← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§16.10-17.26

最小肉块与心灵不可彻底分离论

忒密斯提乌斯根据最小肌肉的存在和有限物体分割的限度驳斥了阿那克萨戈拉的万物混杂说,指出心灵试图进行彻底分离的企图是荒谬且徒劳的,并以泥以及气化为水为例揭露了将生成归结为同质部分聚合的错误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#3

δυοῖν τοίνυν ἀναγκαῖον θάτερον, ἢ τὴν ἔκκρισιν ἐπιλείπειν καὶ μηκέτι τὸ λοιπὸν ὕδωρ σάρκα ἔχειν ἐν τῷ συγκρίματι, ἢ ταύτης μὴ παυομένης ἐμπεριειλῆφθαι πεπερασμένῳ μεγέθει (λέγω δὲ τὸ τοῦ ὕδατος) ἄπειρα σαρκία τὸν ἀριθμὸν τὰ ἤδη καὶ ἐνυπάρχοντα·1 τοῦτο γὰρ ὑπεραίρει πᾶσαν θαυματουργίαν. πρὸς δὲ τούτοις εἰ πᾶν μὲν σῶμα ἀφαιρεθέντος τινὸς ἔλαττον ἀνάγκη γίγνεσθαι, τῆς δὲ σαρκὸς ὥρισται τὸ ποσὸν καὶ μεγέθει καὶ σμικρότητι, φανερὸν ὡς ἐκ τῆς ἐλαχίστης σαρκὸς οὐδὲν ἐκκριθήσεται σῶμα· ἔσται γὰρ ἔλαττόν τι τῆς ἐλαχίστης. πῶς οὖν ἅπαν ἐν ἅπαντι; ἢ σμικρολογούμεθα ταῦτα λέγοντες; εἰ γὰρ ἅπαν ἐν ἅπαντι, οὐ σὰρξ ἔσται μόνον ἐν τῇ ἐλαχίστῃ σαρκί, ἀλλὰ καὶ αἷμα καὶ ὀστοῦν καὶ ἐγκέφαλος καὶ πάλιν ἐν ἑκάστῳ τούτων οἷον ἐν τῷ αἵματι σὰρξ ἑτέρα καὶ αἷμα ἕτερον καὶ ὀστοῦν ἄλλο καὶ πρός γε αὖθις ἐν ἑκάστῳ τούτων ὁμοίως τὰ ἄλλα πάντα· καὶ τοῦτο ἔσται ἀπέραντον. καὶ πῶς οὐ πλατὺς ὁ λῆρος ἐν τῷ σμικροτάτῳ σαρκίῳ σάρκα ἄπειρον ὑπάρχειν καὶ ὕδωρ ἄπειρον καὶ γῆν καὶ ἀέρα; καὶ ταῦτα, ὅπερ δὴ καὶ πρόσθεν ἔφην, ὄντα ἤδη καὶ ὑφεστῶτα καθ’ ἑαυτὰ καὶ ἀλλήλων κεχωρισμένα ὃ καὶ μάλιστα ἄτοπον· ἐν ᾧ γὰρ κεχώρισται, πεπεράτωται. ὅρους γὰρ τὰ χωριζόμενα ἀπ’ ἀλλήλων καὶ μεγέθει καὶ τόπῳ λαμβάνει· ἔσονται οὖν κατ’ αὐτὸν αἱ ἀρχαὶ καὶ κατὰ πλῆθος ἄπειροι καὶ κατὰ μέγεθος· τοῦτο δέ ἐστιν ἀπειράκις ἀπείρους εἶναι. εἰ δέ τις βοηθῶν Ἀναξαγόρᾳ τὰς μὲν ἀρχὰς οἴοιτο ἀμίκτους εἶναι, ἐπειδὴ καὶ ἀρχάς, ἐν δὲ τοῖς αἰσθητοῖς καὶ συγκρίμασι πάντα ἐν πᾶσι μεμῖχθαι, μετενεγκάτω τὸν λόγον καὶ ἐπὶ τῶν συγκριμάτων οἷον ὕδατος αἰσθητοῦ· τούτῳ γὰρ δήπουθεν ὁμοίως ἐνυπάρξει σάρξ τε καὶ ὀστᾶ ἄπειρα κεχωρισμένα, συγκεκριμένα ὄντα καὶ ταῦτα ἐκ πάντων· αἰσθητὰ γὰρ καὶ ἐκκρίνεσθαι δυνάμενα, ὥστε καὶ τούτων 〈ἐν〉 ἑκάστῳ πάλιν ἕτερα ὑπάρξαι. οὐ γὰρ δὴ διακριθήσεταί ποτε εἰς τὰς εἰλικρινεῖς καὶ πρώτας ἀρχάς· τοῦτο γὰρ ἡμῖν αὐτὸς ἀμήχανον εἶναι διαμαρτύρεται. πῶς οὖν τοῦτο αὐτὸ πράττειν ὁ νοῦς προθυμεῖται; πῶς δὲ οὐκ ἀνόητος τοῖς ἀδυνάτοις ἐπιχειρῶν; καίτοι τὸ μηδέποτε τὰ ὄντα διακριθήσεσθαι κατὰ τύχην ὀρθῶς φησιν Ἀναξαγόρας· ἀχώριστα γὰρ τὰ συμβεβηκότα τῆς οὐσίας ἐστίν. τί οὖν ἕξει πέρας ὁ φρονιμώτατος νοῦς ἢ ἀνήνυτα μοχθῶν;2 εἴγε μήτε κατὰ ποσὸν διακρίνει ποτὲ τὰς ἀρχὰς (εἰς ἄπειρον γὰρ αὗται διαιροῦνται) μήτε κατὰ τὸ ποιόν (ἀχώριστα γὰρ τῆς οὐσίας τὰ πάθη, οἷον χρώματα λέγω καὶ ἕξεις καὶ τὰ λοιπὰ συμβεβηκότα), ὥστε τὸ μὲν οὐδὲ ἐκεῖνος τῷ νῷ συγχωρεῖ, τὸ δὲ ἡμεῖς διὰ τὸ ἀληθὲς ἀφαιρούμεθα,3 ἐπεὶ καὶ τοῦτο οὐκ ὀρθῶς Ἀναξαγόρας τὸ διὰ τοῦτο οἴεσθαι τὴν σάρκα ἐκ σαρκίων συντίθεσθαι καὶ τὸν χρυσὸν ἐκ χρυσίων, ἐπειδὴ καὶ διαιρεῖσθαι πᾶν ὁμοιομερὲς εἰς ὁμοιομερῆ σμικρότερα ὑπελάμβανεν· εἰ δέ τι φθειρόμενον διαλύεται, ἐξ ἐκείνων γίνεσθαι συντιθέμενον. τοῦτο τοίνυν οὐχ ἱκανὸν πρὸς ἀπόδειξιν· ὁ γὰρ πηλὸς καὶ εἰς πηλοὺς διαιρεῖται καὶ εἰς ὕδωρ καὶ γῆν. πόθεν οὖν ἂν μᾶλλον εἴποις γίγνεσθαι τὸν πηλόν; ἐκ πηλαρίων μικρῶν ἢ μᾶλλον ἐκ γῆς καὶ ὕδατος; ἢ τοῦτο μέν ἐστιν ὄντως γίνεσθαι πηλόν, ἐκεῖνο δὲ μείζω γίνεσθαι; οὐ γὰρ ὡς αἱ πλίνθοι συντιθέμεναι τὸν οἶκον ποιοῦσιν, οὕτως ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ὑδάτια μικρὰ συνιόντα τὸ πᾶν ὕδωρ ἐποίει· τοῦτο γὰρ αὐτοῖς ἡ καλὴ σύγκρισις βούλεται. ἀλλ’ αὐτὸν μὲν ὁρῶμεν εἰς ὕδωρ μεταβαλλόμενον τὸν ἀέρα καὶ ἀλλοιούμενον καὶ τοῦτό ἐστιν ἐξ ἀέρος ὕδωρ γενέσθαι. οὕτω δὲ καὶ Ἐμπεδοκλῆς τὴν γένεσιν κατασκευάζει (κατὰ γὰρ σύγκρισιν καὶ διάκρισιν), ἀλλ’ ὅμως κουφότερα ἁμαρτάνει· πεπερασμένας γὰρ τίθεται τὰς ἀρχάς. ἀλλ’ οὔπω καιρὸς περὶ τούτων.

