← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§159.20-161.7

时间中的运动与无灵魂时时间的不可能性

忒弥斯修通过较快较慢以及较先较后的规定,论证了一切运动都在时间之中,并根据时间与运动的关联解释了为何时间似乎无所不在。随后他探讨了若无计数的灵魂(理智),时间是否还能存在,反驳了波埃图斯的看法,得出若无灵魂则时间(乃至最终源于圆周运动的运动本身)不可能存在的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.14#1

14. Τούτων δὲ ἡμῖν οὕτω διωρισμένων φανερόν, ὅτι πᾶσα μεταβολὴ καὶ πᾶν τὸ κινούμενον ἀνάγκη κινεῖσθαι ἐν χρόνῳ· τὸ γὰρ θᾶττον καὶ τὸ βραδύτερον κατὰ πᾶσάν ἐστι μεταβολήν, τὸ δὲ θᾶττον οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πρότερον μεταβάλλον εἰς τὸ ὑποκείμενον· λέγω δὲ ὑποκείμενον, εἰς ὃ ἡ κίνησις γίνεται, οἷον τόπον ἢ σχῆμα ἢ πάθος. ἵνα γὰρ σαφέστερον εἴπωμεν, ἐπὶ τῆς κατὰ τόπον φορᾶς, ὅταν τὸ ἴσον διάστημα δύο τινὰ κινῆται κίνησιν ὁμαλήν, θᾶττον λέγεται κινεῖσθαι τοῦτο, ὃ πρότερον διέξεισι τὸ διάστημα. δεῖ δὲ καὶ τὸ διάστημα ταὐτὸν ὑποκεῖσθαι τοῖς κινουμένοις, οἷον εὐθεῖαν ἢ περιφερῆ γραμμὴν ἀμφοτέροις καὶ ὁμαλὴν τὴν κίνησιν ἄμφω κινεῖσθαι. οὕτως γὰρ ἂν τὸ θᾶττον γνωρίζοιτο τῷ πρότερον ἐφικέσθαι τοῦ πέρατος, ἐπεὶ παρὰ τὴν θατέρου τούτων διαφορὰν συμβαίη ποτ’ ἂν καὶ τὸ βραδύτερον κινούμενον πρότερον μεταβάλλειν καὶ τὸ θᾶττον ὕστερον. ἀλλὰ τούτων μὲν ἔξωθεν ἠκριβολογείσθω.1 ὅτι δ’ οὖν ἡ πᾶσα κίνησις τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον, ὃ τὸ πρότερόν ἐστιν καὶ τὸ ὕστερον, ἐν χρόνῳ ἐστίν·2 πρότερον γὰρ καὶ ὕστερον λέγεται κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν· τὸ γὰρ νῦν ὅρος τοῦ παρελθόντος καὶ τοῦ μέλλοντος· ὥστε, ἐπεὶ τὸ νῦν ἐν χρόνῳ, 〈καὶ τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ〉ἔσται· ἐν ᾧ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν ἀπόστασις. δῆλον ὡς, ὅπερ λέγομεν, ἀληθές· εἰ γὰρ πᾶσα κίνησις τὸ πρότερον καὶ τὸ ὕστερον ἔχει, ταῦτα δὲ ἐν χρόνῳ, καὶ πᾶσα κίνησις ἐν χρόνῳ. Διὰ τί δὲ ὁ χρόνος ἐν παντὶ δοκεῖ εἶναι καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν οὐρανῷ; ὅτι κινήσεώς τι πάθος ἢ ἕξις ἐστίν· τὸ γὰρ ἀριθμούμενον αὐτῆς ὁ χρόνος, τὰ δὲ προειρημένα πάντα κινητά· ἐν τόπῳ γὰρ ἅπαντα ἢ καθ’ ὅλα ἢ κατὰ μόρια καὶ συνέζευκται ἀλλήλοις ἥ τε κίνησις καὶ ὁ χρόνος, ὥστε ἐν οἷς ἐκείνη, καὶ οὗτος. τὸ δὲ ὅπερ λέγω δυνάμει καὶ ἐνεργείᾳ. ὅσα μὲν γὰρ δυνάμει κινητά, δυνάμει καὶ ἐν χρόνῳ ἐστίν, ὡς τὰ ἠρεμοῦντα· ὅσα δὲ ἐνεργείᾳ, ἐνεργείᾳ ἐν τῷ χρόνῳ. ἀλλ’ εἰ τὸ ἀριθμούμενον τῆς κινήσεως χρόνος ἐστίν, ἆρα, εἰ τὸ ἀριθμοῦν μὴ εἴη, δυνατὸν εἶναι τὸ ἀριθμούμενον; εἰ δὲ μηδὲν ἄλλο πέφυκεν ἀριθμεῖν ἢ ψυχὴ καὶ ψυχῆς ὁ νοῦς, ἆρα μὴ οὔσης ψυχῆς δυνατὸν εἶναι τὸν χρόνον; εἰ τοίνυν διχῶς λέγεται ὁ ἀριθμός, τό τε ἀριθμητὸν καὶ τὸ ἀριθμούμενον, τὸ μέν, τὸ ἀριθμητόν,3 δηλαδὴ δυνάμει, τὸ δὲ ἐνεργείᾳ, ταῦτα δὲ οὐκ ἂν ὑποσταίη μὴ ὄντος τοῦ ἀριθμήσοντος μήτε δυνάμει μήτε ἐνεργείᾳ, φανερὸν ὡς οὐκ ἂν ὁ χρόνος εἴη μὴ οὔσης ψυχῆς. καίτοι φησί γε ὁ Βοηθὸς ‘οὐδὲν κωλύει τὸν ἀριθμὸν εἶναι καὶ δίχα τοῦ ἀριθμοῦντος’, ὥσπερ οἶμαι τὸ αἰσθητὸν καὶ δίχα τοῦ αἰσθανομένου. σφάλλεται δέ· ἅμα γὰρ τὰ πρός τι καὶ τὰ δυνάμει πρὸς τὰ δυνάμει, ὥστε εἰ μὴ καὶ ἀριθμητικόν, οὐδὲ τὸ ἀριθμητόν, ἀλλ’ ᾧ συμβέβηκεν ἀριθμητῷ εἶναι, τοῦτο εἶναι ἐνδέχεται καὶ χωρὶς τοῦ ἀριθμοῦντος, οὐ μὴν ἀριθμητόν, οὐδὲ ὡς ἀριθμητόν, ὥστε κίνησιν μὲν ἐνδέχεται εἶναι καὶ χωρὶς τοῦ ἀριθμεῖσθαι, τὸ δὲ πρότερον αὐτῆς καὶ τὸ ὕστερον διαλαμβάνεσθαί τε καὶ διακρίνεσθαι, ὧν ἡ διάληψις καὶ διάκρισις καὶ ἀριθμὸς τὸν χρόνον ποιεῖ, πῶς δυνατὸν μὴ οὔσης ψυχῆς; μᾶλλον δὲ οὐδὲ κίνησιν εἶναι δυνατὸν ἄνευ ψυχῆς· ἀρχὴ μὲν γὰρ πάσης κινήσεως ἡ κυκλοφορία· ὑπὸ γὰρ ταύτης ἀλλοιοῦται τὰ πάθη τὰ σωματικὰ καὶ αὔξει καὶ φθίνει, αὕτη δὲ ὑπὸ νοῦ καὶ κατ’ ὄρεξιν.

