- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:167.3-168.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌排除了偶然变化,专注于依自身的变化,说明其发生于包含中间物的相反者及矛盾对立之间。在四种组合中排除了从非基体到非基体的变化后,他根据肯定与否定确立了三种变化,并深入分析了偶性生成与单等的实体生成之间的差异。
πῶς μὲν οὖν καθ’ αὑτὸ κινεῖται καὶ πῶς κατὰ συμβεβηκὸς καὶ πῶς κατὰ μόριον, καὶ ὅτι ἡ κίνησις οὐκ ἐν τῷ εἴδει ἀλλ’ ἐν τῷ κινουμένῳ, φανερὸν ἐκ τῶν εἰρημένων. τὴν μὲν οὖν κατὰ συμβεβηκὸς μεταβολὴν καταλειπτέον· οὐ γὰρ ἐν ὡρισμένοις ἐστίν, ἀλλὰ πάντα εἰς ἅπαντα μεταβάλλειν δύναται καὶ ταύτῃ, οἷον καὶ τὸ χρῶμα εἰς μέγεθος καὶ τὸ μουσικὸν εἰς μέλαν· ἀεί τε δύναται περὶ ἕκαστον θεωρεῖσθαι τῷ πολλὴ καὶ ἄπειρος εἶναι· εἴποις γὰρ ἂν ἀεὶ τὴν λευκότητα μεταβάλλειν, καὶ ὅταν μεταβαίνῃ τὸ σῶμα καὶ ὅταν ψύχηται καὶ ὅταν ὑγραίνηται καὶ ὅταν καίηται. διὰ ταῦτ’ οὖν ἀφείσθω, λέγομεν δὲ περὶ τῆς καθ’ αὑτὸ μεταβολῆς. αὕτη τοίνυν ἐν ὡρισμένοις· ἀεὶ γὰρ εἰς ἐναντία καὶ ἐξ ἐναντίων καὶ ἐξ ἀντιφάσεως ὅλως· τὸ γὰρ λευκὸν ἐκ μέλανος ἢ ξανθοῦ ἢ ὅλως ἐκ τοῦ οὐ λευκοῦ. καὶ τοῦτο μὲν ἐκ τῆς ἐπαγωγῆς ἂν βεβαιώσαιο. μὴ θορυβείτω δὲ ὑμᾶς, εἰ πρότερον τὰς μεταβολὰς διορίσαντες ἐξ ἀντικειμένου εἰς ἀντικείμενα γίνεσθαι νῦν καὶ μεταξὺ παρειλήφαμεν· χρῆται γὰρ καὶ τούτοις ὡς ἐναντίοις τὰ ἐξ αὐτῶν μεταβάλλοντα· ἐπεὶ γὰρ τὰ μεταξὺ κατὰ μῖξιν τε καὶ κρᾶσίν πως τῶν ἐναντίων, ὅταν εἰς θάτερόν τι τῶν ἐναντίων ἐκ τοῦ μεταξὺ μεταβάλλῃ, οὐ καθὸ τούτου μετέχει, γίγνοιτο ἂν ἡ μεταβολή (οὐδὲ γὰρ εἰς αὐτὸ μεταβάλλει), ἀλλὰ καθὸ τοῦ ἐναντίου·1 ψύχεται γὰρ τὸ χλιαρὸν οὐ καθόσον μετέχει ψυχρότητος, ἀλλὰ καθόσον ἔνεστιν ἐν αὐτῷ καὶ θερμότης. διὸ καὶ τὸ μέσον πρὸς τὰ ἄκρα κἀκεῖνα πρὸς τοῦτο λέγεταί πως ἐναντία, ὡς ἡ μέση βαρεῖα πρὸς τὴν νήτην καὶ ὀξεῖα πρὸς τὴν ὑπάτην καὶ τὸ φαιὸν λευκὸν πρὸς τὸ μέλαν καὶ μέλαν πρὸς τὸ λευκόν. τούτων τοίνυν οὕτως διωρισμένων καὶ πάσης μεταβολῆς ἔκ τινος εἴς τι γινομένης, ὡς καὶ τοὔνομα