- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:157.10-158.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯释述了《物理学》第四卷第十三章的开篇,区分了本义的‘现在’(兼具连接与分割时间功能的界限)与宽泛意义的‘现在’(邻近于当下的过去或未来时间),并阐明‘在某个时候’是由‘现在’所限定的时间。
13. Τὸ δὲ νῦν λέγεται διχῶς κυρίως τε καὶ ἐν πλάτει. περὶ δὲ τοῦ κυρίως λεγομένου πρῶτον λεκτέον. ἔσται δὲ τοῦτο καθάπερ καὶ πρότερον εἴρηται, ᾧ καὶ συνέχεται ὁ χρόνος καὶ διαιρεῖται· καὶ γὰρ συνέχει τὸν χρόνον τὸν παρεληλυθότα καὶ τὸν ἐσόμενον (συνάπτουσι γὰρ πρὸς κοινὸν τοῦτον ὅρον ἀμφότεροι), καὶ αὖθις διαιρεῖ καθάπερ καὶ τὸ σημεῖον τὴν γραμμήν. διαφέρει δέ, ὅτι τὸ μὲν σημεῖον ὑπομένει, τὸ δὲ νῦν οὔ, ἀλλ’ ἀεὶ ἄλλο καὶ ἄλλο, καὶ τὸ μὲν ἐνεργείᾳ διαιρεῖ τὴν γραμμήν, τὸ δὲ δυνάμει τὸν χρόνον· οὐδὲ γὰρ ὅλως ἐνεργείᾳ ληφθῆναι δύναται (προλαμβάνει γὰρ ἀεὶ τὸν βουληθέντα αὐτὸ λαβεῖν), ἀλλὰ μόνῃ τῇ ἐπινοίᾳ. καθὸ μὲν τοίνυν διαιροῦν λαμβάνεται καὶ ὡς τοῦ μὲν πέρας, τοῦ δὲ ἀρχή, δύο γίνεται τῷ λόγῳ (οὐ γὰρ ταὐτὸν τὸ πέρατι καὶ τὸ ἀρχῇ εἶναι,1 εἰ καὶ ἄμφω περὶ ἓν ὑποκείμενον), καθὸ δὲ ὡς συνέχον, κατὰ τοῦτο ἓν ἀκριβῶς κατά τε τὸ ὑποκείμενον καὶ τὸν λόγον. καθάπερ ἐπὶ τῶν μαθηματικῶν γραμμῶν ἡ στιγμή· εἰ μὲν διαιροῦσαν αὐτὴν λαμβάνοιμεν, ἄλλη καὶ ἄλλη τῷ λόγῳ καὶ τῇ νοήσει, εἰ δὲ ὡς συνέχουσαν, μίαν καὶ τὴν αὐτήν· οὕτω δὴ καὶ τὸ νῦν τῷ μὲν ὑποκειμένῳ πάντως ἕν, τῷ λόγῳ δὲ ἓν καὶ οὐχ ἕν, ἕν μέν, ὅταν ὡς συνέχον λαμβάνηται, οὐχ ἓν δέ, ὅταν ὡς διαιροῦν, δυνάμει δὲ ταὐτά.2 καὶ αὕτη πρὸς τὴν στιγμὴν διαφορά, ἄμφω γὰρ περὶ ταύτην καὶ τὸ διαιρεῖν καὶ τὸ συνέχειν, τὸ δ’ εἶναι οὐ ταὐτὸν τῷ τε διαιροῦντι καὶ τῷ συνέχοντι. τὸ μὲν οὖν κυρίως νῦν τοῦτό ἐστιν. Λέγεται δὲ καὶ ἄλλως τὸ νῦν. ὁ γὰρ ἐφ’ ἑκάτερα παρακείμενος τῷ τοιούτῳ χρόνος ὅ τε παρελθὼν καὶ ὁ μέλλων καὶ ἐγγὺς ὢν καὶ αὐτὸς λέγεται νῦν κατὰ τὴν γειτνίασιν πρὸς τὸ ἀκριβῶς νῦν. ἥξει γὰρ ὁ δεῖνα νῦν, ὅτι τήμερον, καὶ ἦλθε νῦν, ὅτι τήμερον· τὰ δ’ ἐν Ἰλίῳ οὐ γέγονε