- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:158.11-159.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯根据‘现在’的本性论证了时间无尽且总在变异,界定了‘已经/立刻’、‘刚刚’、‘很久以前’和‘突然’等时间副词的含义。进而他援引西蒙尼德斯与帕隆之说,阐明时间就其自身而言是毁灭与遗忘而非生成的原因,以此总结《物理学》卷四第13章的内容。
εἰ μὲν γὰρ ἡ αὐτὴ καὶ μία γίνεται ποτε, ἔσται καὶ ὁ χρόνος εἷς καὶ ὁ αὐτός· εἰ δὲ μή, οὐκ ἔσται. δῆλον δὲ ἐκ τοῦ νῦν, ὅτι ἄλλος καὶ ἄλλος· ἐπεὶ γὰρ τὸ νῦν ἅμα ἀρχὴ καὶ τελευτή, δῆλον ὅτι ἄλλου καὶ ἄλλου· οὐ γὰρ δὴ τοῦ αὐτοῦ· ἅμα γὰρ εἴη περὶ ταὐτὸ τὰ ἀντικείμενα. καὶ οὐχ ὑπολείψει δὴ ὁ χρόνος, ἀεὶ γὰρ ἐν ἀρχῇ· ἀεὶ δὲ ἐν ἀρχῇ, ὅτι καὶ ἀεὶ ἐν τῷ νῦν. Τὸ δὲ ἤδη ἐγγύς ἐστι τοῦ παρόντος νῦν ἀτόμου, μέρος τοῦ μέλλοντος χρόνου. πότε βαδίζει; ἤδη, ὅτι ἐγγὺς ὁ χρόνος ἐν ᾧ μέλλει. καὶ τοῦ παρελθόντος χρόνου αὖ τὸ μὴ πόρρω τοῦ νῦν. πότε βεβάδικας; ἤδη, ὅτι τήμερον ἢ χθές. τὸ δὲ Ἴλιον φάναι ἤδη ἑαλωκέναι οὐ λέγομεν, ὅτι λίαν πόρρω τοῦ νῦν. Καὶ τὸ ἄρτι τὸ ἐγγὺς τοῦ παρόντος νῦν μόριον τοῦ παρελθόντος· πότε ἦλθες; ἄρτι, καὶ ἐὰν ᾖ ὁ χρόνος ἐγγὺς τοῦ ἐνεστῶτος νῦν. πάλαι δὲ τὸ πόρρω. τὸ δὲ ἐξαίφνης λέγεται μὲν καὶ ἐπὶ τῶν ἀπροσδοκήτως γιγνομένων, λέγεται δὲ μάλιστα ἐπὶ τῶν ἐν ὀλίγῳ χρόνῳ καὶ διὰ σμικρότητα σχεδὸν ἀναισθήτως ἐξισταμένων. Ἐπειδὴ δὲ ἐν τῷ χρόνῳ πάντα καὶ τὰ γινόμενα γίνεται καὶ τὰ φθειρόμενα φθείρεται, εἰκότως οἱ μὲν σοφώτατον, οἱ δὲ ἀμαθέστατον λέγουσιν εἶναι τὸν χρόνον· Σιμωνίδης μὲν γὰρ σοφώτατον, ὅτι γίνονται ἐπιστήμονες ὑπὸ χρόνου, Πάρων δὲ ἀμαθέστατον, ὅτι καὶ ἐπιλανθάνονται ὑπὸ χρόνου, πολὺ λέγων οὗτος ὀρθότερον· μεταβολὴ γὰρ πᾶσα φύσει ἐκστατικόν.1 δῆλον οὖν, ὅτι φθορᾶς μᾶλλον αἴτιος καθ’ αὑτόν ἐστιν ἢ γενέσεως, καθάπερ ἐλέχθη καὶ πρότερον· καὶ γὰρ ἡ κίνησις καὶ ἡ μεταβολὴ καθ’ αὑτὴν μὲν ἐξίστησι τοῦ προϋπάρχοντος· ἐπειδὴ δ’ ἐνίοτε συμβαίνει τισὶν ἐξισταμένοις τῆς προτέρας αὑτῶν οὐσίας μεταβάλλειν εἰς ἑτέραν, τούτοις ἂν καὶ γενέσεως αἰτία γίνοιτο κατὰ συμβεβηκὸς ἥ τε κίνησις καὶ ὁ ταύτης ἀριθμός, λέγω δέ, ὅτι2 τοῖς μὲν γινομένοις οὐ μόνον ὁ χρόνος ἀρκεῖ πρὸς τὴν γένεσιν, ἀλλὰ προσδεῖταί τινος ἐνεργείας, ὑφ’ ἧς γίνεται, οἷον τέχνης ἢ φύσεως ἢ διδασκαλίας ἢ πράξεως, τοῖς δὲ φθειρομένοις αὐτὸς ἀρκεῖ μόνος πρὸς τὴν φθοράν, κἂν ἔξωθεν αἰτία μηδεμία προσῇ, ὡς τοῖς ἐν χρόνῳ σηπομένοις. καὶ ταύτην μάλιστα λέγειν εἰώθαμεν ὑπὸ τοῦ χρόνου γίνεσθαι τὴν φθοράν. οὐ μὴν οὐδὲ ταύτην ὁ χρόνος ποιεῖ, ἀλλὰ συμβαίνει καὶ τὴν τοιαύτην ἐν χρόνῳ γίγνεσθαι τὴν μεταβολήν· ἡ δὲ ἑκάστου φύσις καὶ ἡ ὑποκειμένη ὕλη καὶ τούτοις τῆς φθορᾶς αἰτία· μέτρα γὰρ ἑκάστου τῶν γενέσει ὑπὸ τῆς φύσεώς ἐστιν ὡρισμένα καὶ αὐξήσεως καὶ ἀκμῆς καὶ παρακμῆς. ὅτι μὲν οὖν ἔστιν ὁ χρόνος καὶ τί καὶ ποσαχῶς λέγεται τὸ νῦν καὶ τὸ ποτὲ καὶ τὸ ἄρτι καὶ τὸ ἤδη καὶ τὸ πάλαι καὶ τὸ ἐξαίφνης, εἴρηται.
