε ἔχεσθαι μὲν ἀλλήλων λέγεται καὶ εἶναι ἐφεξῆς, οὐκέτι δὲ εἶναι συνεχῆ· ὅταν δὲ ἓν γένηται τὰ δύο πέρατα αὐτοῦ τε καὶ τοῦ ἐφεξῆς, τότε γίνεται συνεχὲς καὶ ἓν τὸ ὅλον. γίνεται δὲ οὐ πάντα τὰ ἐχόμενα συνεχῆ, ἀλλ’ ὅσα ἓν γίνεσθαι πέφυκεν· ἅπτεται γὰρ τὸ ξύλον τοῦ λίθου, ἀλλ’ οὐκ ἂν γένηται συνεχές. οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι κυρίως συνεχῆ γίνεται, ὧν ἡ ἁφὴ σύμφυσιν ἀπεργάζεται, ὡς ἐπὶ τῶν γραμμῶν καὶ τῶν ἐγκεντριζομένων φυτῶν καὶ τοῦ χρόνου, γίνεται δὲ καὶ ἐπὶ τεχνήσεώς τινα συνεχῆ, οἷον ξύλα γόμφοις ἢ κόλλῃ, ἅπερ οὐδὲ συνεχῆ κυρίως. φανερὸν τοίνυν, ὃ προειρήκαμεν, ὅτι πρῶτον τὸ ἐφεξῆς εἶναι τοῦ ἔχεσθαι· τὸ μὲν γὰρ ἐχόμενον ἀνάγκη ἐφεξῆς εἶναι, τὸ δὲ ἐφεξῆς οὐ πᾶν ἔχεσθαι· διὸ καὶ πρότερον τῷ λόγῳ τὸ ἐφεξῆς· ἐν πλείοσι γὰρ ὥσπερ γένος· καὶ γὰρ ἐν ἀριθμοῖς τὸ ἐφεξῆς, τὸ δὲ ἔχεσθαι ἀλλήλων οὐκ ἔστιν. πάλιν τὸ ἔχεσθαι πρότερον τοῦ συνέχεσθαι· δεῖ γὰρ ἅψασθαι πρότερον, εἰ συμφύσεται. δῆλον οὖν, ὅτι, ἐν οἷς οὐκ ἔστιν ἁφή, οὐδὲ σύμφυσις ἐν τούτοις ἐστίν. οὐ μέντοι γε ἐν ἅπασιν, ἐν οἷς ἔστιν ἁφή, καὶ σύμφυσις ἤδη γενέσθαι δύναται· καὶ γὰρ τὸν Ἐπειὸν ἅψασθαί φησιν Ὅμηρος τῆς ἡμιόνου, ἀλλὰ συμφυῆναί γε ἡμιόνῳ ἄνθρωπον οὐκ ἐνδέχεται. εἰ τοίνυν ταῦτα ἀληθῆ λέγομεν καὶ οὐ ταὐτὸν τὸ ἐφεξῆς καὶ τὸ ἅπτεσθαι, οὐκ ἂν εἴη ταὐτὸν στιγμῇ μονάς. κατὰ μὲν γὰρ στιγμὴν ἅψασθαι δυνατόν, κατὰ μονάδα δὲ οὐκ ἐνδέχεται, ἀλλ’ ἐν ταῖς μονάσιν τὸ ἐφεξῆς, τὸ δὲ ἅπτεσθαι οὐκ ἔστι· καὶ σημείων μέν ἐστι μεταξὺ γραμμή, μονάδων δὲ οὐδέν, ἀλλ’ οὐδὲ δυάδος καὶ μονάδος. δῆλον οὖν, ὅτι τὸ μὲν ἅπτεσθαι ἐν τοῖς θέσιν ἔχουσιν μόνοις, τὸ δὲ ἐφεξῆς καὶ ἐν τοῖς μὴ ἔχουσι θέσιν, ὥσπερ καὶ τὸ ἐχόμενον.

