← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§14.27-16.10

同质部分的限度与万物混杂说的驳斥

德米斯蒂乌斯驳斥了阿那克萨戈拉基于同质部分无限增减而主张的“万物混杂于万物中”的学说,论证了由于自然整体(动植物)具有大小的定限,其组成部分(如肌肉)便不可能被无限缩小。他进而指出,既然存在自然尺度的最小极限,那么从有限物体中不断析出成分的过程绝不可能无限进行而不致耗尽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#2

τοῦτο μὲν οὖν ἔξω τοῦ πράγματος, ἐκεῖνο δὲ αὐτῷ πῶς οὐκ ἄτοπον ἀπαντήσεται διὰ τοῦτο πᾶν ἐν παντὶ μεμῖχθαι λέγοντι, ὅτι τῶν ὁμοιομερῶν ἕκαστον δυνατὸν ἐπ’ ἄπειρον καὶ αὔξειν καὶ καθαιρεῖν,1 καὶ οὔτε τοὐλάχιστον οὔτε τὸ μέγιστον λαβεῖν; ὅτι δὴ τοῦτο ἀδύνατον, ἐντεῦθεν φανερόν. ὁμολογεῖται μὲν γὰρ ἅπαν τὸ σύνθετον ἐκ μερῶν· ἐκ μερῶν δὲ λέγω τοιούτων ἃ καὶ χωρισθῆναι δύναται κατ’ ἐνέργειαν ἀλλήλων τε καὶ τοῦ ὅλου, καὶ τὸ ὅλον τοῖς μέρεσιν ἀκολουθεῖν κατὰ τὸ μέγεθος, οἷον εἰ μικρὰ τὰ μέρη, μικρὸν τὸ ὅλον· εἰ μεγάλα ἐκεῖνα, μέγα καὶ τοῦτο, καὶ εἴ γε εἰς ἄπειρον ἐπ’ ἐκείνων ἡ πρόοδος ἐπ’ ἀμφότερα, ἐπ’ ἄπειρον εἶναι καὶ τοῦ συνθέτου· καὶ 〈εἰ〉 σάρκα καὶ νεῦρα καὶ ὀστᾶ ὁπηλικαοῦν γίνεσθαι δυνατόν, ἐνδέχεται δήπου καὶ ζῷον· καὶ εἰ τὰ μέρη τοῦ φυτοῦ, καὶ αὐτὸ τὸ φυτόν· καὶ τὸ ἀντιστρέφον τοίνυν ὁμοίως ἀληθές, εἰ μὴ δυνατὸν τὸ ὅλον, οὐδὲ τὰ μέρη. ὥρισται δὲ τὰ μεγέθη τῶν τε ζῴων καὶ τῶν φυτῶν καὶ κατ’ αὐτὸν Ἀναξαγόραν· ὥρισται ἄρα καὶ τῶν μορίων καὶ οὐκ ἐνδέχεται ὁπηλικηνοῦν εἶναι σάρκα ἀνθρώπου, ὡς δύνασθαι καὶ τὴν ἐν κέγχρῳ μετὰ παμμυρίων ἄλλων ὑπάρχουσαν ἔτι καθαιρεῖν ἐπὶ τὸ ἔλαττον οὖσαν ἔτι σάρκα· τοῦτο γὰρ θαυμαστόν. ἀλλ’ ἴσως φαίη ἂν πρὸς αὐτοὺς οὕτως αὐτῷ μαχομένους Ἀναξαγόρας, ὡς οὐκ ἂν ἐγὼ συγχωρήσαιμι τῇ τῶν ὁμοιομερῶν αὐξήσει τε καὶ μειώσει καὶ τὰς διαφορὰς ἀκολουθεῖν τὰς κατὰ μέγεθος τῶν τε ζῴων καὶ τῶν φυτῶν·2 τοῦτο γὰρ ὑπῆρχεν ἄν, εἰ τὰ ζῷα καὶ τὰ φυτὰ ἐξ ἑκάστου τῶν ὁμοιομερῶν εἴδους μίαν ὁμοιομέρειαν εἶχε, μίαν ὀστοῦ καὶ μίαν αἵματος καὶ πρὸς μίαν ἐφ’ ἑκάστου τῶν ἄλλων. νῦν δὲ πλῆθος ἐφ’ ἑκάστου τῶν ὁμοιομερῶν εἴδους καθ’ ἕκαστον εἶδος τῶν ζῴων. οὐδὲν οὖν ἄτοπον σάρκα μὲν ἐπ’ ἄπειρον καθαιρεῖν, ζῷον δὲ μηκέτι· τὴν γὰρ ἐν τῷ ζῴῳ σάρκα ἐκ πλειόνων σαρκῶν εἶναι τῶν ὡς ἀρχῶν καὶ στοιχείων. ἀλλ’ εἰ καὶ τοῦτο οὕτως ἔχει, ἀλλ’ ὁρίσαι γε χρὴ τῶν στοιχείων τούτων τὸ μέγεθος· ὅρους γὰρ δώσει δήπου τινὰ ἀριθμὸν ἀφ’ οὗ συντεθέντα τὰ στοιχεῖα ταῦτα τὴν ἐν ζῴῳ σάρκα ποιοῦσιν. ἔστω δὲ καθ’ ὑπόθεσιν οὗτος ὁ ἀριθμὸς τεττάρων ἢ πέντε σαρκίων. εἰ δὴ δύναιτο τῶν σαρκῶν τούτων ἕκαστον ἐπ’ ἄπειρον καθαιρεῖσθαι, ἔσται ἐκ τεσσάρων τηλικαύτη σὰρξ οὕτως μικρά, ὁπηλίκην εἶναι τὴν ἐν ζῴῳ σάρκα ἀμήχανον, μᾶλλον δὲ τί ποτε ἔστι τὸ λέγειν τὴν ἀνθρώπου σάρκα ἐκ πλειόνων εἶναι σαρκίων; διὰ τί γὰρ καὶ τῶν σαρκίων τούτων ἕκαστον οὐκ ἔσται ἐκ πλειόνων σαρκίων, εἴγε ἐπ’ ἄπειρον τῶν ὁμοιομερειῶν ἡ διαίρεσις; ἀλλὰ κἀκεῖνο παγγέλοιον τὴν μὲν τοῦ ἐλέφαντος σάρκα ἐξ ἐλαττόνων εἶναι σαρκίων, τὴν δὲ τοῦ κώνωπος ἐκ πλειόνων. οὐδὲν γὰρ ἔτι διοίσει τὸ ἐκ πλειόνων ἢ ἐλαττόνων λέγειν ἀορίστου τὴν ἀρχὴν ὑπάρχοντος τοῦ μεγέθους καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον. ὅλως δὲ τὸ καθαιρεῖν ἐπ’ ἄπειρον σάρκα οὐδὲ σάρκα ἔτι φυλάττειν ἐστίν· ὡς μὲν γὰρ σώματος οὐκ ἀδύνατον ἐπ’ ἄπειρον νοεῖσθαι τὴν τομήν, ὡς δὲ σαρκὸς ἀμήχανον παντελῶς· διαφθείρεται γὰρ οὐκ εἰς μακρὸν τὸ σαρκίον. τοῦτο δὲ οὐκ οἶδα προσομολογούμενον Ἀναξαγόρᾳ· ἄφθαρτοι γὰρ κατ’ αὐτὸν αἱ ἀρχαί. εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, καὶ τὸ μέγεθος ὥρισται τῆς ἐλαχίστης σαρκός, ἀναγκαίως ἀδύνατον ἐν ἑκάστῳ πάντα μεμῖχθαι. τί δήποτε; ὅτι πᾶν σῶμα πεπερασμένον, εἰ καὶ σμικρότατα ἀπ’ αὐτοῦ πεπερασμένα ἀφαιροῖτο, ὅμως ἐπιλείψειέ ποτε, γιγνέσθω δὲ ὁ λόγος μὴ κατὰ τὸ λόγῳ θεωρητόν.3 καὶ 〈εἰ〉 τοίνυν ἐκ τοῦδε τοῦ ὕδατος ἡ σὰρξ ἀποκρίνοιτο συνεχῶς, ἀναλώσει δήπου πᾶσαν τὴν ἐνυπάρχουσαν· οὐ γὰρ οἷόν τε εἰς ἄπειρον προϊέναι τὴν ἔκκρισιν τῆς ἐλαχίστης σαρκὸς ὡρισμένης.4