14. 在我们对这些问题作了如此界定之后,显然,一切变化以及每一个运动着的事物都必然在时间中运动;因为较快与较慢属于一切变化,而较快无非是较先变化至底层的基底者——我所说的基底,是指运动朝向其发生之物,例如处所、形态或受动。因为更清楚地说,在空间位移的情况下,当两个事物以均等运动经过相等距离时,较先穿过该距离的事物便被称为运动得较快。但对于运动的事物而言,距离也必须假定为相同,例如对两者而言都是直线或圆弧线,且两者都以均等运动进行运动;因为只有这样,较快者才能通过较先到达终点而被认识,否则,由于这两者之一的差异,有时较慢运动的事物反而可能较先变化,而较快者则较后[变化]。不过这些问题且作为外在探究而精密论述吧。无论如何,一切运动都具有较快与较慢(这即是较先与较后),[因而它]是在时间之中的;因为较先与较后是依相对于‘现在’的距离而言的,因为‘现在’乃是过去与未来的界限;因此,既然‘现在’在时间之中,〈较先与较后也将在时间之中〉;因为‘现在’所在之处,也是距‘现在’的距离所在之处。显然,正如我们所说,这是真实的;因为如果一切运动都具有较先与较后,而这些都在时间之中,那么一切运动也都在时间之中。 那么,为何时间似乎存在于万物之中,无论在陆地上、在海洋中还是在天界中?这是因为[时间]乃是运动的某种受动或状态;因为运动之被数者即是时间,而上述一切都是可动的;因为一切事物作为整体或按部分都在处所之中,而运动与时间彼此连结,以致凡前者所在之处,后者亦在。而我所说的[应当]依潜能与现实[来理解]:因为凡在潜能上可动者,亦在潜能上处于时间之中,正如静止之物;而凡在现实上[可动]者,亦在现实上处于时间之中。但是,如果运动之被数者乃是时间,那么,倘若计数者不存在,被数者有可能存在吗?如果除了灵魂以及灵魂的理智之外,没有任何别的事物本性上能够计数,那么当灵魂不存在时,时间有可能存在吗?因此,如果数目有两种说法,即可数者与被数者——前者即可数者显然依潜能而言,后者则依现实而言——而倘若计数者不论在潜能上还是在现实上都不存在,这些[数目]便无法持存,那么显然,若无灵魂存在,时间便不可能存在。然而波埃图斯却声称,“即使没有计数者,也毫无阻碍数目存在”,我想这正如即使没有感知者,可感知对象[亦能存在]一样。但他错了;因为相干词即便是潜能上的相对于潜能上的,也是同时并存的,因此如果没有具有计数能力者,也就没有可数者;不如说,可数之属性所偶性附着的那个底子,即使没有计数者固然也能存在,但绝非可数者,亦非作为可数者而[存在]。因此,运动固然即使不被计数也可能存在,但对其较先与较后进行划分与区分——正是对它们的划分、区分与数目构成了时间——当灵魂不存在时,这如何可能?或者说,甚至连运动没有灵魂也不可能存在;因为一切运动的始原乃是圆周运动;因为身体性的诸受动正是由于这[圆周运动]而发生性质变化、生长与衰减,而这[圆周运动]乃是由理智造成且依据欲求[而产生]的。

