- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:168.19-169.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌论证了从单等的非存在产生的生成以及向单等的非存在的灭亡都不是运动。他证明非存在无论依自身还是偶然地都不能运动,从而得出运动并非依矛盾对立发生,而只发生在由肯定所表明的相反者之间。
ἐπεὶ τοίνυν ἅπαν τὸ γινόμενον ἐκ μὴ ὄντος, γίνεται μὲν καὶ τὸ μουσικὸν ἐκ μὴ ὄντος, γίνεται δὲ καὶ τὸ ὕδωρ· ἀλλὰ τὸ μὲν οὐχ ἁπλῶς ἐκ μὴ ὄντος, ἀλλ’ ἐκ τοῦδε μὴ ὄντος, οἷον Καλλίου μουσικοῦ μὴ ὄντος, τὸ δὲ ἁπλῶς ἐκ μὴ ὄντος. καίτοι φαίης ἂν καὶ τὸ ὕδωρ, ὅτι ἐκ τοῦ ἀέρος ὕδατος μὴ ὄντος· ἐκφεύγει δή σε πάλιν ἣν πρόσθεν εἶπον διαφοράν·1 οὐ γὰρ ὑπομένων ὁ ἀὴρ καὶ ὕδωρ γίνεται, ὡς ὑπομένων ὁ Καλλίας καὶ λευκὸς γίνεται. θέα τοίνυν ἄμφω τὰ συμβαίνοντα ἐκ τοῦ λόγου, ἵνα μᾶλλον μάθῃς τὴν διαφοράν· γίνεται Καλλίας ἐκ μὴ λευκοῦ λευκός· ἀλλ’ ὅταν λέγῃς ‘ἐκ μὴ λευκοῦ’, ἐξ ἐρυθροῦ λέγεις ἢ μέλανος ἢ ξανθοῦ· ταῦτα δὲ ἅπαντα ἀντίκειται πρὸς τὸ λευκόν, ἀλλὰ κατάφασις καταφάσει καὶ ὡς ὄντα πρὸς ὄντα καὶ ὡς ὑπάρχοντα πρὸς ὑπάρχοντα. γίνεται καὶ τὸ ὕδωρ ἐκ τοῦ μὴ ὕδατος. ὥσπερ οὖν ἐκεῖ τὸ μὴ λευκὸν ἔδειξα μέλαν ὑπάρχον ἢ φαιὸν ἢ ξανθόν, οὕτω ἐνταῦθα τὸ μὴ ὕδωρ σὺ δήλωσον κατάφασιν ἡμῖν. ‘νὴ Δί’’, εἴποις ἄν, ‘ὅτι ἀήρ· ἐξ ἀέρος γὰρ ὕδωρ.’ ἆρ’ οὖν ὥσπερ τὸ λευκὸν ἢ τὸ ξανθὸν ἦν ἐναντίον τῷ μέλανι, οὕτως ἐπιδείξαις ἂν σὺ τὸν ἀέρα ἐναντίον τῷ ὕδατι; καὶ πῶς; οὐσία γὰρ ἀντίκειται πρὸς οὐσίαν.2 ἐπεὶ τοίνυν ἔμπροσθεν εἰρήκαμεν, ὡς ὅταν ἐξ ὑποκειμένου λέγωμέν τι μεταβάλλειν εἰς ὑποκείμενον, ἢ ἐξ ἀποφάσεως λέγομεν ἢ ἐκ καταφάσεως καὶ τοῦ ἐναντίου, τὸ δὲ ἐκ μὴ ὕδατος οὐ σημαίνει κατάφασιν καὶ ἐναντίον, ἁπλῶς ἂν σημαίνοι τὴν ἀπόφασιν. ἁπλῶς οὖν ἐκ μὴ ὄντος ἡ τοιαύτη γένεσίς ἐστιν (λέγω δὲ ἁπλῶς μὴ ὄντος οὐ τοῦ παντελῶς μὴ ὄντος, ἀλλὰ τοῦ δυνάμει μὲν ὄντος, ὥσπερ λέγομεν ἔχειν τὴν ὕλην), τὸ αὐτὸ δὲ ὁμοίως καὶ ἐπὶ τῆς φθορᾶς, ὅτι καὶ αὕτη παραπλησίως εἰς τὸ μὴ ὂν ἁπλῶς. