← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§171.7-172.20

三个范畴中的运动种类与静止的定义

在排除了“运动之运动”的荒谬性之后,特米斯蒂乌斯确定运动仅存在于具有相反性的性质、数量和处所这三个范畴之中,界定了各范畴运动的名称(质变、增长与衰减、位移)以及性质程度变化中的相反性,最后分析了“不动”的多重含义并给出了静止的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2#2

ἔτι ἄλλο τὸ κινούμενον καὶ ἡ κίνησις· ἄλλο γὰρ ὁ ἄνθρωπος καὶ ἡ κίνησις καὶ ἄλλο ἵππος καὶ δρόμος· † ἄλλο ἂν καὶ ἡ κινουμένη κίνησις εἴη κινήσεως, ὥσθ’ ἅμα τε κίνησιν καὶ οὐ κίνησιν * * τὸ γελοῖον φέρεσθαι τὴν ἀλλοίωσιν ἢ τὴν φορὰν ἀλλοιοῦσθαι ἢ τὴν αὔξησιν τούτων θάτερον ὑπομένειν· ταῦτα γὰρ πάντα ἐν ὑποκειμένοις ἑτέροις καὶ οὐδ’ ἔστιν ὅλως καθ’ ἑαυτά, κατὰ συμβεβηκὸς μέντοι μεταβάλλειν τὴν μεταβολὴν καὶ κινεῖσθαι τὴν κίνησιν λέγειν ἐνδέχεται, οἷον, εἰ συμβαίη τινὶ τρέχοντι ὑγιάζεσθαι, λέγοιμεν ἂν τὸν δρόμον ὑγιάσθαι τινὰ μεταβολήν, οὐχ ὅτι ὁ δρόμος αὐτός, ἀλλ’ ὅτι ἄνθρωπος, ᾧ συμβέβηκεν ὁ δρόμος. ἀλλὰ τὰς κατὰ συμβεβηκὸς κινήσεις ἀφεῖμεν πάλαι. φανερὸν τοίνυν, ὅτι κατὰ τρεῖς κατηγορίας μόνας εἰσὶν αἱ κινήσεις, κατὰ τὸ ποιόν, κατὰ τὸ ποσὸν καὶ τὸ ποῦ· καὶ γὰρ ἐναντιώσεις ἔνι τούτων ἑκάστῃ. τὴν μὲν οὖν κατὰ τὸ ποιὸν κίνησιν ἀλλοίωσιν ὀνομάζομεν (λέγω δὲ ποιὸν οὐχ ὡς λέγομεν ποιὸν τὴν ἐν τῇ οὐσίᾳ διαφορὰν, τὸ λογικὸν ἢ τὸ πεζὸν ἢ τὸ πτηνὸν ἢ τὸ ἔνυδρον, ἀλλὰ τὸ κατὰ παθητικὴν ποιότητα μόνην, οἷον ψυχρότητα λευκότητα θερμότητα μελανίαν), τὴν δὲ κατὰ τὸ ποσὸν κίνησιν ἑνὶ μὲν οὐκ ἔχομεν ὀνόματι προσαγορεῦσαι· καθ’ ἑκάτερον δὲ αὔξησις καὶ φθίσις, ἡ μὲν εἰς τὸ πλεῖον μέγεθος αὔξησις, ἡ δὲ ἐκ τούτου φθίσις· ἡ δὲ κατὰ τόπον κίνησις καὶ τὸ κοινὸν καὶ τὸ ἴδιον1 ἀνώνυμος, ἔσται δὲ καλουμένη φορὰ τό γε κοινόν. καίτοι γε οὐκ ἀγνοοῦμεν, ὅτι φέρεσθαι ταῦτα μόνα κυρίως φαμέν, ὅσα μὴ ἐφ’ ἑαυτοῖς ἔχει τὸ στῆναι καὶ ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον, ὥσπερ τὰ ἄψυχα. ἀλλὰ περί γε τῆς ἀλλοιώσεως καὶ τοῦτο μᾶλλον ἐπισκεπτέον, ὅταν εἰς τὸ λευκότερον ἐκ λευκοῦ μεταβάλλῃ τὸ σῶμα ἢ τοὔμπαλιν ἐκ τοῦ μᾶλλον εἰς τὸ ἧττον λευκόν, πῶς ἂν γένοιτο τηνικαῦτα ἐξ ἐναντίων εἰς ἐναντία ἢ καὶ τὸ μᾶλλον λευκὸν καὶ τὸ ἧττον μίξει τῶν ἐναντίων ἐστίν·2 μᾶλλον γὰρ λευκὸν τὸ ἐλάττονος μετέχον μέλανος καὶ ἧττον λευκὸν τὸ πλείονος. ὅταν μὲν οὖν ἁπλῶς εἰς τὸ λευκὸν ἐκ τοῦ μέλανος μεταβάλῃ, ἐκ τοῦ ἁπλῶς ἐναντίου κινεῖται εἰς τὸ ἐναντίον, ὅταν δὲ ἐπὶ τὸ λευκότερον ἐκ τοῦ λευκοῦ, ἐκ τοῦ πως ἐνυπάρχοντος ἐναντίου· τῷ γὰρ ἧττον λευκῷ τὸ μέλαν πως ἐνυπάρχει. ὅτι μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσὶν κατὰ τρεῖς μόνας κατηγορίας, φανερὸν ἐκ τῶν εἰρημένων· ἀκίνητον δὲ λέγεται τό τε ὅλως ἀδύνατον κινηθῆναι, ὥσπερ ὁ ψόφος ἀόρατος καὶ τὸ ἐν πολλῷ χρόνῳ μόλις κινούμενον, ὃ καὶ δυσκίνητον ἄν τις εἴποι, καὶ ὃ βραδέως ἄρχεται τῆς κινήσεως, ὡς λέγομεν ἀοργήτους τοὺς βραδέως ἀρχομένους ὀργίζεσθαι. λέγεται δὲ ἀκίνητον καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δέ, ὅτε πέφυκεν καὶ ὡς πέφυκεν, ὅπερ ἠρεμεῖν καλῶ τῶν ἀκινήτων μόνον. στέρησις γὰρ ἠρεμία κινήσεως· ἡ στέρησις γὰρ τῶν πεφυκότων καὶ ὡς πεφύκασιν.

