- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:165.2-167.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
提米斯蒂乌斯依据《物理学》卷五第一章,阐述了关于推动者、被推动者以及变化终点的三种变化与运动的区分(依自身、偶然、按部分),并论证了运动仅存在于被推动者之中,而不在推动者或终点的形式之中。
1. Ἐπεὶ δὲ τὰ μὲν καθ’ αὑτὰ μεταβάλλει, τὰ δὲ κατὰ συμβεβηκός, τὰ δὲ κατὰ μόριον, ἀνάγκη ταῦτα προδιελέσθαι. τὰ μὲν οὖν κατὰ συμβεβηκὸς μεταβάλλοντα τοιαῦτά ἐστιν, οἷον ὅταν λέγωμεν τὸ μουσικὸν βαδίζειν ἢ ψύχεσθαι ἢ θερμαίνεσθαι· οὐ γὰρ ᾗ μουσικός, ἀλλ’ ᾧ συμβέβηκεν εἶναι μουσικῷ, οὗτος βαδίζει. πάλιν ὁ τόπον ἐκ τόπου,1 κατὰ συμβεβηκὸς δὲ καὶ οὗτος· ἐν ᾧ γάρ ἐστιν, τοῦτο καθ’ αὑτὸ μεταβάλλει. κατὰ μόριον δὲ ταῦτα κινεῖσθαι λέγεται καὶ μεταβάλλειν· ὑγιάζεται γὰρ τὸ σῶμα, ὅτι ὁ ὀφθαλμὸς ἢ θώραξ. καθ’ αὑτὰ δὲ ἐκεῖνα μόνα κινεῖται, ἃ μήτε κατὰ συμβεβηκὸς μήτε κατὰ μόριον μεταβάλλει, ὡς ὁ ἵππος τρέχει καὶ ἅπτεται τὸ ἱμάτιον καὶ θερμαίνεται ὅλον τὸ ξύλον καὶ ὁ ὀφθαλμὸς ὑγιάζεται· οὐ γὰρ πάντα πᾶσαν κίνησιν καθ’ αὑτὸ κινητά, ἀλλὰ τὰ μὲν μεταβαίνει μόνον, ὡς τὰ οὐράνια, τὰ δὲ ἀλλοιοῦται μόνον, ὡς ὁ θώραξ, ὡς ὁ ὀφθαλμός· εἴποις δ’ ἂν καὶ τῶν κινούντων τὰ μὲν κατὰ συμβεβηκὸς κινεῖν, ὡς τὸν μουσικὸν οἰκοδομεῖν, τὰ δὲ κατὰ μέρος, ὡς τὸν ἀλοῦντα κινεῖν τὴν μύλην, τὰ δὲ καθ’ αὑτά, ὅσα κατὰ μηδένα τούτων τῶν τρόπων. πέντε δὲ τούτων περὶ τὰ καθ’ αὑτὰ κινούμενα θεωρουμένων, τοῦ κινοῦντος, τοῦ κινουμένου, τοῦ χρόνου, ἐν ᾧ ἡ κίνησις, ἐξ οὗ μεταβάλλει, εἰς ὅ, ἐν τίνι τούτων ἡ κίνησις; ὅτι μὲν οὖν οὐκ ἐν τῷ κινοῦντι, προαπεδείξαμεν, καὶ ὅτι μηδὲ ἐν τῷ χρόνῳ, ἀλλ’ οὐδ’ ἐξ οὗ γίνεται ἡ μεταβολή, οἷον ὅταν ἐκ λευκοῦ μελαίνηται· οὐδὲ γὰρ ὀνομάζεται ἡ κίνησις ἐξ ἐκείνου, ἀλλ’ ἐκ θατέρου μᾶλλον, εἰς ὃ πρόεισι καὶ μεταβάλλει (οὕτω γὰρ μελαίνεσθαι λέγεται, ὅτι εἰς μέλαν μεταβάλλει), καὶ οὐ λευκαίνεσθαι καίτοι ἐκ λευκοῦ· διὰ τοῦτο γὰρ καὶ ἡ φθορὰ οὕτως ὀνομάζεται, ὅτι εἰς τὸ μὴ ὂν (καίτοι ἐξ ὄντος καὶ ἡ γένεσις εἰς ὄν) καίτοι ἐκ μὴ ὄντος. λείπεται τοίνυν