因此,二者必居其一:要么分离出现穷尽,剩余的水在其复合体中不再含有肌肉;要么,若这一[分离]并不停息,在有限的大小中(我指的是水的大小)便包罗了数目上无限、且已然现实地内在于其中的微细肌肉;因为这超越了一切不可思议的奇事。此外,如果任何物体在被移去某物之后都必然变小,而肌肉的分量在大小和微小两方面都已被限定,那么显然从最小的肌肉中绝不会有任何物体被分离出来;因为若不然,便会有某种小于最小者的东西存在。那么,万物又怎能在万物之中呢?抑或我们说出这些话乃是在拘泥微末?因为如果万物在万物之中,那么在最小的肌肉中就不单有肌肉,还会有血、骨骼和脑,进而在这每一者中,例如在血中又有另一种肌肉、另一种血和另一块骨骼,并且在这每一者中同样又有其余的一切;而这将是漫无边际的。而在极其微细的肌肉中竟存在着无限的肌肉、无限的水、土和气,这怎能不是天大的荒唐?而且正如我前面所说,这些竟是已然存在、各自独立自存并且彼此分离的——而这正是最荒谬之处;因为在它们被分离的意义上,它们已经被限定了。因为彼此分离之物无论在大小上还是在位置上都获得界限;因此照他所说,诸本原在数目上是无限的,在大小上也是无限的;而这无异于是无限倍的无限。 但如果有人为了相助阿那克萨戈拉,认为诸本原由于正是本原是以未被混杂,而在可感觉之物和复合体中则是万物混杂于万物中,那就让他把这一论证转移到诸如可感觉的水这般复合体上吧;因为在其中想必同样会内在有无限且彼此分离的肌肉和骨骼,而它们自身也是由万物所构成的复合体;因为它们也是可感觉的且能够被分离出来的,从而在它们每一者之中又存在别的事物。因为它们绝不可能最终被完全分离成纯粹的第一本原;因为他本人也向我们表明了这是不可能的。那么心灵又怎会热切地企图做这同一件事呢?去尝试不可能之事,又怎能不是愚蠢至极呢?然而,存在之物绝不会完全被分离,阿那克萨戈拉倒是侥幸说对了;因为偶性是不可与实体相分离的。那么,这位最为明智的心灵除了徒劳无益地劳作之外,还能有何种结局呢?既然它无论在数量上(因为它们被无限地分割)还是在性质上(因为诸如我所说的颜色、状态以及其余偶性等受动,是不可与实体相分离的)都绝不能分离诸本原,以至于前者连他本人都未曾许可给心灵,而后者则由我们依据真理予以否定。 再者,阿那克萨戈拉以为肌肉是由微细肌肉合成的、黄金是由微细黄金合成的,其理由是他假定一切同质部分都会被分割成更小的同质部分,且如果某物在毁灭时解体,它也就是由那些东西合成而生成的,这也是不正确的。因此,这并不足以作为证明;因为泥不仅被分割为泥,也被分割为水和土。那么,人们更应当说泥是从何生成的呢?是从微小的泥块,还是更多地从土和水呢?或者说,后者才是真正生成泥,而前者只是变得更大?因为并不是像砖块组合起来构成房屋那样,当水从气中生成时,乃是细小的水珠聚拢构成了整体的水;因为他们那高明的聚合说正是作此图谋的。然而我们看到的却是气本身转变成水并发生质变,而这才是水从气中生成。恩培多克勒也是以这种方式确立生成的(因为它是依照聚合与分离),但他的错误终究要轻一些;因为他将诸本原设定为有限的。不过,现在还不是讨论这些的时候。