此外,被运动者与运动也是不同的;因为人与[他的]运动是不同的,马与奔跑也是不同的;[因而]被运动的运动也将不同于[致动的]运动,以至于同时既是运动又不是运动[……]。质变发生位移,或位移发生质变,或增长承受这二者之一,乃是荒谬的;因为所有这些都存在于其他的基体中,根本不是自在存在的;然而,按照偶性说变化发生变化、运动发生运动是可以成立的,例如,假若某个奔跑的人碰巧康复了,我们或许会说这奔跑作为某种变化康复了,但这不是因为奔跑本身[康复了],而是因为奔跑作为偶性所属于的那个人[康复了]。但按照偶性的运动我们早已排除。因此显而易见,运动仅按照三个范畴存在:按照性质、按照数量以及[按照]处所;因为在这些当中的每一个里都存在着相反性。于是,我们把按照性质的运动称为质变(我所说的性质,并不是像我们把实体中的种差——有理性的、陆生的、有翼的或水生的——称为性质那样,而是指仅按照感受性性质的,如冷、白、热、黑);按照数量的运动我们无法用单一的名称来称呼它,但在两个方向上分别有增长与衰减,朝向更大尺度的运动是增长,自此而退的则是衰减;至于按照处所的运动,无论就共通名称还是就专有名称而言都是无名的,但至少共通的会被称为位移。尽管我们并非不知道,严格说来我们只把那些自身不具有静止的能力、且不在处所上自身运动自身之物,比如无灵魂之物,才称为位移。不过关于质变,这一点倒更须进一步考察:当物体从白变化为更白,或者反过来从更白变化为较不白时,在那种情况下怎会是从相反者到相反者,抑或是更白与较不白都是由于相反者的混合?因为更白者是分有较少黑色之物,而较不白者则是分有较多[黑色]之物。因此,当它径直从黑变化为白时,它是从径直相反者运动到相反者;而当它从白变化为更白时,则是从某种程度上内在具有的相反者出发[运动];因为在较不白者中黑色在某种程度上内在具有。因此,从所述的内容来看,只有这三种运动且仅按照这三个范畴,是显而易见的。而“不动的”是指完全不可能被运动之物,正如声音是不可见的一样;也指在长时间中勉强被运动之物(人们也可称之为难以运动的);还指开始运动迟缓之物(正如我们称那些迟缓于发怒的人为无怒一样)。而本来具有运动的天性且有能力运动、但在其本应运动之时且以其本应运动之方式却未被运动之物,也被称为不动的,在这些不动物中唯有此类我称之为“静止”。因为静止是运动的匮乏;因为匮乏属于具有自然本性之物且依其本性之方式而言。

语法注2 条
  1. 5.2καὶ τὸ κοινὸν καὶ τὸ ἴδιον

    限定宾格(关系宾格),修饰形容词 ἀνώνυμος(无名的),意为“无论就共通的(概括性名称)而言还是就专有的(具体名称)而言”。

  2. 5.2ἢ καὶ τὸ μᾶλλον λευκὸν καὶ τὸ ἧττον μίξει τῶν ἐναντίων ἐστίν

    连词 ἤ 紧接在前面的疑问从句(πῶς ἂν γένοιτο...“怎会产生……”)之后,以自问自答的方式提出注释者自己所预设的解答(“抑或是……”)。随后的 γάρ 从句则对此解答提供了论证支持。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:171.7-172.20