- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:162.17-164.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在考察博埃托斯提出的关于时间是否仅为灵魂意念的疑难后,特米斯蒂乌斯阐明了时间如何通过至均匀的天球周转及其对应单位(时、日、月、年)进行相互度量。
οὕτως δὲ καὶ αὐτὸς ὀνομάζει τὸν χρόνον τῆς κινήσεως· ἀμήχανον γὰρ ταὐτὸν καὶ ἓν κατ’ ἀριθμὸν ὑπάρχειν πλείοσιν. οὕτως γὰρ ἂν ἓν ἅμα καὶ οὐχ ἓν γενήσεται· ὡς, εἰ πλείω τὰ νῦν ἐπὶ τῶν πλειόνων κινήσεων, ἐπὶ τῶν ἅμα τὰ ἅμα, πρᾶγμα οὐδ’ εἰς ἐπίνοιαν ἐλθεῖν δυνάμενον·1 εἰ δὲ μή, ταὐτὸν οὐδέν ἐστι τῆς κινήσεως ὁ χρόνος· οὐδὲ γὰρ ἐκεῖνο ἔχοι ἄν τινα λόγον, ὅτι ὥσπερ τὸ ἀριθμούμενον ταὐτὸν ἐν τοῖς δέκα ἵπποις καὶ τοῖς δέκα προβάτοις, οὕτως καὶ ἐν ταῖς κινήσεσιν· οὐδὲ γὰρ ταὐτὸν τὸ ἀριθμούμενον, εἰ μὴ τῷ λόγῳ μόνον, ὅτι [ὅπερ] ἄμφω δέκα, ὅπερ ἡμετέρα ἐπίνοια καὶ θεωρία τοῦ ἐν τοῖς διαφέρουσιν ὁμοίως· ὑπόστασις δὲ οὐδεμία καθ’ ἑαυτήν. τοῦτο δὲ ἐπὶ τοῦ χρόνου πῶς εὔλογον ἔννοιαν εἶναι τῆς ἡμετέρας ψυχῆς τὸν χρόνον, φύσιν δὲ οἰκείαν μὴ ἔχειν, ὥσπερ ἔοικεν ἐνδώσειν Ἀριστοτέλης, ὅταν συγχωρῇ μὴ οὔσης ψυχῆς μηδὲ τὸν χρόνον ὑπάρχειν, ἐπεὶ καὶ τὸ μέτρον καὶ τὸ ἀριθμὸν λέγειν τὸν χρόνον τοιαύτην ἐστὶν ἐπίνοιαν ἐνδιδόντος.2 ὥσπερ γάρ φησι Βοηθός, οὐδὲν μέτρον ὑπὸ τῆς φύσεως γίνεται, ἀλλ’ ἡμέτερον ἤδη καὶ τὸ μετρεῖν καὶ τὸ ἀριθμεῖν ἔργον ἐστίν. ταῦτα μὲν οὖν ἐξετάζειν πολλάκις τε χρῆν καὶ ἀβασανίστως μὴ παραδέχεσθαι, ἀλλ’ ἐπειδὴ μετρεῖται ἕκαστον τῶν μετρητῶν ἑνὶ συγγενεῖ, μονάδες μονάδι, γραμμαὶ γραμμῇ, μετρητόν τε καὶ ὁ χρόνος, δῆλον ὡς καὶ ὁ χρόνος ἂν ὑπό τινος ὡρισμένου χρόνου μετροῖτο. τίς οὖν οὗτος, ἐπισκεπτέον. φανερὸν τοίνυν, ὅτι καὶ οὗτος κινήσεώς τινος ἔσται μέτρον. πᾶς γὰρ χρόνος μέτρον κινήσεως· εἰ δὴ λάβοιμέν τινα κίνησιν, ἣ τῶν ἄλλων κινήσεων ἔσται μέτρον, δῆλον ὅτι καὶ ὁ ταύτης χρόνος τοῦ χρόνου μέτρον φανήσεται. τίς οὖν αὕτη ἡ κίνησις; ἀλλοίωσις μὲν οὖν ἢ αὔξησις ἢ γένεσις οὐ πάντη εἰσὶν ὁμαλεῖς, φορὰ δέ ἐστι καὶ φορᾶς ἡ τοῦ παντὸς κυκλοφορία, ἅμα δὲ καὶ γνωριμώτατος ὁ ταύτης ἀριθμός. αὕτη ἄρα μέτρον ἐστὶν τῶν κινήσεων, μέτρον δὲ γίνεται ἀριθμηθεῖσα ὑπό τινος χρόνου καὶ γενομένη τοσήδε· ὁ γὰρ ἐνιαυτὸς καὶ ὁ μὴν καὶ ἡ ἡμέρα χρόνου τε ὀνόματα καὶ ὅροι τοσῆσδε κινήσεως, οἷον ἡ ὥρα χρόνος † χρόνος μέν ἐστιν, ὁρίζεται δὲ τοσήνδε κίνησιν τῆς περιφορᾶς τοῦ παντὸς καὶ τοῦ ἡλίου, ὁρίσασα δὲ μέτρον αὐτὴν πασῶν εἶναι ἐποίησε τῶν κινήσεων· καὶ οὐ μόνον τῶν κινήσεων, ἀλλὰ καὶ τοῦ χρόνου τοῦ πλείονος. αὐτὸς γὰρ μετρεῖ τὸν χρόνον∙ μέτρον γὰρ ἡ μὲν ὥρα τῆς ἡμέρας, ἡ δὲ ἡμέρα τοῦ μηνός, ὁ δὲ μὴν τοῦ ἐνιαυτοῦ, αὐτὸν δὲ ἀντιμετρεῖ πάλιν ἡ τοσήδε περιφορά.3 τοῦτο δὲ καὶ ἐκ τῆς ἐναργείας δῆλόν ἐστιν. χρόνου μὲν γὰρ μέτρα ἐνιαυτοὶ μῆνες ἡμέραι ὧραι, ταῦτα δὲ τοσαίδε κινήσεις τῆς τοῦ ἡλίου περιφορᾶς. οὐκ ἀλόγως οὖν ἔδοξέ τισι χρόνον εἶναι τὴν κίνησιν τῆς περιφορᾶς τοῦ οὐρανοῦ, ὅτι ταύτῃ μετροῦνται αἱ ἄλλαι κινήσεις καὶ τῷ αὐτῆς χρόνῳ. πόσον χρόνον τὸ Ἴλιον ἑάλω; δέκα ἔτεσι, τοῦτο δέ ἐστι τοσαίδε περιφοραὶ τοῦ ἡλίου. διὰ τοῦτο δὲ καὶ τὸ εἰωθὸς λέγεσθαι οὐ φαύλως λελέξεται κύκλον εἶναι τἀνθρώπεια πράγματα, τοῦτο δέ, ὅτι πάντα χρόνῳ κρίνεται καὶ λαμβάνει ἀρχὴν καὶ τελευτήν, ὥσπερ κατά τινα περίοδον τοῦ χρόνου· ὁ δὲ χρόνος κύκλος εἶναι δοκεῖ, διότι τοιαύτης φορᾶς ἐστι μέτρον καὶ ἀντιμετρεῖται ὑπ’ αὐτῆς, οὐδὲν δὲ ἄλλο δοκεῖ εἶναι τὸ μετρούμενον ἢ πολλὰ μέτρα, οἷον πολλοὶ πήχεις τὸ στάδιον.