ἐπιζητεῖν, ἐν ποτέρῳ τοῖν δυεῖν ἡ κίνησις, εἴτε ἐν τῷ κινουμένῳ καθ’ αὑτὸ εἴτε ἐν τοῖς εἴδεσι καὶ τοῖς πάθεσιν, εἰς ἃ γίνεται ἡ μεταβολή. ἱκανῶς μὲν οὖν καὶ πρότερον ἐπεδείξαμεν, ὡς ἡ κίνησις ἐν μόνῳ τῷ κινουμένῳ, ἐξήρκει δὲ καὶ τοῦ ὁρισμοῦ τῆς κινήσεως ὑπομνήσαντας ἀπηλλάχθαι (ἔφαμεν γὰρ τὴν κίνησιν ἐντελέχειαν εἶναι τοῦ κινητοῦ), ὅμως δὲ ἄξιον ἐπισκέψασθαι, εἰ ἔστιν ὅλως κίνησις ἐν τοῖς εἴδεσι καὶ τοῖς πάθεσιν ἢ τοῖς τόποις, εἰς ἃ τὰ κινούμενα ἅπαντα κινεῖται. ἀλλὰ περὶ μὲν τῶν τόπων, ὅτι ἀκίνητοι, δῆλόν ἐστιν· μεμνήμεθα γὰρ αὐτῶν τῆς πρὸς τὰ ἀγγεῖα διαφορᾶς. δόξειε δ’ ἂν τὰ πάθη κινήσεις εἶναι οἷον λευκότης μελανία θερμότης ψυχρότης· εἰ δὲ τοῦτο ἀληθὲς ἐπὶ τῶν τοιούτων, ἡ κίνησις εἰς κίνησιν ἂν εἴη μεταβολή. οὕτω δὲ ἔσται τι, καὶ ὅτε μεταβέβληκεν, ἔτι κινούμενον,2 εἴγε εἰς κίνησιν μεταβέβληκεν, ἢ ὅτε γέγονεν ἐν κινήσει, μηκέτι εἶναι κινούμενον. ἀλλὰ δῆλον, ὡς οὐ κατ’ αὐτὰ τὰ πάθη κίνησις, ἀλλὰ τὸ πάσχειν καὶ ἡ κατ’ αὐτὰ μεταβολὴ καὶ οὐχ ἡ λευκότης, ἀλλ’ ἡ λεύκανσις. ὅτι μὲν οὖν οὐ κινεῖται οὐδὲ ἔχει κίνησιν οὐδὲ εἶδος οὐδὲν οὔτε πάθος, δῆλον ἐκ τούτων· κινεῖν δὲ λέγεται ἔνια τῶν εἰδῶν, οἷον ἡ ψυχὴ τὸ ζῷον, ἡ βαρύτης τὸν λίθον, ἀλλ’ ὅμως οὐδὲ ταῦτα κινεῖται καθ’ αὑτά, ἡνίκ’ ἂν εἰς αὐτὰ γένηται ἡ μεταβολή· οὐ γὰρ ἡ βαρύτης πήγνυσι τὴν λιθουμένην ἀναθυμίασιν. εἰ δ’ ἄρα, † κἀκεῖνοι ἤ τινα ἐξ ἀνάγκης. ἀλλ’ ὅτι γε ἡ κίνησις ἐν τοῖς κινουμένοις οὐκ ἐν τοῖς κινοῦσίν ἐστιν, ὁ λόγος ἐξεύρετο. τοῦτο μὲν οὕτως ἡμῖν διωρίσθω· προσθετέον δὲ ἔτι καὶ ταῦτα τοῖς ἄλλως φιλομαθέσιν, ὡς τὸ κατὰ συμβεβηκὸς καὶ τὸ κατὰ μέρος καὶ τὸ καθ’ αὑτὸ καὶ περὶ τούτων λέγεται, εἰς ἃ γίνεται ἡ μεταβολή, οἷον τὸ λευκαινόμενον εἰς τὸ νοούμενον μεταβάλλει κατὰ συμβεβηκός (τῷ γὰρ χρώματι συμβέβηκε τὸ νοεῖσθαι), εἰς δὲ χρῶμα κατὰ μέρος (μέρος γὰρ τοῦ χρώματος τὸ λευκόν)· καὶ εἰς τὴν Εὐρώπην κατὰ μέρος, ὅτι εἰς Ἀθήνας, εἰς μέντοι τὸ λευκὸν χρῶμα ἢ εἰς Ἀθήνας καθ’ ἑαυτό.