语法注3 条
  1. 4.14ἀλλὰ τούτων μὲν ἔξωθεν ἠκριβολογείσθω

    第三人称单数完成时被动态祈使式 ἠκριβολογείσθω 作非人称用法,表示论题的搁置与过渡:“关于这些问题且作为外在探究而精密论述吧”。

  2. 4.14ὅτι δ’ οὖν ἡ πᾶσα κίνησις τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον, ὃ τὸ πρότερόν ἐστιν καὶ τὸ ὕστερον, ἐν χρόνῳ ἐστίν

    ὅτι δ’ οὖν ἡ πᾶσα κίνησις τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον 为表原因的 ὅτι 从句(“既然一切运动都具有较快与较慢”),其后紧接同位关系代词从句 ὃ τὸ πρότερόν ἐστιν καὶ τὸ ὕστερον,而 ἐν χρόνῳ ἐστίν 则构成主句(承前省略主语 ἡ πᾶσα κίνησις)。

  3. 4.14ἀλλ’ ᾧ συμβέβηκεν ἀριθμητῷ εἶναι, τοῦτο εἶναι ἐνδέχεται καὶ χωρὶς τοῦ ἀριθμοῦντος, οὐ μὴν ἀριθμητόν, οὐδὲ ὡς ἀριθμητόν

    ᾧ συμβέβηκεν ἀριθμητῷ εἶναι 为关系从句,意为“可数之属性所偶性附着的那个底子(基底)”,是主句指示代名词 τοῦτο 的先行成分。此句构造了即使无计数者,底层实物本身(τοῦτο)仍可存在,但绝不能作为可数者(οὐδὲ ὡς ἀριθμητόν)而存在的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:159.20-161.7