← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§169.29-171.7

运动在实体、关系与作用受动中的否定

德米斯提厄斯根据是否存在相反性来考察哪些范畴中能够存在运动,论证了在实体(属于生成灭亡而非运动)、关系(不涉及基体自身的内在变化)以及能动与受动(会导致运动的运动及无穷倒退)这三个范畴中均不存在运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2#1

2. Ἐπισκεπτέον τοίνυν τὰς κατηγορίας ἡμῖν, ἐν ὁπόσοις ἐστὶν ἐναντίωσις· κατ’ ἐκείνας γὰρ μόνας γίνεσθαι τὴν κίνησιν ἀναγκαῖον. πρῶτον τοίνυν κατ’ οὐσίαν οὐκ ἔστι κίνησις· οὐδὲν γάρ ἐστιν ἐναντίον οὐσίᾳ· οὐδὲ γὰρ ἡ στέρησις τῷ εἴδει, τοῦτο γὰρ ἐν τοῖς πρώτοις ἁπλούστερον συνεχωρεῖτο· ἀπουσία γάρ τις ἡ στέρησις καὶ μὴ ὄν, οὐκ ὂν ἐναντίον τῷ ὄντι· τὸ γὰρ ἐκ σπέρματος τὸ ζῷον γίνεσθαι λέγοντας οἴεσθαι τὴν μεταβολὴν ἐξ οὐσίας εἰς οὐσίαν κίνησιν ἐπιδεικνύναι, πάλιν ἐπὶ τὴν γένεσιν καταφερομένων ἐστίν,1 ἣν οὐκ οὖσαν κίνησιν ἀπεδείξαμεν· τί γάρ ἐστι τὸ κινούμενον ἐν τῇ τοιαύτῃ μεταβολῇ· οὐκ ἔσται γὰρ τὸ ζῷον (οὐ γάρ ἔστι πω, γίνεται γάρ) οὔτε τὸ σπέρμα (οὐ γὰρ ὑπομένει· διαφθείρεται γάρ)· πῶς γὰρ ἐναντίον τὸ σπέρμα τῶν ζῴων; ἐξ ἐναντίων δὲ ἡ κίνησις εἰς ἐναντία. ἀλλὰ φήσαι τό〈δε〉 τις ἂν ἴσως ‘ὅταν ὕδωρ εἰς πῦρ μεταβάλλῃ, κίνησις ἂν γένοιτο κατ’ οὐσίαν· ἐξ ἐναντίων γὰρ εἰς ἐναντία’. πρὸς δὲ τοῦτο ὁ μὲν Ἀλέξανδρος ἀντιλέγει ἐνίας μὲν ποιότητας τοῦ πυρὸς ἐνίαις ποιότησι τοῦ ὕδατος ἐναντίας εἶναι διδούς, οἷον τὴν ψυχρότητα καὶ ὑγρότητα τῇ ξηρότητι καὶ θερμότητι, οὐ μὴν αὐτό γε τὸ πῦρ ὅλον τῷ ὕδατι· καὶ γὰρ ἐν ἄλλαις ποιότησιν ἑκατέρῳ τούτων τὸ εἶναι. ἐγὼ δὲ καὶ τὴν ὑπόθεσιν οἶμαι ψευδῆ· πῦρ γὰρ εἰς ὕδωρ μεταβάλλειν ἀμήχανον μὴ πρῶτον εἰς ἀέρα μεταβάλλον, ἅπερ φανερῶς οὐδὲ ἐναντία. τί δὲ ὅλως τὸ κινούμενον ἐν ταῖς τοιαύταις μεταβολαῖς; οὔτε γὰρ τὸ ὕδωρ, ὃ φθείρεται, οὔτε τὸ πῦρ, ὃ μήπω ἐστίν· ὃ δέ ἐστιν μετὰ τὴν κίνησιν κεκινημένον, τοῦτ’ ἦν πρότερον τὸ κινούμενον.2 ὅτι μὲν οὖν κατ’ οὐσίαν οὐκ ἔστι κίνησις, καὶ ἐκ τούτων δῆλον. Ἀλλ’ οὐδὲ κατὰ τὸ πρός τι· μεταπίπτει γὰρ ἄνευ τοῦ γενέσθαι περὶ αὐτὸ καὶ τὴν τυχοῦσαν μεταβολήν· γίνεται γὰρ ὁ κίων δεξιὸς οὐδὲν αὐτὸς μεταβάλλων ἐμοῦ μεταστάντος καὶ τὰ δέκα διπλάσια μηδεμίαν λαβόντα προσθήκην τῶν πέντε αὐτοῖς ἀντιτεθέντων καὶ ἡ πρότασις ποτὲ μὲν ἀληθής, ποτὲ δὲ ψευδὴς τῶν πραγμάτων μεταπιπτόντων, ἃ σημαίνεται ὑπ’ αὐτῆς· τὸ γὰρ ‘ἡμέρα ἐστὶν’ ἀξίωμα τὸ αὐτὸ μὲν καὶ ὡσαύτως ἔχον ἀληθὲς μὲν οὔσης ἡμέρας, ψεῦδος δὲ ἐπιγινομένης νυκτός. εἰ δὲ κίνησις μὲν πᾶσα διά τινος μεταβολῆς καὶ τροπῆς αὐτοῦ τοῦ κινουμένου, τὰ πρός τι δὲ οὐχ οὕτως καὶ προσγίνεται καὶ ἀπογίνεται, οὐκ ἂν δήπου κίνησις εἴη κατὰ τὸ πρός τι. Ἀλλ’ οὐδὲ κατὰ τὸ ποιεῖν καὶ τὸ πάσχειν. τί δήποτε; ὅτι τὸ ποιεῖν ὑπὸ τὸ κινεῖν ἐστιν καὶ τὸ πάσχειν ὑπὸ τὸ κινεῖσθαι, οὔτε δὲ κινεῖν ἔστιν κατὰ τὸ κινεῖν οὔτε ἔτι μᾶλλον κατὰ τὸ κινεῖσθαι·3 καὶ γὰρ εἰπεῖν τοῦτο γελοῖον καὶ νοῆσαι πολλῷ γελοιότερον· Ἀριστοτέλης δὲ καὶ πλείω προσάγει τῇδε τῇ ὑποθέσει τὰ δυσχερῆ. μεταβολῆς γὰρ μεταβολὴν καὶ κινήσεως κίνησιν παραδέχεσθαι πρᾶγμα ἀνεπινόητον παντελῶς. πρῶτον μὲν γὰρ εἰς ἄπειρον βαδιεῖται καὶ ἔσται ἀεὶ ἄλλη πρὸ ἄλλης, ἔπειτα καὶ ἠρεμεῖν οἷόν τε ἔσται τὴν κίνησιν καὶ κινεῖσθαι, ἔπειθ’ ὑποκείμενόν τι καὶ τόδε εἶναι, ὥσπερ τὸ σῶμα κινούμενον ἢ τὴν ψυχήν.

