← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§155.25-157.9

在时间中的运动、静止与非存在事物

德米斯提厄斯阐明运动通过与时间共存及相互依存而存在于时间中,静止作为匮乏也偶性地被时间所度量;进而论证恒常非存在的必然事实不在时间中,而过去与未来的非存在事物则被时间所包容。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.12#3

ἢ ὅτι ἀεὶ ἄλλη καὶ ἄλλη καὶ οὐδέποτε κατ’ ἀριθμὸν ἡ αὐτή, ἀλλὰ συμπάρεισι καὶ συνετεροιοῦται τῷ χρόνῳ, μᾶλλον δὲ ὁ χρόνος ταύτῃ καὶ δεῖται ἀλλήλων πρὸς τὴν ὕπαρξιν, ὥστε εἰ καὶ μὴ περιττεύει τῆς κινήσεως ὁ χρόνος, μηδὲ οὕτως αὐτὴν περιέχει, ἀλλ’ ὅτι γε ἀλλήλοις συνήρμοσται, διὰ τοῦτό ἐστιν ἡ κίνησις ἐν τῷ χρόνῳ. Ἐπειδὴ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως, ἔσται καὶ ἠρεμίας μέτρον (στέρησις γὰρ ἡ ἠρεμία κινήσεως)· τοῖς δὲ αὐτοῖς κρίνομεν τάς τε ἕξεις καὶ τὰς στερήσεις, οἷον ὄμμασι φῶς καὶ σκότος καὶ ἀκοῇ φωνήν τε καὶ ἡσυχίαν· ὥστε καὶ ἠρεμίαν ἐν χρόνῳ,1 οὐ πάντως δέ, ἐπειδὴ ἐν χρόνῳ, διὰ τοῦτο καὶ ἐν κινήσει· οὐ γὰρ κίνησις ὁ χρόνος, ἀλλ’ ἀριθμὸς κινήσεως καὶ συμβεβηκός τι. οὐκ ἔστι δ’, εἰ ἔν τῳ εἶναι συμβέβηκέ τι, ἤδη καὶ ἐν ᾧ τοῦτο συμβέβηκεν·2 οὐ γὰρ εἴ τι ἐν ἡμέρᾳ, ἤδη καὶ ἐν τῇ φορᾷ τοῦ ἡλίου. τὸ τοίνυν ἠρεμοῦν ἐν κινήσει μὲν οὐκ ἐνδέχεται εἶναι, ἐν ἀριθμῷ δὲ κινήσεως· λέγομεν γάρ, ὅτι ὁ κάμνων ἐν τοσῷδε ἠρέμησε χρόνῳ· οὐχ ὥσπερ δὲ τὴν κίνησιν μετρεῖ καθ’ αὑτὴν ὁ χρόνος, οὕτω καὶ τὴν ἠρεμίαν, ἀλλὰ κατὰ συμβεβηκός· τῷ γὰρ κίνησιν ἄλλην μετρεῖν. ἡ γὰρ νὺξ μέτρον μὲν καθ’ αὑτὴν τῆς φορᾶς τοῦ ἡλίου τῆς ὑπὸ γῆν, κατὰ συμβεβηκὸς δὲ καὶ τῆς ἡσυχίας τῶν ζῴων, ἠρεμεῖν δὲ λέγεται οὐ τὰ πάντη ἀκίνητα, ἀλλὰ τὰ πεφυκότα μὲν κινεῖσθαι, ἐστερημένα δὲ νῦν τῆς κινήσεως· τῶν γὰρ οὕτως ἀκινήτων ὡς ἠρεμούντων πλείων ἐστὶν ὁ χρόνος καὶ διὰ τοῦτο εἰκότως τὰ ἠρεμοῦντα ἐν χρόνῳ λέγεται ἠρεμεῖν, ὅτι ὁ χρόνος αὐτῶν ἐστιν τῆς ἠρεμίας, μετρήσει δὲ ὁ χρόνος τὸ κινούμενον καὶ τὸ ἠρεμοῦν, ᾗ τὸ μὲν κινεῖται τὸ δὲ ἠρεμεῖ· τὴν γὰρ κίνησιν αὐτῶν καὶ τὴν ἠρεμίαν πόση τις.3 οὐχ ἁπλῶς οὖν μετρητὸν τὸ κινούμενον ὑπὸ τοῦ χρόνου· οὐδὲ γὰρ ὁ ἥλιος ἁπλῶς μετρητὸς ὑπὸ χρόνου· τὸ γὰρ εἶναι αὐτοῦ οὐ μετρητὸν ὑπὸ χρόνου, ἀλλ’ ἡ κίνησις αὐτοῦ, καθὸ ποσή τίς ἐστιν. δεῖ δὲ μὴ λανθάνειν, ὅτι μέτρον μὲν καὶ κινήσεως καὶ ἠρεμίας λέγεσθαι δύναιτ’ ἄν ὁ χρόνος, ἀριθμὸς δὲ κινήσεως μόνης· τὸ γὰρ πρότερον καὶ τὸ ὕστερον, ὧν ἀριθμός ἐστιν ὁ χρόνος, ἐν κινήσει μέν ἐστιν, ἐν ἠρεμίᾳ δὲ οὔ· οὐ γὰρ καὶ ταύτῃ ἐν μεταστάσει τὸ εἶναι ἀπὸ προτέρου τινὸς ἐπί τι ὕστερον, ὥστε φανερὸν ἐκ τῶν εἰρημένων, ὅτι, ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ, ταῦτα οὐ μετρεῖται ὑπὸ χρόνου· ὁ γὰρ χρόνος κινήσεως μόνης καὶ ἠρεμίας μέτρον ἐστίν. ἕπεται δὲ τούτοις τὸ μήτε τὰ ἀεὶ μὴ ὄντα εἶναι ἐν χρόνῳ, οἷον ὅσα μὴ ἐνδέχεται ἄλλως, ὥσπερ καὶ τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρᾷ· οὐδὲ γὰρ κινεῖται ταῦτα οὐδὲ ἠρεμεῖ· κινήσεως δὲ μόνης καὶ ἠρεμίας μέτρον ὁ χρόνος τῆς μὲν καθ’ αὑτήν, τῆς δὲ κατὰ συμβεβηκός. ὅσα μὲν οὖν φθαρτὰ καὶ γενητὰ καὶ ἁπλῶς ὅσα ὁτὲ μὲν ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ταῦτα ἐν χρόνῳ εἶναι· ἔστι γὰρ ὁ χρόνος τις πλείων, ὃς ὑπερέχει τοῦ εἶναι αὐτῶν καὶ τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν. τῶν δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, ταῦτα ἐν χρόνῳ· περιέχει δὲ ἢ ὁ παρελθὼν ἢ ὁ μέλλων ἢ καὶ ἀμφότεροι. ἃ μὲν οὖν ὁ παρελθών, ταῦτ’ ἦν οἷον Ὅμηρος, ἃ δὲ ὁ μέλλων, ταῦτα ἔσται οἷον ἔκλειψις, ἃ δὲ ἄμφω, ταῦτα καὶ ἦν καὶ ἔσται οἷον ὁ πόλεμος ὁ Περσικός· ὅσα δὲ μὴ περιέχει, ταῦτα δὲ οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται, ἔτι δὲ τὰ τοιαῦτα τῶν μὴ ὄντων, ὅσων τὰ ἀντικείμενα ἀεί ἐστιν, οἷον τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον ἀεί ἐστιν, καὶ οὐκ ἔσται τοῦτο ἐν χρόνῳ, οὐ τοίνυν οὐδὲ τὸ σύμμετρον, διότι ἐναντίον ἐστὶν τῷ ἀεὶ ὄντι· ὧν δὲ τὰ ἀντικείμενα μὴ ἀεί, ταῦτα δὲ δύναται καὶ εἶναι καὶ μὴ εἶναι καὶ ἔστι γένεσις καὶ φθορὰ αὐτῶν.