νῦν, οὐδὲ ὁ κατακλυσμὸς νῦν, καίτοι συνεχὴς ὁ χρόνος εἰς ταῦτα, ἀλλ’ ὅτι πόρρω τοῦ παρόντος νῦν. Τὸ δὲ ποτὲ χρόνος ὡρισμένος ὑπὸ τοῦ παρόντος νῦν καὶ τοῦ προτέρου καὶ τοῦ ὑστέρου, οἷον ποτὲ ἐλήφθη Τροία καὶ ποτὲ ἔσται κατακλυσμός. δεῖ γὰρ πεπεράνθαι καὶ ὡρίσθαι πρὸς τὸ νῦν τὸ πρότερον νῦν καὶ τὸ ὕστερον, ἐφ’ ὧν τὸ ποτὲ λέγεται. σημεῖον δέ· ἐφ’ ὧν γὰρ ὁρίσαι οὐ δυνάμεθα, οὐ λέγομεν εἰδέναι πότε· εἰ δὴ πᾶς ὁ λαμβανόμενος χρόνος τὸ ποτὲ κατηγορούμενον ἔχει, πᾶς ὁ λαμβανόμενος ὥρισται. ἆρ’ οὖν ὑπολείψει ποτὲ ἢ οὔ, ἐπείπερ οὐδὲ ἡ κίνησις; ἄλλος οὖν ἢ ὁ αὐτὸς πολλάκις; ἢ δῆλον ὅτι ὡς ἂν ἡ κίνησις, οὕτως καὶ ὁ χρόνος;
13. ‘现在’有两种说法:本义的和宽泛意义的。首先必须论及依本义所说的‘现在’。而这将如前面所说的那样,时间因它而得以连接,也因它而得以分割;因为它连接了过去的时间与未来的时间(因为二者都在这同一个共同界限处相接),并且反过来,它也分割时间,正如点分割线一样。但不同之处在于,点保持常驻,而‘现在’则不常驻,而是总在变异,并且点是在现实上分割线,而‘现在’则是在潜能上分割时间;因为‘现在’根本不能在现实上被把握(因为它总是走在想要把握它的人的前面),而只能单凭思想被把握。因此,就它被当作分割者、被当作一者的终点与另一者的起点而言,它在定义上成为两个(因为作为终点存在与作为起点存在并不是同一回事,纵使二者关乎同一个基体);但就其作为连接者而言,依此它在基体上和定义上都严格地为一。正如在数学线条上的点那样:如果我们把它当作分割者来把握,它在定义上和思想上就各各不同;但如果当作连接者,它就是同一且唯一的;因此‘现在’在基体上也全然为一,但在定义上既是一又非一:当被当作连接者把握时是一,当被当作分割者把握时则非一,但潜能上它们是同一的。这也是与点相对的差别;因为分割与连接这两者都关乎点,但对于分割者与连接者而言,它们的存在并非同一。依本义而言的‘现在’便是如此。 ‘现在’也有另一种说法。因为紧邻于此种‘现在’两旁的时间——过去的与未来的——由于临近,因其与严格意义的‘现在’相邻接,其本身也被称为‘现在’。因为某人‘现在’要来,是因为他今天来;他‘现在’来了,是因为他今天来;但伊利昂的事变并非‘现在’发生,大洪水也不是‘现在’,尽管直至这些事件时间都是连续的,然而这是由于它们远离了当下的‘现在’。 ‘在某个时候’则是被当下的‘现在’以及先前的与后来的[现在]所限定的时间,例如特洛伊‘在某个时候’被攻陷,以及‘在某个时候’将有大洪水。因为所言及‘在某个时候’的先前的‘现在’与后来的‘现在’,都必须相对于当下的‘现在’被界定并限定。有证据表明:凡我们无法限定的事情,我们便不说知道何时;既然凡被把握的时间都以‘在某个时候’作为述谓,那么凡被把握的时间就都是被限定的。那么,既然运动也不会穷尽,[时间]会在某个时候穷尽,还是不会呢?它究竟是不同的,还是多次成为同一的呢?抑或显然运动如何,时间亦复如何?
- 4.13οὐ γὰρ ταὐτὸν τὸ πέρατι καὶ τὸ ἀρχῇ εἶναι
τὸ πέρατι εἶναι(作为终点存在)与 τὸ ἀρχῇ εἶναι(作为起点存在)中的与格是亚里士多德哲学中典型的“与格+εἶναι”表达本质的结构。带冠词的不定词短语作主语,οὐ ταὐτόν 作表语。
- 4.13δυνάμει δὲ ταὐτά
中性复数主格 ταὐτά 指代前文作为分割者与连接者而被区分开的‘现在’的两个面向。此处形成对照,表明它们依定义有所区别,但由于依附于单一基体,在潜能上是同一的(ταὐτά)。
