← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§161.7-162.17

同时性诸运动中时间的单一性及相关疑难

德米斯提乌斯论证了由于“现在”在数目上的单一性,多个同时发生的运动并不会产生多个时间,随后针对亚里士多德的学说提出了若干疑难,探讨质变等运动中较先与较后的来源以及时间似乎独立于运动的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.14#2

καὶ τῶν ζῴων δὲ ἡ κίνησις ψυχῆς ἔργον ἐστίν, πάσης δὲ κινήσεως ἀριθμὸς ὁ χρόνος· πᾶσα γὰρ κίνησις ἔχει καὶ τὸ πρότερον καὶ τὸ ὕστερον, εἴγε συνεχὴς καὶ μία οὐ μόνον ἡ κατὰ τόπον φορά, ἀλλὰ καὶ αὔξησις καὶ φθίσις καὶ γένεσις καὶ ἀλλοίωσις. πῶς οὖν οὐχ ἅμα πλείους οἱ χρόνοι, ὅταν ἅμα πλείους κινήσεις; εἴγε πάσης κινήσεως ἀριθμὸς ὁ χρόνος ἢ τὸ νῦν ταὐτὸν ἐν πάσαις καὶ ἓν κατ’ ἀριθμόν,1 κἂν ἡ μὲν φορά, ἡ δὲ ἀλλοίωσις ᾖ. τὸ δὲ νῦν ἐστιν ἐν πάσαις τὸ ἀριθμούμενον καὶ τὸ πρότερόν τε καὶ ὕστερον λαμβανόμενον, ὥστε εἰ τοῦτο ταὐτὸν ἐν πάσαις, εἰκότως ὁ αὐτὸς ἐν πάσαις ὁ χρόνος. εἰ μὲν γὰρ ἄλλως συμβεβηκὸς ἦν ταῖς κινήσεσιν ὁ χρόνος, εὐλόγως ἂν ἐκείναις συνδιῃρεῖτο· ὥσπερ γὰρ τὸ λευκὸν ἢ μέλαν τοῖς σώμασιν· ἐπειδὴ δὲ καὶ τὸ ἀριθμούμενον αὐτῶν ἐστιν καὶ τὸ ποσόν, οὐδὲν κωλύει τοῦτο ταὐτὸν εἶναι καὶ ἓν ἐν τοῖς πλείοσιν. ὥσπερ δὲ καὶ ἐπὶ τοῦ μοναδικοῦ ἀριθμοῦ ταὐτόν ἐστιν οἶμαι τὸ ἀριθμούμενον, κἂν πλείω τὰ ἀριθμητὰ καὶ διαφέροντα ἀλλήλων ὑπάρχωσιν (οἱ μὲν γὰρ κύνες, οἱ δὲ ἵπποι, ἑκάτεροι δὲ ἑπτά, ταὐτὸν τὸ ἀριθμούμενον), οὕτως δὲ καὶ τῶν κινήσεων τῶν ἅμα ὁ αὐτὸς χρόνος, ἀλλ’ οὐχ ἡ αὐτὴ ταχυτής, οὐδὲ ὁ αὐτὸς τόπος· οὐ γὰρ δὴ κατὰ ταὐτὰ ἀριθμούμενοι τὸν χρόνον ποιοῦσι,2 λέγω δὲ τάχος ἢ βραδυτῆτα ἢ διαφοράν τινα ἑτέραν, οἷον εἰ ἡ μὲν ἀλλοίωσις, ἡ δὲ φορά, ἡ δὲ αὔξησις εἴη, ἀλλὰ κατὰ μόνον τὸ πρότερον καὶ ὕστερον, ὅπερ ταὐτὸν ἐν πάσαις ταῖς ἅμα. ἃ μὲν οὖν Ἀριστοτέλης φησί, ταῦτά ἐστιν· ἃ δ’ ἄν τις ἀπορήσειε πρὸς τὰ εἰρημένα, εἰς κοινὸν προκείσθω σκοπεῖν. Εἰ τὸ πρότερον 〈τε καὶ ὕστερον〉 πρῶτόν ἐστιν ἐν τῷ μεγέθει καὶ τῷ διαστήματι, ἐφ’ οὗ ἡ κίνησις, εἶθ’ οὕτως ἐν τῷ χρόνῳ, πῶς ἐπὶ τῆς αὐξήσεως καὶ τῆς ἀλλοιώσεως τὸ πρότερόν τε καὶ ὕστερον; οὐ γὰρ ἐν διαστήματί γε αὗται, οὐδὲ ποθέν ποι [ἄλλο], ἀλλὰ ὁλόκληρον τὸ σῶμα θερμαίνεται κατ’ ὀλίγον καὶ ὁλόκληρον αὐξάνεται. πόθεν οὖν ἐπὶ τούτων ἕξει τὸ πρότερόν τε καὶ ὕστερον ὁ χρόνος, ὥσπερ ἐπὶ τῆς φορᾶς ἐκ τοῦ διαστήματος καὶ τῆς θέσεως; πῶς δὲ μὴ ἔχων παρ’ αὐτῶν τὸ πρότερον τε καὶ ὕστερον τὸν ἀριθμὸν αὐτῶν ἕξει; ἀλλ’ ἴσως ἐπὶ μὲν τῆς αὐξήσεως ἐξείποι τις ἂν εἶναι τὸ ποθέν ποι· ἀπὸ γὰρ τοῦ ἐλάττονος εἰς τὸν μείζονα τόπον ἡ μεταβολή· ἐπ’ ἀλλοιώσεως δὲ καὶ γενέσεως καὶ φθορᾶς τί ἐροῦμεν; ἄντικρυς γὰρ ἐπὶ τούτων ἐξ αὑτοῦ τὸ πρότερόν τε καὶ ὕστερον ὁ χρόνος οἴσει. ἢ τοίνυν μόνην μετρεῖ προηγουμένως τὴν κατὰ τόπον κίνησιν, ἢ εἰ καὶ τὰς ἄλλας προηγουμένως, οὐδὲν προσδεῖται τοῦ τῇ θέσει προτέρου τε καὶ ὑστέρου. ἔπειτα εἰ κοινὸς πάσης κινήσεως ἀριθμός, ὁ χρόνος φαίνεται οὐ παρὰ τῆς κινήσεως τὸ εἶναι ἔχων· εἰ γὰρ μὴ παρὰ τῆσδε ἢ τῆσδε, οὐδὲ παρὰ κινήσεως ὅλως· ἄτοπον γὰρ τὸ λέγειν, ὅτι τὸ πρότερον τε καὶ ὕστερον ταὐτὸν ἐν πάσαις κινήσεσιν· αὐτὸ γὰρ τοῦτο ζητητέον ἐστί, πῶς ταὐτὸ τὸ νῦν, πότερον γένει ἢ εἴδει ἢ ἀριθμῷ. εἰ μὲν γὰρ γένει ἢ εἴδει, πλείω δήπου κατ’ ἀριθμόν· εἰ δὲ ἓν ἀριθμῷ, πῶς τῶν κατ’ ἀριθμὸν διαφερόντων ἓν κατ’ ἀριθμὸν πάθος;3