这且按住不提;但对于他声称万物混杂于万物之中是因为同质部分的每一者都能够无限增大和减少、既取不出最小者也取不出最大者这一说法,怎能不遭遇如下的荒谬呢?这之所以不可能,由下述理由便很清楚。因为人们公认,一切复合体都由部分构成;而我所说的部分,乃是指在现实中既能彼此分离又能与整体分离的部分,并且整体在大小上追随诸部分——例如,如果部分是小的,整体也就是小的;如果那些是大的,这整体也是大的;如果对它们而言向两个方向的进展都是无限的,复合体的进展也是无限的。并且[如果]肌肉、肌腱和骨骼能够成为任意大小,动物想必也能够如此;如果植物的部分能够如此,植物本身也是如此。因此,逆命题同样为真:如果整体不能[成为任意大小],诸部分也不能。但无论是动物还是植物的大小,即便依照阿那克萨戈拉本人也都是有定限的;因此其各部分[的大小]也是有定限的,人的肌肉绝不可能成为任意大小,以至于能够把那与无数其他事物一同存在于黍粒之中的肌肉在依然保持为肌肉的同时再缩小为更小的;因为这实在匪夷所思。 然而,面对这样向他发难的人,阿那克萨戈拉或许会说:“我不会同意动物和植物在大小上的差异会追随同质部分的增大与减少;因为若是动物和植物从每一种同质部分的形式中只拥有一块同质部分——一块骨的同质部分、一块血的同质部分,其余每一种也都各有一块——那么上述情况才会成立。但事实上,在每一类动物中,每一种同质部分的形式都有其多数存在。因此,将肌肉无限减少而不再将动物无限减少,这毫无荒谬可言;因为动物体内的肌肉是由作为本原和元素的复数肌肉构成的。” 可是,即使事实果真如此,他也至少应当规定这些元素的大小;因为他想必会给出一个限定的数目,从该数目起,这些元素合成后便生成动物体内的肌肉。假定这个数目是四块或五块微细肌肉。如果这些肌肉中的每一块都能够被无限减少,那么由四块构成的肌肉将是如此微小,以至于它绝不可能成为动物体内的肌肉。或者更确切地说,声称人的肌肉是由复数微细肌肉构成的究竟是什么意思?因为如果同质部分的分割确实是无限的,为何这些微细肌肉中的每一块不也由复数的微细肌肉构成呢?此外,大象的肌肉由较少数的微细肌肉构成,而蚊子的肌肉却由较多数构成,这也完全可笑;因为如果大小从一开始在偏大和偏小两个方向上都是不定的,那么说由较多或较少构成就不再具有任何区别。 总而言之,将肌肉无限减少甚至不再是保全肌肉;因为就作为物体而言无限设想其切割并非不可能,但就作为肌肉而言则全然不可能;因为微细肌肉不久便会毁灭。但我不知道阿那克萨戈拉是否会追加承认这一点;因为依照他,诸本原是不灭的。因此,如果我们所言属实,且最小肌肉的大小是有定限的,那么一切事物混杂在每一事物中就必然是不可能的。究竟为何?因为一切有限的物体,即便从中取走极其微小的有限部分,终究也会有耗尽之时——但这一论证不应依循纯粹在理性中考察的方式进行[而应依循物理实际]。因此,[如果]肌肉不断地从这水中分离出来,想必就会耗尽内在于其中的全部肌肉;因为在最小肌肉已被限定的情况下,分离是不可能无限进行下去的。