1. 既然有些事物依自身而变化,有些偶然地变化,有些则按部分变化,那么就必须预先对这些加以区分。依附偶然变化的事物乃是这样的,例如当我们说有教养的人在行走,或受冷,或受热;因为他并非以其是有教养的人而在行走,而是行走者恰巧具有有教养这一属性。再次,从一处到另一处[移动的人],此人也是偶然地变化的;因为他所处于其中的东西在依自身变化。而事物被说成按部分运动和变化是这样的:身体得以痊愈,是因为眼睛或胸膛[痊愈]。而唯独那些既不偶然也不按部分变化的事物,才是依自身运动的,正如马奔跑,斗篷着火,整根木头变热,眼睛痊愈;因为并非一切事物都能依自身产生一切运动,而是有些仅作位移,如天体,有些仅作性质变化,如胸膛,如眼睛。人们也可以就推动者说,有些是偶然推动的,如有教养的人建房;有些是按部分推动的,如磨面者推动磨盘;有些则是依自身的,即凡不属于上述任何方式的推动者。既然在依自身运动的事物周围可考察这五项——推动者、被推动者、运动在其中发生的时间、它从之变化之物、它变化向之物——那么运动存在于这五项中的哪一项之中呢?运动不在推动者之中,我们此前已经证明了;而且它也不在时间之中,甚至也不在变化从之产生的起点之中,例如当某物从白变黑时;因为运动并非由前者来命名的,而是宁可由运动向之前进并变化的另一方[终点]来命名的(实际上,被称为变黑,是因为它向黑变化),而并不被称为变白,尽管它是从白而来;正因如此,消灭也被如此命名,因为它是向非存在[的变化](尽管是从存在而来,正如生成即使是从非存在而来,也是向存在[的变化])。因此剩下的就是探究运动在这两者中的哪一方:是在依自身被推动者之中,还是在变化向之产生的诸形式与诸受动之中。我们此前已经充分表明,运动仅仅在被推动者之中,并且只要唤起对运动定义的记忆就足以了结此问题(因为我们曾说运动乃是能动者的现实态),但尽管如此,依然值得考察:在一切运动之物向之运动的诸形式、诸受动或诸处所之中,究竟是否存在运动。关于诸处所,它们是不动的,这是显然的;因为我们记得它们与容器的区别。然而诸受动似乎可能是运动,如白、黑、热、冷;但如果在这些事物上这是真的,那么运动就将是向运动的变化。这样一来,若某物确实变化成了运动,那么即便当它已经完成变化时,它仍将处于运动之中,或者当它进入运动之中时,它将不再处于运动之中。然而显然,并非依照受动本身而言有运动,而是遭受受动以及依照受动的变化才是运动,并且运动并非白,而是变白。因此,没有任何形式也没有任何受动在运动或拥有运动,这从上述讨论中是清楚的;虽然有些形式被说成能推动,例如灵魂推动动物,重性推动石头,但即便如此,当向着它们自身的变化发生时,它们自身也并不依自身运动;因为并不是重性使化为石头的散发物凝固。即使确实如此,† 那些人或某些必然地。但是,运动存在于被推动者之中而不在推动者之中,这一道理已经被探明了。就让我们这样来界定此事;然而对于那些在其他方面好学的人,还必须补充以下一点,即偶然、按部分和依自身,也是就变化向之产生的事物而言的:例如,正在变白之物偶然地向被思想之物变化(因为被思想恰巧属于颜色),按部分向颜色变化(因为白是颜色的一部分);并且按部分向欧洲[变化],因为它是向雅典[变化],然而向白颜色或向雅典[变化],则是依自身的。
- 5.1ὁ τόπον ἐκ τόπου
省略了谓词动词或分词的椭圆结构,意为“从一处到另一处[移动的人]”。从后文解释“他所处于其中的东西(如船或容器)在依自身变化”可知,此指因所乘坐之物运动而附带位移的人。
- 5.1ἢ ὅτε γέγονεν ἐν κινήσει, μηκέτι εἶναι κινούμενον
带不定式的宾格结构(μηκέτι εἶναι...)作为由前述 ἔσται 所引出的结果性并列分句。它指出了假定受动即是运动时产生的荒谬后果:一旦某物进入了运动(作为终点),它反而将不再处于运动之中。