3. 正如我们所指明的,既然一切变化都在对立者之间,而对立者乃是相反者与矛盾,且矛盾之间没有任何中间,那么显而易见,中间存在于相反者之间。所谓中间,乃是当变化者依照自然连续地变化时,在其到达最后的变化所至之处前本性上先到达之处。中间至少存在于三者之中;因为在两个某些[相反者……有属于]中间者[之物]。而所谓连续地变化,是指无论在时间上还是在其中运动的事物上,都不留下任何间断。例如,有人在歌唱时紧随最低音之后立即发出最高音;此人在时间上没有留下任何间断,但在其中运动的事物上却留下了间断。这在按照处所的变化中更为明显;因为参加五项全能跳远的人并不是连续运动的,因为他们在其中运动的距离中有某一部分留下了间断。抑或这一点不应径直设定?因为若这样,我们甚至不能说竞逐的马匹是在连续运动。毋宁说,连续的运动更应通过时间以及其中没有任何部分被间断来界定,因为就在其中运动的事物而言,或许既可能留下间断,却同样看似连续地变化着;但连续者本身自在而言则必须更精确地界定。因此,既然邻接者比连续者更普遍,而接续者又比邻接者更普遍,就必须首先讲授接续者。彼此接续者,乃是其间没有任何其他同属之物者。因为接续者之间有某种其他的[异属]事物并无妨碍,但同种的事物是不可能的;例如接续的房屋是指其间没有房屋者,[接续的]线是指其间没有线者,[接续的]人是指其间没有人者。接续者总归是某种居于第二位且在某种居于第一位者之后的事物:或者因位置居先,如在诸线或诸房屋的情形中;或者因种居先,正如在单位与二元组的情形中,二元组接续于单位(因为它们之间没有其他数);或者因次序居先:在次序上居先的是叙述的发端,而接续于发端的是叙述;因为它们之间没有任何与它们同种之物。严格意义上的接续者便是如此;但同属而往往非同种者如今也被称为接续的:因为竞赛接续于游行,仙女泉接续于体操馆。另一方面,所谓邻接者,是指除了按照上述方式之一接续于某物之外,其界限还与那一事物的界限聚在一起者。在这些[邻接者]中,有些只是被如此称呼(正如过去的时间相对于未来的[时间]那样),而另一些则确实相接触(正如诸物体那样)。相接触者,乃是其端点聚在一起者,而我所说的端点就是界限。因此,当这两个界限是二时,它们被称为彼此邻接且是接续的,但不再是连续的;而当它自身与接续者的两个界限合而为一时,整体就成为连续的且是一。然而并非所有邻接者都成为连续的,而只有那些本性上适于合而为一者才会如此;因为木头接触石头,但绝不会成为连续的。不可不知的是,严格意义上成为连续者的,唯有其接触产生合生者,如在诸线、嫁接的植物以及时间的情形中;但在人工制作的情形中也会产生某种连续者,例如用榫钉或胶水连接的木头,而这些甚至在严格意义上都不是连续的。因此显而易见,正如我们先前所说,接续在先于邻接;因为邻接者必定是接续的,但接续者并非全都是邻接的。所以接续者在定义上也居先;因为如同属一样,它存在于更多事物中:因为接续也存在于诸数中,但彼此邻接则不存在。同样,邻接在先于连续;因为若要合生,必须先接触。显然,在没有接触的事物中,合生在这些事物中也不存在。然而并非在一切有接触的事物中都能立即发生合生;因为荷马说厄珀奥斯触摸了骡子,但人与骡子合生则是不可能的。因此,如果我们说的这些是真实的,并且接续与接触不是同一回事,那么单位与点就不会是同一的。因为就点而言接触是可能的,但就单位而言接触是不可能的;在单位中存在着接续,但接触则不存在;并且在诸点之间有线,但在诸单位之间没有任何东西,甚至在二元组与单位之间也没有。因此显而易见,接触仅存在于具有位置的事物中,而接续正如邻接一样,也存在于不具有位置的事物中。

语法注3 条
  1. 5.3δυοῖν γάρ τινων * * * τῶν μεταξύ

    底本中标注存在文本脱落(lacuna)之处。根据语境,此处解释为何中间(τὸ μεταξύ)至少涉及三者,逻辑上当补充为在“两类某种[相反者之间存在属于]中间者[的某物]”。在句法上,δυοῖν τινων 为表示相对两极的属格,而 τῶν μεταξύ 则是表示中间成员的部分属格。

  2. 5.3ὃ πρὸς τῷ ἐφεξῆς τινος εἶναι κατά τινα τῶν εἰρημένων τρόπων καὶ ἅμα τὸ πέρας ἔχει τῷ ἐκείνου πέρατι

    邻接者(ἐχόμενον)的定义关系从句。关系代词 ὃ 为主语,介词短语 πρὸς τῷ 接不定词(意为“除了……之外”)构成先行条件,并列连词 καὶ 之后的动词 ἔχει 引入附加规定。ἅμα 作为副词使用,支配与格短语 τῷ ἐκείνου πέρατι(“与其界限”),表示“界限在一起/同时”。

  3. 5.3τούτων δὲ τὰ μὲν λέγεται μόνον, ὡς ὁ παρελθὼν χρόνος τοῦ μέλλοντος, τὰ δὲ καὶ ἅπτεται

    在 τὰ μέν ... τὰ δέ 对偶结构中,λέγεται μόνον(“仅被[如此]称呼”)之后省略了表语补足语(ἐχόμενα),用以对照身体或空间性实际相接触者(καὶ ἅπτεται)。属格 τοῦ μέλλοντος 依附于邻接概念(ἔχεσθαι / ἐχόμενον),表示过去时间相对于未来时间的关系对象属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:172.21-174.16