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, δηλονότι πλεοναχῶς τὸ μὴ ὄν· καὶ γὰρ τὸ οὐ λευκὸν μὴ ὂν καὶ τὸ οὐκ ἄνθρωπος μὴ ὄν· λέγεται δὲ καὶ τὸ ψεῦδος μὴ ὄν, ἀλλὰ τοῦτο μὲν ἀφείσθω· περὶ λόγου γάρ ἐστι σύνθεσιν ἢ διαίρεσιν, τῶν δὲ προειρημένων δυεῖν ποῖον ἂν κεκινῆσθαι λέγοιτο; ἐγὼ δέ φημι τὸ οὕτως μὴ ὄν, ὡς τὸ μὴ λευκόν, ὡς τὸ μὴ ἀγαθόν, οὐχ ὅτι αὐτὸ τὸ μὴ λευκὸν κινεῖται καὶ αὐτὸ τὸ μὴ ἀγαθόν (πῶς γὰρ ἄν, ὃ οὐκ ἔστιν, ὅλως κινεῖσθαι δύναται;), ἀλλὰ Καλλίας ὁ μὴ λευκὸς καὶ Καλλίας ὁ μὴ ἀγαθὸς κινεῖται. οὐκοῦν οὐδὲ ἁπλῶς τὰ τοιαῦτα κινεῖσθαι λέγω, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι τοῖς κινουμένοις συμβέβηκεν, τὸ δὲ μὴ ὕδωρ καὶ τὸ μὴ πῦρ καὶ τὰ οὕτω μὴ ὄντα πῶς ἂν κινοῖτο; ἆρα καθ’ ἑαυτά; καὶ πῶς, ἃ μὴ τάδε ἐστίν; ἀλλὰ κατὰ συμβεβηκός; τίσιν οὖν; κινουμένοις συμβέβηκεν. ἀδύνατον τοίνυν τὰ οὕτω μὴ ὄντα κινεῖσθαι, εἰ δὲ τοῦτο, ἀδύνατον καὶ τὴν γένεσιν κίνησιν εἶναι. οὐκοῦν οὐδὲ κινεῖται οὐδὲ ἠρεμεῖ τὸ μὴ ὄν· οὐδὲ γὰρ ἐν τόπῳ. οὐ μόνον δὲ ἡ γένεσις οὐκ ἔστι κίνησις, ἀλλ’ οὐδὲ ἡ φθορά· κινήσει γὰρ ἢ κίνησίς ἐστιν ἐναντίον ἢ ἠρεμία, εἰ δὲ κίνησις ἡ φθορά, ἡ γένεσις εἴη ἂν ἢ κίνησις ἢ ἠρεμία. συλλογίσασθαι δὴ λοιπὸν ἅπαντα χρὴ τὰ εἰρημένα· πᾶσα κίνησις μεταβολή, πᾶσα μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον ἢ κατ’ ἀντίφασιν, πᾶσα ἄρα κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον ἢ κατὰ ἀντίφασιν. ἀλλὰ μὴν οὐ κατ’ ἀντίφασιν, εἰς ἐναντίον ἄρα ἐξ ἐναντίου. ἐναντία δὲ λέγω τὰ καταφάσει δηλούμενα, οὕτω δὲ ἐπὶ τῶν κινήσεων δηλοῦται καὶ τὰ λεγόμενα κατὰ στέρησιν, τὸ γυμνόν, τὸ ἀγράμματον.
