← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§154.4-155.25

在时间之中的定义与永恒者的非时间性

德米斯蒂乌阐明了时间通过部分来度量整体运动,指出‘在时间中’意味着被时间所度量和包容而不仅是共存;随后解释了时间自身为何被视为毁灭的原因以及永恒之物为何不在时间中,最后提出了永恒的运动何以在时间之中的难问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.12#2

ἢ τῷ μέρος αὐτῆς ἀφορίσαι, ὃ καταμετρήσει τὴν ὅλην,1 ὥσπερ ὁ πῆχυς τὸ μῆκος τῷ λαβεῖν τι μῆκος, ὃ καταμετρήσει τὸ ὅλον. ἡ γὰρ ὥρα τί ἐστιν ἄλλο ἢ τοσήδε κίνησις τοῦ ἡλίου; καὶ ὁ μὴν καὶ τὸ ἔτος. Ἐπειδὴ δέ ἐστιν ἡ κίνησις ἐν χρόνῳ τῷ καταμετρεῖσθαι τὸ εἶναι αὐτῆς ὑπὸ τοῦ χρόνου οὐ γὰρ ἄλλο τὸ εἶναι τῆς κινήσεως (ἢ τὸ γίγνεσθαι ᾧ συμπαρεκτείνεται ὁ χρόνος καὶ ὃ καταμετρεῖ),2 δῆλον ὅτι καὶ τοῖς ἄλλοις τὸ εἶναι ἐν χρόνῳ ἐστὶν τὸ καταμετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου. τό γὰρ ἐν χρόνῳ διττόν ἐστιν, ἕν μὲν τὸ εἶναι τότε, ὅτε ὁ χρόνος ἐστίν, ἕτερον δὲ ὥσπερ ἔνια λέγομεν, ὅτι ἐν ἀριθμῷ ἐστίν. ἀλλὰ καὶ οὗτος ὁ τρόπος διπλοῦς· ἢ γὰρ οὕτως ἐν ἀριθμῷ, ὅτι μέρος ἢ πάθος ἀριθμοῦ, ὡς τὸ ἄρτιον τὰ δύο καὶ τὸ περιττόν· ἢ ὅτι ἐστὶν αὐτῶν ἀριθμός, ὡς οἱ δέκα ἵπποι καὶ οἱ δέκα βόες ἐν ἀριθμῷ. εἰ οὖν ἀριθμὸς ὁ χρόνος, δῆλον ὡς καὶ τὰ ἐν χρόνῳ ὄντα ἐν ἀριθμῷ ἐστι. τὸ μὲν οὖν νῦν καὶ τὸ πρότερον οὕτως ἐν χρόνῳ καὶ ἀριθμῷ, ὡς ἐν τῷ μοναδικῷ ἡ μονὰς καὶ τὸ περιττόν· τὰ μὲν γὰρ τοῦ ἀριθμοῦ, τὰ δὲ τοῦ χρόνου συμβεβηκότα· τὰ δὲ πράγματα οὕτως ἐν χρόνῳ ἐστίν, ὡς ἐν τῷ ἀριθμῷ οἱ δέκα ἵπποι. ὥσπερ τοίνυν ἀεὶ τῶν οὕτως ἐν ἀριθμῷ λεγομένων πλείων τίς ἐστιν ἀριθμός· ὡρισμένος γὰρ ὁ ὁρισμός·3 οὕτως καὶ τῶν ἐν χρόνῳ ὄντων τοῦτον τὸν τρόπον ἀεὶ πλείων ἐστὶν ὁ χρόνος· καὶ γὰρ ὁ χρόνος ἀριθμός τις. εἰ δὲ τοῦτο, τὰ ἐν χρόνῳ ὄντα περιέχεται ὑπὸ τοῦ χρόνου, ὥσπερ καὶ τὰ ἐν ἀριθμῷ ὄντα περιέχεται ὑπὸ τοῦ ἀριθμοῦ καὶ τὰ ἐν τόπῳ ὄντα περιέχεται ὑπὸ τοῦ τόπου καὶ τοῦτό ἐστι τὸ κυρίως σημαινόμενον ὑπὸ τοῦ ἐν χρόνῳ. τὸ δὲ λέγειν ἐν χρόνῳ εἶναι, ἐπειδὴ τότε ἐστίν, ὅτε ὁ χρόνος ἐστίν, καὶ τὸ ἐν κινήσει εἶναι, ἐπειδὴ τότε ἐστίν, ὅτε κίνησίς ἐστιν, οὐδὲν διαφέρει τοῦ λέγειν καὶ τὸν οὐρανὸν ἐν κέγχρῳ εἶναι, ἐπειδὴ τότε ἐστίν, ὅτε καὶ ἡ κέγχρος ἐστίν. ἀλλὰ τὸ μὲν ἅμα εἶναι πολλοῖς συμβέβηκεν, τὸ δὲ εἶναι θάτερον ἐν θατέρῳ τὸ περιέχεσθαί ἐστιν ὑπὸ τοῦ ἑτέρου τὸ ἕτερον. τούτοις μέντοι γε ἀκολουθεῖ καὶ τὸ ἅμα εἶναι, ἀλλ’ οὐκ ἐπειδὴ ἅμα, διὰ τοῦτο ἐν ἀλλήλοις· ἀλλ’ ἐπειδὴ καὶ ἐν ἀλλήλοις, διὰ τοῦτο καὶ ἅμα. τοῦτό τε δὴ συμβέβηκε τοῖς ἐν χρόνῳ καὶ τὸ λέγεσθαι, ὅτι πάσχει τι ὑπὸ τοῦ χρόνου· εἰώθαμεν γὰρ λέγειν, ὅτι κατατήκει ὁ χρόνος καὶ γηράσκει πάντα ὑπὸ τοῦ χρόνου καὶ ἐπιλανθάνεται διὰ τὸν χρόνον· οὐ γὰρ ὁμοίως λέγομεν γίνεσθαι ὑπὸ τοῦ χρόνου τὴν οἰκίαν καὶ φθείρεσθαι, ἀλλὰ γίνεσθαι μὲν ὑπὸ τοῦ οἰκοδόμου ἐν χρόνῳ, φθείρεσθαι δὲ καὶ ἐν χρόνῳ καὶ ὑπὸ χρόνου· καὶ μανθάνειν μὲν ὑπὸ τοῦ διδάσκοντος ἐν χρόνῳ, ἐκλανθάνεσθαι δὲ ὑπὸ τοῦ χρόνου μόνον· οὐδὲν γὰρ ἕτερον ἐπὶ τούτων αἴτιον θεωρεῖται. εὐλόγως δὲ καθ’ αὑτὸν ὁ χρόνος φθορᾶς αἴτιος λέγεται· ἀριθμὸς γὰρ κινήσεως, ἡ δὲ κίνησις ἐξίστησι τὸ προϋπάρχον. εἰ δὲ ταῦτα λέγεται καλῶς, φανερὸν ὅτι τὰ ἀεὶ ὄντα ᾗ ἀεὶ ὄντα οὐκ ἔστιν ἐν χρόνῳ· οὐ γὰρ περιέχεται ὑπὸ χρόνου οὐδὲ πάσχει τι ὑπὸ χρόνου (οὔτε γὰρ συναλλοιοῦται αὐτῷ οὔτε συμπάρεισιν)· οὐκοῦν οὐδὲ μετρεῖται τῶν τοιούτων τὸ εἶναι ὑπὸ τοῦ χρόνου οὐδὲ ὁρίζεται οὔτε περιττεύει τις τῆς οὐσίας αὐτῶν χρόνος, ἀλλὰ τοὐναντίον παντὸς τοῦ ληφθέντος χρόνου τὸ εἶναι αὐτῶν περιττεύει.4 πῶς οὖν ἡ κίνησις ἐν χρόνῳ; καίτοι δέδεικται ἀΐδιος καὶ δειχθήσεται.