而且他自己也将时间称作运动的[变容];因为在数目上同一且为一的事物,绝不可能属于多个事物。因为这样一来,它将同时成为一且不为一;正如在多个运动中有多个“现在”,同时的运动有同时的“现在”一样——这是一件甚至不可能进入思虑的事情;若非如此,时间就决不是运动的同一之物。因为那种说法也没有任何道理,即认为正如在十匹马和十只羊中被数之物是同一的,在诸运动中也是如此;因为被数之物若非仅仅在定义上,由于两者都是十,就决不是同一的,而这不过是我们对在相异之物中同样存在者的思虑与观照而已,它本身没有任何实在性。然而在时间的事情上,若说时间是我们灵魂的观念,并且没有自身的自然本性,这又如何合情合理呢?正如亚里士多德在承认如果没有灵魂、时间也就不存在时似乎不得不妥协的那样,因为将时间称作度量与数目,正是暗示了这样一种思虑。正如博埃托斯所说,没有任何度量是由自然生成的,而度量和计数完全是我们自身的工作。 因此,这些事情理应反复审察,不可不加检验地予以接受。但是,既然每一个被度量之物都是由一个同类的东西来度量的,单子由单子度量,线由线度量,而时间也是一种被度量之物,那么显然时间也会被某种确定的时间所度量。那么这[确定的时间]究竟是什么,必须予以考察。显然,这也将是某种运动的度量,因为一切时间都是运动的度量;因此,如果我们采纳某种将成为其他运动之度量的运动,显然这种运动的时间也将显现为时间的度量。那么这种运动是什么呢?性质变化、生长或生成并非在各方面都是均匀的,而位移是均匀的,在位移中全宇宙的圆周运转是均匀的,同时这种运转的数目最为人熟知。因此,这才是诸运动的度量,并且它是通过被某种时间所计数并成为如此之大,才成为度量的;因为年、月、日既是时间的名称,也是如此之多的运动的界限,正如一小时是时间,但它规定了全宇宙与太阳周转的如此之多的运动,并在规定之后使这[周转]成为一切运动的度量;而且不仅是一切运动的度量,也是更大时间的度量。因为它自身度量着时间;因为小时是一日的度量,日是一月的度量,月是一年的度量,而如此之多的周转又反过来相互度量着它。这一点从明晰的事实中也是显然的;因为年、月、日、小时是时间的度量,而这些不过是太阳周转的如此之多的运动。因此,有人认为时间就是诸天周转的运动,这并非毫无道理,因为其余的运动正是被它以及被它的时间所度量的。特洛伊是在多少时间内被攻陷的?在十年内,而这就是太阳的如此之多次周转。正因如此,人们习常所说的“人事乃是一个圆环”,绝非妄言,这是因为万物皆由时间所裁定,并仿佛依循时间的某种周期而获得开端与终结;而时间之所以看起来是一个圆环,是因为它是这种位移的度量,并被这种位移反过来相互度量,而被度量之物看起来无非就是许多度量单位,正如斯塔德跑道是许多肘长一样。
- 4.14ὡς, εἰ πλείω τὰ νῦν ἐπὶ τῶν πλειόνων κινήσεων, ἐπὶ τῶν ἅμα τὰ ἅμα, πρᾶγμα οὐδ’ εἰς ἐπίνοιαν ἐλθεῖν δυνάμενον
在由连词 ὡς 引导的条件从句 εἰ πλείω ... 中,主句动词(如“将同时产生多个时间”)被省略。句末的同位语短语 πρᾶγμα οὐδ’ εἰς ἐπίνοιαν ἐλθεῖν δυνάμενον 用以指称并评价前述“同时存在多个现在”这一荒谬推论。
- 4.14ἐπεὶ καὶ τὸ μέτρον καὶ τὸ ἀριθμὸν λέγειν τὸν χρόνον τοιαύτην ἐστὶν ἐπίνοιαν ἐνδιδόντος
属格分词 ἐνδιδόντος 并不与前面的任何名词一致,而是作为表征性/所有性属格,与作为主语的不定词从句 τὸ ... λέγειν 构成谓词结构,意为“将时间称作度量与数目属于/是暗示此种观念之人的特征”。
- 4.14αὐτὸν δὲ ἀντιμετρεῖ πάλιν ἡ τοσήδε περιφορά
动词 ἀντιμετρέω 意为“相互度量”或“反过来度量”。针对前文“时间度量运动”的关系,此处指天体的特定周转运动反过来度量时间单位,体现了时间与运动之间的相互规定与相互度量关系。