抑或是因为[运动]总是各各不同,在数上绝非同一,而是与时间一同共存并一同变异——或者不如说,时间随运动而如此——且它们为了各自的存在而彼此需要,因此即便时间并不超出运动,从而也不依此方式包容运动,但至少因为它们彼此协调契合,运动便因这一缘故而存在于时间之中?另一方面,既然时间是运动的尺度,它也将是静止的尺度(因为静止是运动的匮乏);而我们是用同一种机能来判定具有与匮乏的,例如用眼睛判定光与暗,用听觉判定声音与寂静;因此静止也在时间中。然而,并非只要在时间中,就必然因此也在运动中;因为时间不是运动,而是运动的数和某种偶性。并非如果某物偶然在某物之中,它就立刻也在该偶性所依附的主体之中;因为如果某物在白天之中,并不立刻就在太阳的运行之中。因此,静止之物不可能在运动中,却可以在运动的数中;因为我们说,患者在这么长的时间里静止休息。但是,时间并不像度量运动本身那样度量静止,而是偶性地度量;即通过度量另一种运动来度量。因为黑夜在自身上是太阳在地下的运行的尺度,偶性上却是动物休息的尺度。被说成静止的,并不是全然不动之物,而是本性上适于运动、如今却被剥夺了运动之物;因为对于像静止这样不动之物而言,时间是更大的,因此理所当然地,静止之物被说成是在时间中静止,因为时间属于它们的静止[是其静止的尺度]。时间将度量运动之物与静止之物,就前者在运动、后者在静止而言;因为[它将度量]它们的运动和静止究竟有多大。因此,运动之物并非纯然被时间所度量;因为太阳也并非纯然可被时间度量;它的存在不可被时间度量,但它的运动,就其具有特定数量而言,是可度量的。但不可忽视的是,虽然时间可以说既是运动的尺度也是静止的尺度,却单单是运动的数;因为时间作为其数的‘先’与‘后’,存在于运动之中,却不存在于静止之中;因为静止的存在并不在于从某个前者到某个后者的转移之中。所以根据所说的显然可见,凡是既不运动也不静止的事物,都不被时间所度量;因为时间单单是运动和静止的尺度。随之而来的便是,常非存在之物也不在时间中,例如凡不可能以别样方式存在的事物,正如对角线与边可通约;因为这些既不运动也不静止;而时间单单是运动和静止的尺度,对于前者是自身而言的,对于后者是偶性而言的。因此,凡可毁灭的与可生成的,以及纯然凡有时存在而有时不存在的事物,都必然在时间之中;因为存在着某个更大的时间,它超出了它们的存在,也超出了度量它们实体的尺度。而在非存在之物中,凡时间所包容的,都在时间中;包容它们的,要么是过去的时间,要么是未来的时间,要么是二者。过去时间所包容的,曾是存在,如荷马;未来时间所包容的,将是存在,如日食;而二者都包容的,既曾存在也将在,如波斯战争。但凡它所不包容的,则既不曾存在,现在也不存在,将来也不会存在。此外,非存在之物中,凡其对立面常在的——例如对角线不可通约是常在的,这便不会在时间中,因此可通约也不会在时间中,因为它与常在者相反——而凡其对立面非常在的,则既能够存在也能够不存在,且有它们的生成与毁灭。