抑或是通过限定运动的一个将量尽全体的部分,正如肘尺通过选取某个将量尽全体的长度来[度量长度]一样?因为一小时除了是太阳的这许多运动之外,还能是什么呢?一月和一年也是如此。既然运动在时间中是由于其存在被时间所量尽——因为运动的存在无非是其生成,时间与其一同延伸并将其量尽——显然对于其他事物而言,在时间中也是它们的存在被时间所量尽。因为‘在时间中’是双重的:其一是在时间存在的时候存在;其二则正如我们说某些事物‘在数中’一样。但这种方式也是双重的:因为要么是依此方式在数中,即作为数的部分或属性,如偶数、二和奇数;要么是因为有它们的数存在,如十匹马和十头牛在数中。那么,如果时间是数,显然在时间中的事物也在数中。因此,‘现在’和‘先’在时间与数中,正如单位和奇数在单一体构成的数中一样;因为后者是数的偶性,而前者是时间的偶性。但具体事物在时间中,正如十匹马在数中一样。因此,正如对于依此方式被称为在数中的事物而言,总是存在着某个更大的数——因为被画定者已被限定——同样,对于以此方式在时间中的事物而言,也总是存在着更大的时间;因为时间也是某种数。如果这是真的,那么在时间中的事物就被时间所包容,正如在数中的事物被数所包容,在场所中的事物被场所所包容一样;而这正是‘在时间中’所本真表达的涵义。另一方面,说一物在时间中是因为在时间存在的时候它存在,在运动中是因为在运动存在的时候它存在,这与说诸天也在一粒粟中(因为在一粒粟存在的时候诸天也存在)毫无区别。但是,同时存在是偶然附随于许多事物的,而一物在另一物中,乃是一物被另一物所包容。固然,同时存在也随顺于这些[包容者与被包容者],然而并非由于它们同时,就因此在彼此之中;而是由于它们在彼此之中,因此它们也同时。这确实附随于在时间中的事物,而且还包括被说成受到时间的某种影响;因为我们习惯于说,时间消磨一切,万物因时间而老去,人因时间而遗忘。因为我们并不同样地说房屋由时间生成并由时间毁灭,而是说它由建筑者在时间中生成,却既在时间中又被时间所毁灭;我们说人通过教师在时间中学习,却单单因时间而完全忘却;因为在这些情形中看不到任何其他原因。时间在自身上被称为毁灭的原因,是合乎情理的;因为它是运动的数,而运动使先在之物脱离其本态。但如果这些说法是正确的,显然永恒之物就其作为永恒之物而言并不在时间中;因为它们既不被时间所包容,也不受到时间的任何影响(因为它们既不随时间一同变质,也不与时间一同共存)。因此,这类事物的存在既不被时间所度量,也不被其限定,没有任何时间超出它们的实体,反而恰恰相反,它们的存在超出了所取的一切时间。那么,运动究竟如何是在时间中的呢?尽管它已经被证明、且将被证明是永恒的。