因为如果[运动]有朝一日成为同一且唯一的,时间也将是一且同一的;如果不,那就不是。而时间是总在变异的,这从‘现在’来看便很明显;因为既然‘现在’同时是起点与终点,显然它是不同且相异者的[起点与终点];绝非同一者的[起点与终点],因为否则相反的规定就会同时关乎同一事物。而且时间确乎绝不会匮乏,因为它总是在起点之中;而之所以总在起点之中,是因为它也总是在‘现在’之中。而‘已经/立刻’是临近于当下的不可分的‘现在’的、属于未来时间的一部分。“他何时行走?”“立刻”,因为他将要行走的时刻临近。而在过去时间中,反过来它则是离‘现在’不远的那部分。“你何时行走了?”“已经行走了”,因为是在今天或昨天。但说特洛伊‘已经’被攻陷,我们则不会这么说,因为离‘现在’太遥远了。而‘刚刚’是临近于当下的‘现在’的、属于过去时间的部分。“你何时来的?”“刚刚”,如果该时间临近于当下的‘现在’。而‘很久以前’则是遥远者。‘突然’固然也被用来指称出乎意料发生的事情,但尤其用于指称在极短时间内、且因其微小而几乎毫无知觉地偏离原状的事情。既然在时间中一切生成者皆在生成,毁灭者皆在毁灭,理所当然地有人说时间是最智慧的,而有人则说时间是最无知的。因为西蒙尼德斯说[时间]最智慧,是因为人们借助时间成为有知者;而帕隆说[时间]最无知,是因为人们也借助时间而遗忘——后者所说的要正确得多;因为一切变化依本性都是使事物脱离原状者。因此显然,正如先前所说的那样,时间就其自身而言与其说是生成的原因,不如说是毁灭的原因;因为运动与变化就其自身而言使事物脱离先前存在的状态。但是,既然有时某些脱离自身先前实质的事物恰好变化为另一者,那么对于这些事物而言,运动及其数目[时间]也可能偶性地成为生成的原因;我的意思是,对于生成的事物而言,单凭时间不足以致其生成,而是还额外需要某种现实活动,事物由之而生成,例如技艺、自然、讲授或行动;而对于毁灭的事物而言,时间单凭其自身便足以致其毁灭,纵使没有任何外在原因加诸其上,正如在时间中腐烂的事物那样。我们也习惯于说,尤其是这种毁灭是由时间造成的。然而甚至连这种毁灭也并非时间所造就,而只是这种变化恰好也是在时间中发生而已;每一事物的本性与底层的质料对于它们来说才是毁灭的原因;因为对于依生成而存在的每一事物而言,生长的尺度、极盛与衰退的尺度都是由本性所限定的。因此,时间是否存在、它是什么,以及‘现在’、‘在某个时候’、‘刚刚’、‘已经/立刻’、‘很久以前’和‘突然’有多少种说法,都已经阐明了。
- 4.13ἐκστατικόν
谓词形容词 ἐκστατικόν 采用中性单数,而主语 μεταβολὴ πᾶσα 则是阴性。这是一种表达普遍本质规定的惯用句法(无论主语语法性如何,述部形容词用中性表示‘某类事物/本质’),意为“一切变化依其本性都是令人脱离原状之物”。
- 4.13λέγω δέ, ὅτι
用于对前句论断(即运动与时间也可偶性地成为生成之原因)作补充说明的解释性插入语,意为“我的意思是……”,引出 ὅτι 从句中的对比(生成需要时间之外的现实活动,而毁灭则单凭时间即可),以此详加阐释为何时间就其自身而言是毁灭之因,对生成而言则只是偶性之因。