ἐμφαίνει σαφῶς, τετραχῶς ἂν μεταβάλλοι τὸ μεταβάλλον· ἢ γὰρ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον ἢ ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον ἢ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον ἢ οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον. λέγω δὲ ὑποκείμενον μὲν τὸ καταφάσει δηλούμενον, κατάφασιν δὲ τὸ θερμόν, τὸ ψυχρόν, τὸ μέλαν, τὸ λευκόν, τὸ ὑπάρχον ὅλως. εἰ δὲ τὸ ὑποκείμενον ἡμῖν κατάφασιν σημαίνει, δῆλον ὡς τὸ μὴ ὑποκείμενον ἀπόφασιν ἂν σημαίνοι, ὥστε ἀναγκαῖον τῶν εἰρημένων τρεῖς εἶναι τὰς πάσας μεταβολάς, τὴν μὲν ἐκ καταφάσεως ἀρχομένην εἰς ἀπόφασιν δὲ τελευτῶσαν, τὴν δὲ ἀνάπαλιν, τὴν δὲ ἐκ καταφάσεως εἰς κατάφασιν· ὁ γὰρ λοιπὸς τρόπος ἀδύνατος διὰ τὸ μὴ εἶναι κατ’ ἀντίθεσιν· οὔτε γὰρ ἀντίθεσις τοῦτο (ἀποφάσεις γάρ εἰσιν ἄμφω) οὔτε ἐναντία (καταφάσει γὰρ δηλοῦται τὰ ἐναντία). λέγεται τοίνυν ἐκ μὴ λευκοῦ γίνεσθαι τὸ λευκόν, λέγεται καὶ μὴ ἐξ ὕδατος τὸ ὕδωρ. ἄμφω μὲν οὖν οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον καὶ ἐξ ἀποφάσεως εἰς κατάφασιν, ἀλλ’ ὅρα τὴν διαφοράν· φημὶ γὰρ ἐν τῷ τὸ μὲν λευκὸν οὐχ ἁπλῶς γίνεσθαι2 καὶ τὸ μουσικόν, ἀλλὰ τὸν ἄνθρωπον γίνεσθαι λευκὸν καὶ μουσικόν, τὸ δὲ ὕδωρ ἁπλῶς γίνεσθαι· οὐκ ἔχω γὰρ εἰπεῖν, τί γίνεται ὕδωρ, ὡς εἶχον ἐπὶ τοῦ λευκοῦ καὶ τοῦ μουσικοῦ, ὅτι ὁ ἄνθρωπος ἢ ὅτι Καλλίας, εἰ μή τι ἄρα τὴν ὑποκειμένην ὕλην τοῖς σώμασι·3 ταύτην γὰρ ἂν φαίημεν γίγνεσθαι ὕδωρ, ἀλλ’ οὐκ ἔστιν αὕτη τόδε, ὡς Καλλίας ὁ γινόμενος μουσικὸς καὶ λευκός. ἆρ’ οὖν σοι δοκοῦσιν μηδὲν ἀλλήλων διαφέρειν αἱ δύο γενέσεις ἥ τε τοῦ λευκοῦ καὶ ἡ τοῦ ὕδατος; ἢ διοριζόμενος ἀκριβῶς τὴν μὲν οὐδὲ γένεσιν ἂν εἴποις ἁπλῶς, ἀλλά τινα γένεσιν καὶ τοιάνδε (οὐ γὰρ ὁλόκληρον ποιεῖ τὴν οὐσίαν), τὴν δὲ γένεσιν ἁπλῶς καὶ κυρίως· ὅλον γὰρ γίνεται τὸ ὕδωρ καὶ οὐ γίνεται αὐτὸ ὕδατος ὄντος, οἷον τὸ θερμὸν ἢ τὸ ψυχρὸν ἢ τὸ λευκὸν ἢ τὸ μέλαν.