语法注3 条
  1. 1.4ταύτης μὴ παυομένης ἐμπεριειλῆφθαι πεπερασμένῳ μεγέθει (λέγω δὲ τὸ τοῦ ὕδατος) ἄπειρα σαρκία τὸν ἀριθμὸν τὰ ἤδη καὶ ἐνυπάρχοντα

    ταύτης μὴ παυομένης 是表示条件的独立属格结构(“若这一[分离]并不停息”)。不定式 ἐμπεριειλῆφθαι 为完成时被动不定式,受前文 ἀναγκαῖον θάτερον, ἢ ... ἤ ...(“二者必居其一:要么……要么……”)支配。其宾格主语为 ἄπειρα σαρκία τὸν ἀριθμόν(“数目上无限的微细肌肉”),后面的定语分词短语 τὰ ἤδη καὶ ἐνυπάρχοντα(“那些已然且现实地内在于其中的”)修饰该主语。

  2. 1.4τί οὖν ἕξει πέρας ὁ φρονιμώτατος νοῦς ἢ ἀνήνυτα μοχθῶν;

    τί ... ἕξει πέρας ἢ ... 是一种反问结构,意为“除了……之外还能有何种结局呢?”(即“除了……之外绝无其他结局”)。连词 ἢ 表示“除……之外”,分词 μοχθῶν 与主语 ὁ φρονιμώτατος νοῦς 一致,表示伴随状态,意为“除了徒劳无益地劳作之外”。

  3. 1.4ὥστε τὸ μὲν οὐδὲ ἐκεῖνος τῷ νῷ συγχωρεῖ, τὸ δὲ ἡμεῖς διὰ τὸ ἀληθὲς ἀφαιρούμεθα

    代词对比用法 τὸ μέν ... τὸ δέ 指代前文所述的两种不可分离性,即数量上的分离(μήτε κατὰ ποσὸν διακρίνει)与性质上的分离(μήτε κατὰ τὸ ποιόν)。前者因其承认无限分割而连阿那克萨戈拉本人也未让心灵实现彻底分离;后者则因偶性不可脱离实体而由作者等人依真理予以否定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:16.10-17.26