语法注4 条
  1. 1.4ἐκεῖνο δὲ αὐτῷ πῶς οὐκ ἄτοπον ἀπαντήσεται διὰ τοῦτο πᾶν ἐν παντὶ μεμῖχθαι λέγοντι, ὅτι τῶν ὁμοιομερῶν ἕκαστον δυνατὸν ἐπ’ ἄπειρον καὶ αὔξειν καὶ καθαιρεῖν

    由 ὅτι 引导的从句与 διὰ τοῦτο 相关联表示原因(“因为……”),而 λέγοντι 是与 αὐτῷ 一致的与格分词,受动词 ἀπαντήσεται(“降临、迎面遇到”)支配。该动词的主语为 ἐκεῖνο ἄτοπον。

  2. 1.4ὡς οὐκ ἂν ἐγὼ συγχωρήσαιμι τῇ τῶν ὁμοιομερῶν αὐξήσει τε καὶ μειώσει καὶ τὰς διαφορὰς ἀκολουθεῖν τὰς κατὰ μέγεθος τῶν τε ζῴων καὶ τῶν φυτῶν

    引导间接引语的连词 ὡς 之后紧跟着第一人称主格代词 ἐγώ 及带 ἄν 的祈愿语气动词(潜能),从而转入了阿那克萨戈拉第一人称的直接辩护形式。不定式 ἀκολουθεῖν 的宾格逻辑主语是 τὰς διαφορὰς τὰς κατὰ μέγεθος τῶν τε ζῴων καὶ τῶν φυτῶν,并支配与格短语 τῇ τῶν ὁμοιομερῶν αὐξήσει τε καὶ μειώσει。

  3. 1.4γιγνέσθω δὲ ὁ λόγος μὴ κατὰ τὸ λόγῳ θεωρητόν

    使用第三人称命令语气 γιγνέσθω(“让……进行”)构成的插入语。介词短语 κατὰ τὸ λόγῳ θεωρητόν(“依照理性中所考察的”)指数学或纯理论上的无限可分性,在此提醒读者本论证是立足于物理现实中具体的复合物体。

  4. 1.4οὐ γὰρ οἷόν τε εἰς ἄπειρον προϊέναι τὴν ἔκκρισιν τῆς ἐλαχίστης σαρκὸς ὡρισμένης

    非人称结构 οὐχ οἷόν τε(“不可能……”)支配不定式 προϊέναι 及其宾格主语 τὴν ἔκκρισιν。句末的 τῆς ἐλαχίστης σαρκὸς ὡρισμένης 为属格绝对结构,表示原因(“鉴于最小的肌肉已有定限”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:14.27-16.10