因此,事物如何依自身运动,如何偶然地运动,以及如何按部分运动,并且运动不在形式中而是在被运动者中,从上述讨论中是清楚的。所以偶然的变化必须被搁置一旁;因为它不在被限定的事物之中,按这种方式一切事物都能变化为一切事物,如颜色也能变化为大小,有教养的人也能变化为黑;而且由于它是繁多且无限的,关于每一事物总能考察到它;因为你大可以说白总是在变化,无论当身体位移时,受冷时,受潮时,还是被燃烧时。因而由于这些缘故,就让它被略去吧,我们来谈论依自身的变化。这一变化乃是在被限定的事物之中的;因为它总是向着相反者并且从相反者而来,总括而言是从矛盾对立而来;因为白来自黑,或来自黄,或总括而言来自非白。这一点人们可以通过归纳来证实。如果我们在之前界定变化是从对立者向对立者产生,而现在又引入了中间物,这不必使你们感到不安;因为从中间物变化的事物把这些中间物也当作相反者来对待;既然中间物由于某种相反者的混合与融合而存在,那么当某物从中间物变化为相反者之一时,变化并不是在它分有此物的限度内产生的(因为它并不向自身变化),而是在它分有相反者的限度内产生的;因为温热之物受冷,并不是在它分有冷性的限度内,而是在热性也存在于其中的限度内。正因如此,中间者相对两端、两端相对中间者,在某种意义上也被称为相反者,正如中音相对于最高音是低沉的,相对于最低音是高亢的,灰色相对于黑是白,相对于白是黑。既然这些已被如此界定,并且如其名称所清晰表明的那样,一切变化都是从某物向某物产生的,那么变化之物便会以四种方式变化:要么从基体到基体,要么从非基体到非基体,要么从基体到非基体,要么从非基体到基体。我所说的基体乃是由肯定所表明之物,而肯定则是热、冷、黑、白,总括而言是实在之物。如果基体对我们而言意味着肯定,那么显然非基体将意味着否定,以至于在所说的方式中,一切变化必然是三种:一种从肯定开始而终结于否定,一种相反,另一种则是从肯定到肯定;因为剩余的一种方式由于不依照对立而不可能;因为这既非对立(因为两者皆是否定),亦非相反(因为相反者是由肯定来表明的)。因此,白被说成是从非白产生的,水也被说成是从非水[产生的]。虽然两者都是从非基体到基体,亦即从否定到肯定,但请看其区别:因为我认为区别在于,白并非单纯地产生,有教养的人亦然,而是人变成了白的和有教养的,然而水则是单纯地产生的;因为我说不出是什么变成了水,像在白和有教养的人上能够说人或卡利亚斯[变成了它们]那样,除非指诸物体的底层质料;因为我们会说正是这质料变成了水,但这并不是一个“这个”,如同变成有教养的和白的卡利亚斯那样。那么,白与水这两种生成,在你看来难道毫无区别吗?还是说,若准确界定,你会说前者甚至不能单纯地被称为生成,而只是某种特定的生成(因为它并不造成完整的实体),而后者则是单纯且本来意义上的生成?因为水是整体生成的,并不是在水已然存在的情况下水自身才产生,如同热、冷、白或黑那样。
- 5.1ἐπεὶ γὰρ τὰ μεταξὺ κατὰ μῖξιν τε καὶ κρᾶσίν πως τῶν ἐναντίων, ὅταν εἰς θάτερόν τι τῶν ἐναντίων ἐκ τοῦ μεταξὺ μεταβάλλῃ, οὐ καθὸ τούτου μετέχει, γίγνοιτο ἂν ἡ μεταβολή (οὐδὲ γὰρ εἰς αὐτὸ μεταβάλλει), ἀλλὰ καθὸ τοῦ ἐναντίου
原因从句 ἐπεὶ γὰρ τὰ μεταξὺ ... 中省略了系动词(ἐστί),意为“既然中间物是由于……”。在主句谓语 γίγνοιτο ἂν ἡ μεταβολή 前,对比了两个表示限制的前置词短语(οὐ καθὸ τούτου μετέχει 与 ἀλλὰ καθὸ τοῦ ἐναντίου)。τούτου 指代变化所向的那个相反者(θάτερον),而 τοῦ ἐναντίου 则指与之相对的另一相反者。
- 5.1φημὶ γὰρ ἐν τῷ τὸ μὲν λευκὸν οὐχ ἁπλῶς γίνεσθαι καὶ τὸ μουσικόν, ἀλλὰ τὸν ἄνθρωπον γίνεσθαι λευκὸν καὶ μουσικόν, τὸ δὲ ὕδωρ ἁπλῶς γίνεσθαι
紧接前文的 ὅρα τὴν διαφοράν(请看其区别),动词 φημί 引出介词短语 ἐν τῷ 连同不定式短语,用以标明差异所在(“我认为区别在于……”)。在不定式短语内部,展开了 τὸ μὲν λευκὸν ... 与 τὸ δὲ ὕδωρ 的对比。
- 5.1εἰ μή τι ἄρα τὴν ὑποκειμένην ὕλην τοῖς σώμασι
承接前文 οὐκ ἔχω γὰρ εἰπεῖν, τί γίνεται ὕδωρ(我说不出是什么变成了水)的例外从句。宾格 τὴν ὑποκειμένην ὕλην 作为省略的表达动词(如 εἴποιμι ἄν)的宾语,补足语义为“除非[说]诸物体的底层质料[变成了水]”。