2. 因此,我们必须考察在多少个范畴中存在着相反性;因为运动必然仅按照这些范畴产生。首先,按照实体没有运动;因为没有任何事物与实体相反。匮乏相对于形式也绝非相反;因为这在最初的论述中只是较朴素地被承认;因为匮乏是某种缺失与非存在,并不与存在者相反。因为那些说动物从种子生成的人,自以为证明了从实体到实体的变化是运动,这乃是退回到生成上去的人的做法,而我们已经证明生成并非运动。因为在这样的变化中被运动者究竟是什么呢?既不可能是动物(因为它还不存在,而是在生成中),也不可能是种子(因为它不持存,而是被毁灭了);因为种子怎会与动物相反呢?而运动是从相反者到相反者的。但或许有人会说:“当水变化为火时,就会产生按照实体的运动;因为它是从相反者到相反者的。”对此,亚历山大反驳道,他虽然承认火的某些性质与水的某些性质相反,比如冷与湿相对于干与热,但绝非火本身作为一个整体与水相反;因为它们各自的存在还在于其他的性质。而我认为就连这一假设也是虚假的;因为火若不先变化为空气,就根本不可能变化为水,而这二者显然甚至不是相反者。在这样的变化中,被运动者究竟是什么呢?既不是被毁灭的水,也不是尚不存在的火;而在运动之后“已被运动之物”,正是此前“正被运动之物”。因此,按照实体没有运动,从这些论据来看也是清楚的。 按照关系也没有运动;因为关系无须在其自身周围发生哪怕任何细微的变化就会发生转移。因为柱子自身毫无变化,因我移开位置就变成了在右边的;十并未接受任何增加,因五与它相对立就变成了两倍的;命题随着它所表明的事实的转移,时而为真,时而为假;因为“现在是白天”这一命题本身处于同一且同样的状态,在白天时是真,而在夜晚来临时则是假。而如果说一切运动都是通过被运动者自身的某种变化和变转,而关系者却并非以这种方式产生和消失,那么按照关系显然不可能有运动。 按照能动和受动也没有运动。究竟为什么?因为能动属于致动,受动属于被动,但在致动方面不可能致动,在被动方面更不可能;因为这样说已是荒谬,这样想更是加倍荒谬。亚里斯多德对此假设还提出了更多的困难。因为承认变化的改变和运动的运动,乃是完全不可思议的事情。首先它将走向无穷,永远会有另一个在另一个之前;其次,运动也有可能静止和被运动;再次,〔运动〕将成为某种基体和“某个这个”,就如被运动的身体或灵魂一样。

语法注3 条
  1. 5.2τὸ γὰρ ἐκ σπέρματος τὸ ζῷον γίνεσθαι λέγοντας οἴεσθαι τὴν μεταβολὴν ἐξ οὐσίας εἰς οὐσίαν κίνησιν ἐπιδεικνύναι, πάλιν ἐπὶ τὴν γένεσιν καταφερομένων ἐστίν

    主语是带冠词不定式短语 τὸ ... οἴεσθαι(“……这样认为”),谓语是表示属性或特征的属格结构 καταφερομένων ἐστίν(“属于倒退回……之人的做法”)。λέγοντας 是不定式 οἴεσθαι 的宾格逻辑主语,其后引导从属的宾格不定式从句 ἐκ σπέρματος τὸ ζῷον γίνεσθαι。

  2. 5.2ὃ δέ ἐστιν μετὰ τὴν κίνησιν κεκινημένον, τοῦτ’ ἦν πρότερον τὸ κινούμενον

    关系从句 ὃ ... ἐστιν ... κεκινημένον 作为主句指示代词 τοῦτο 的先行成分。完成时分词 κεκινημένον(“已经运动完毕者/已被运动者”)与现在时分词 τὸ κινούμενον(“正在运动者”)在体貌与时态上的对照,表明了在运动的进行态与完成态中必须存在同一个持续存在的基体这一论证骨架。

  3. 5.2οὔτε δὲ κινεῖν ἔστιν κατὰ τὸ κινεῖν οὔτε ἔτι μᾶλλον κατὰ τὸ κινεῖσθαι

    非人称动词 ἔστιν(=ἔξεστιν,“可能”)支配无冠词不定式 κινεῖν。受 οὔτε ... οὔτε ἔτι μᾶλλον 否定,意为“既不可能在致动方面致动,更不可能在被动方面致动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:169.29-171.7