语法注3 条
  1. 4.12ὥστε καὶ ἠρεμίαν ἐν χρόνῳ

    在由表结果的 ὥστε 引导的小句中,省略了谓词不定式 εἶναι(“因此静止也在时间中”)。它标志着从上文“时间既然是运动的尺度,也是静止的尺度”得出的逻辑推论。

  2. 4.12οὐκ ἔστι δ’, εἰ ἔν τῳ εἶναι συμβέβηκέ τι, ἤδη καὶ ἐν ᾧ τοῦτο συμβέβηκεν

    句子的骨架为非人称的 οὐκ ἔστι(“并不成立 / 并非如此”),后接条件从句 εἰ ἔν τῳ [指在时间中] εἶναι συμβέβηκέ τι [指静止],结论部分为 ἤδη καὶ ἐν ᾧ τοῦτο συμβέβηκεν [指在这一偶性所依附的事物,即运动本身之中,需补出 εἶναι αὐτό]。此处指明偶性包含关系并不具备传递性。

  3. 4.12τὴν γὰρ κίνησιν αὐτῶν καὶ τὴν ἠρεμίαν πόση τις

    此句承前省略了主动词 μετρήσει,支配宾格宾语 τὴν κίνησιν αὐτῶν καὶ τὴν ἠρεμίαν。πόση τις 用作间接疑问性的谓词补足语,意为“[因为时间将度量]它们的运动和静止究竟有多大”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:155.25-157.9