语法注4 条
  1. 4.12τῷ μέρος αὐτῆς ἀφορίσαι, ὃ καταμετρήσει τὴν ὅλην

    表示手段的与格短语(τῷ ἀφορίσαι),用以回答上一语段末尾的疑问(“时间究竟是如何度量运动的呢?”)。关系代词从句 ὃ καταμετρήσει 使用将来时直陈语气,表示目的或结果(“将要量尽全体的[部分]”)。

  2. 4.12οὐ γὰρ ἄλλο τὸ εἶναι τῆς κινήσεως (ἢ τὸ γίγνεσθαι ᾧ συμπαρεκτείνεται ὁ χρόνος καὶ ὃ καταμετρεῖ)

    由 οὐ γὰρ ἄλλο ... ἢ ...(“无非是……/除……之外不是别的”)构成的比较限定句式。主语为 τὸ εἶναι τῆς κινήσεως,谓语为 τὸ γίγνεσθαι;随后的两个关系代词中,ᾧ 作 συμπαρεκτείνεται 的与格补足成分,ὃ 作 καταμετρεῖ 的直接宾语。

  3. 4.12ὡρισμένος γὰρ ὁ ὁρισμός

    名词 ὁρισμός(界限、定义、规定)为主语,完成时被动分词 ὡρισμένος(被画定/被限定)作谓语。该命题意在说明被画定之事物具有确定的界限,因而必定存在超出它的更大的数。

  4. 4.12παντὸς τοῦ ληφθέντος χρόνου τὸ εἶναι αὐτῶν περιττεύει

    动词 περιττεύει(超出、多出)支配比较/分离属格 παντὸς τοῦ ληφθέντος χρόνου。主语为 τὸ εἶναι αὐτῶν(它们的存在),与前句中“没有任何时间超出它们的实体”形成对称对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:154.4-155.25