因此,既然凡生成之物皆从非存在生成,有教养的人固然从非存在生成,水也同样生成;但前者并非单纯地从非存在生成,而是从这一个[基体]并非[如此]生成,比如从卡利亚斯并非有教养的生成,而后者则是单等地从非存在生成。尽管关于水你或许也会说,它是从空气并非水而[生成]的;但这显然让你再次遗漏了我之前所说的那种区别;因为空气并不像卡利亚斯持存着并变成白的那样,持存着并变成水。那么,请看该论证所产生的两种推论,以便你更好地明了这一区别:卡利亚斯从非白变成白的;但当你讲“从非白”时,你讲的是从红,或从黑,或从黄;而这一切都与白对立,却是作为肯定与肯定对立,作为存在者与存在者对立,以及作为实在之物与实在之物对立。水也从非水生成。那么,正如在那里我将非白指明为作为实在之物的黑、灰或黄,在这里你也同样向我们把非水表明为一种肯定吧。“以宙斯之名”,你或许会说,“[我表明]它是空气;因为水来自空气”。那么,正如白或黄相对于黑是相反者那样,你难道能证明空气相对于水是相反者吗?又如何可能?因为[若如此]实体就会与实体对立。既然我们之前说过,当我们说某物从基体变化为基体时,我们指的是要么从否定、要么从肯定及相反者变化,而“从非水”并不意味着肯定与相反者,那么它将单等地意味着否定。因此,这般的生成乃是单等地从非存在而来的(我所说的单等非存在并不是完全不存在之物,而是如我们谈及质料的状态那样,在潜能上存在之物),同样的情形也适用于灭亡,即灭亡同样是向着单等非存在的。如果这些事情是这样,显然非存在有着多种意义:因为非白是非存在,非人也是非存在;虚假也被称为非存在,但让这被略去吧,因为这关涉命题的结合或分离;可是在上述两者中,哪一种能被说成已被运动了呢?我所说的是在非白、非善这种意义上的非存在,并不是说非白本身被运动或非善本身被运动(因为不存在之物究竟怎能运动呢?),而是说并非白的卡利亚斯和并非善的卡利亚斯被运动。因此,我并不说此类事物是单等地被运动,而是偶然地被运动,因为它们偶然属于那些被运动者;但非水、非火以及在这般意义上的非存在又怎能被运动呢?是依自身吗?对于非“某个这个”的事物,又如何可能呢?那么是偶然地吗?那么它们又偶然属于哪些被运动者呢?因此,在这般意义上的非存在不可能被运动;而如果这样,生成也不可能是运动。所以非存在既不运动,也不静止;因为它甚至不在空间中。不仅生成不是运动,灭亡也不是;因为运动的相反者要么是运动,要么是静止,但若灭亡是运动,生成就会是[相反的]运动或静止。最后必须把所有说过的话归纳为一个三段论:一切运动皆是变化;一切变化皆是从相反者到相反者,或是依照矛盾对立;因此一切运动皆是从相反者到相反者,或是依照矛盾对立。然而运动绝非依照矛盾对立;因此是从相反者到相反者。我所说的相反者乃是由肯定所表明的事物,而在运动的情形下,按匮乏所言的事物,如赤裸的、目不识丁的,也同样以这种方式[作为肯定]被表明。
- 5.1ἣν πρόσθεν εἶπον διαφοράν
逆同化(attractio inversa)结构。主句动词 ἐκφεύγει 的主语本应为主格 ἡ διαφορά,但先行词受关系代词 ἥν 的宾格影响变为宾格 διαφοράν,并被纳入关系从句中。
- 5.1οὐσία γὰρ ἀντίκειται πρὸς οὐσίαν
针对对话者观点(设想空气相对于水如同白相对于黑那样是相反者)进行归谬的反驳省略表达。它指出了不可能的推论:“因为[若果真如此]实体就会与实体对立”,其立论基于亚里士多德范畴学说中“实体没有任何相反者”这一前提。