而动物的运动也是灵魂的作用,并且时间是一切运动的数目;因为一切运动都具有较先与较后,只要不仅空间位移,而且生长、衰减、生成与性质变化也是连续且单一的。 那么,既然一切运动的数目都是时间,为何当有多个运动同时发生时,却没有多个时间同时存在?还是说,这是因为即便一个是位移而另一个是性质变化,“现在”在所有运动中也是相同且在数目上为一的?而“现在”在所有运动中都是被数之物,并且被把握为较先与较后,因此如果这在所有运动中是相同的,时间在所有运动中自然也就是相同的。因为如果时间是以别的方式偶性地属于诸运动,它自然会随它们一同被划分,正如白或黑属于物体那样;但既然它既是它们的被数之物又是其量度,那么这在多个事物中是同一且为一的,便毫无阻碍。正如我认为在单子式的数目中,即使可数之物有多样且彼此不同,被数之物也是相同的(因为一部分是狗,另一部分是马,而各为七只,被数之物是相同的),同样,对于同时发生的诸运动而言,时间是相同的,尽管速度并不相同,处所也不相同;因为[人们]绝非通过依相同的属性——我指的是较快或较慢或某种别的差异,例如一个是性质变化,另一个是位移,再一个是生长——进行计数来产生时间,而仅仅是依较先与较后[进行计数来产生时间],而较先与较后在所有同时的运动中是相同的。以上便是亚里士多德所说的内容;但人们可能对上述说法提出的疑难,且摆在公议之列供共同考察。 如果较先〈与较后〉原初地存在于运动所经的量度与间距之中,然后才以此方式存在于时间之中,那么在生长与性质变化中,较先与较后又是如何存在的?因为这些运动并不在间距之中,也不是从某处向某处[的变化],而是整个身体渐渐变热,整个身体发生生长。那么在这类运动中,时间究竟从何处获得较先与较后,正如在位移中从间距和位置获得那样?而且如果不从它们获得较先与较后,时间又如何能具有它们的数目?不过也许有人会就生长而言说,它是从某处向某处,因为变化是从较小的处所到较大的处所;但对于性质变化、生成与消灭,我们将说什么呢?因为在这些运动中,时间显然将凭自身带来较先与较后。因此,要么它原本地仅仅度量空间运动;要么如果它也原本地度量其余运动,它就根本不需要位置上的较先与较后。其次,如果时间是一切运动的共通数目,它看起来便不是从运动获得其存在的;因为如果不是从这个或那个特定运动获得,也就根本不是从运动获得;因为主张较先与较后在一切运动中都是相同的乃是荒谬的;因为这正是需要探究的:“现在”究竟如何是相同的,是在属上、在种上,还是在数目上?因为如果是在属上或种上,它们在数目上显然是多个;但如果是数目上为一,对于在数目上相异的事物而言,如何在数目上[存在]单一的受动?

语法注3 条
  1. 4.14ἢ τὸ νῦν ταὐτὸν ἐν πάσαις καὶ ἓν κατ’ ἀριθμόν

    连词 ἤ 引入了对前文修辞性疑问(πῶς οὖν οὐχ ἅμα πλείους οἱ χρόνοι...)的自问自答式解决方案(“还是说……”)。尽管句尾可标为疑问符,但实质上是在提出亚里士多德的解答。

  2. 4.14οὐ γὰρ δὴ κατὰ ταὐτὰ ἀριθμούμενοι τὸν χρόνον ποιοῦσι

    阳性复数分词 ἀριθμούμενοι 与限定动词 ποιοῦσι 的主语一致,以中动态(“通过为自己计数”)统指一般的计数主体(人或灵魂)。主语在文脉中承前省略而得以补出。

  3. 4.14πῶς τῶν κατ’ ἀριθμὸν διαφερόντων ἓν κατ’ ἀριθμὸν πάθος

    省略系动词(如 ἐστίν)的紧缩疑问句。属格短语 τῶν κατ’ ἀριθμὸν διαφερόντων 作所有或所属属格(“属于在数目上相异的事物”),主格 ἓν κατ’ ἀριθμὸν πάθος 作主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:161.7-162.17