← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§152.15-154.4

作为数与连续量的时间及与运动的相互度量

特米斯提乌斯阐发了《物理学》第四卷第十二章的开篇,论证了时间作为连续量没有最小值但在作为数时具有最小值,因而兼称‘长/短’与‘多/少’,并讨论了时间与运动相互度量的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.12#1

12. Πῶς δὲ αὐτὸν ἀριθμὸν λέγοντες οὐκ ἀναγκαῖον θησόμεθα καὶ ἐλάχιστόν τινα χρόνον ποιεῖν; τὸ γὰρ ἐλάχιστον ἐν ἀριθμῷ οἷον ἡ δυάς· οὐ γὰρ εἰς ἄπειρον ἡ καθαίρεσις τοῦ ἀριθμοῦ· διώρισται γάρ. ἢ διττὸς ὁ ἀριθμός, ὁ μὲν ἐκ μονάδων, αὐτὸς δὲ καὶ ὁ ἐλάχιστος, ὁ δὲ οὐχ ἁπλῶς ἐκ μονάδων, ἀλλ’ ἐκ τῶν τοιῶνδε μονάδων, οἷον ἵππων ἢ γραμμῶν; λέγεται γὰρ ἀριθμὸς καὶ αἱ πέντε γραμμαὶ καὶ τὰ πέντε τρίγωνα. τὰ τοιαῦτα δὲ κατὰ μὲν τὸ πλῆθος ἕξει καὶ αὐτὰ τὸ ἐλάχιστον· ἐλάχιστον γὰρ δύο γραμμαί. κατὰ τοῦτο δὲ καὶ ἀριθμητά ἐστι τὰ τοιαῦτα, κατὰ μέγεθος δὲ οὐχ ἕξει· ἕκαστον γὰρ αὐτῶν εἰς ἀεὶ διαιρετόν. καὶ ὁ χρόνος τοίνυν αἱ δύο ὧραι, καθὸ μὲν συνεχής τίς ἐστιν· οὐχ ἕξει δὲ τὸ ἐλάχιστον, οὐ γὰρ ἀριθμεῖται κατὰ τοῦτο· καθὸ δὲ ὁρίζεται καὶ οἷον τέμνεται τῷ νῦν τῷ τε πρότερον καὶ τῷ ὕστερον, κατὰ τοῦτο δὲ ἀριθμητὸς καὶ τὸ ἐλάχιστον ἔχει. αἱ γὰρ δύο ὧραι τῷ μὲν ἀριθμῷ τὸ ἐλάχιστον ἕξουσι, τῷ μεγέθει δὲ οὔ. εἰκότως τοίνυν ὁ χρόνος καὶ πολὺς καὶ ὀλίγος καὶ μακρὸς καὶ βραχὺς λέγεται· ἄμφω γὰρ ἀναδέχεται καὶ τὰ τῶν συνεχῶν καὶ τὰ τῶν διωρισμένων. καθὸ μὲν συνεχής, μακρὸς καὶ βραχύς· καθὸ δὲ ἀριθμητός, καὶ οὕτως ἀριθμὸς πολὺς καὶ ὀλίγος, οὐκέτι μέντοι ταχὺς καὶ βραδύς· οὐδεὶς γὰρ ἀριθμὸς ταχὺς καὶ βραδύς. εὐλόγως δὲ καὶ ἅμα μὲν ὁ αὐτὸς πανταχοῦ, ὁ δὲ πρότερος καὶ ὕστερος χρόνος οὐκέτι οἱ αὐτοὶ πρὸς ἀλλήλους· καὶ γὰρ ἡ κίνησις ἡ μὲν παροῦσα μία, ἡ δὲ γεγενημένη καὶ ἡ μέλλουσα ἕτεραι. ἔπειτα ἀριθμὸς ὁ χρόνος οὐχ ᾧ ἀριθμοῦμεν, ἀλλ’ ὁ ἀριθμούμενος. * * * ὁ αὐτὸς ἐν πᾶσιν οἷον ἡ δεκάς, ἄν τε ἵππων ἄν τε ἀνθρώπων λαμβάνηται, τὰ δὲ ἀριθμούμενα οὐ τὰ αὐτὰ οἱ δέκα ἄνθρωποι καὶ οἱ δέκα ἵπποι. ἀριθμεῖται δὲ καὶ ὁ χρόνος κατὰ τὸ πρότερόν τε καὶ ὕστερον, ὥστε εἰκότως ἕτερα ταῦτα. ἔτι ὡς ἐνδέχεται κίνησιν [εἶναι] τὴν αὐτὴν καὶ μίαν εἶναι πάλιν, οὕτω καὶ χρόνον ἐνδέχεται οἷον ἔαρ ἢ μετόπωρον· ἡ μὲν οὐσία τοῦ χρόνου τοιαύτη· τὸ γὰρ τῆς κινήσεως πρότερόν τε καὶ ὕστερον ἀριθμούμενα χρόνος ἐστίν, ἔχοντι δὲ αὐτῷ τὸ εἶναι ἐν τούτῳ συμβέβηκε προηγουμένως μὲν τὴν κίνησιν μετρεῖν, κατὰ συμβεβηκὸς δὲ καὶ ὑπ’ αὐτῆς ἀντιμετρεῖσθαι·1 οὐ γὰρ μόνον λέγομεν πολλὴν τὴν κίνησιν τὴν ἐν τῷ πολλῷ χρόνῳ, ἀλλὰ καὶ χρόνον πολύν, ἐν ᾧ ἡ πολλὴ κίνησις. ὥσπερ οὖν καὶ ἐπὶ τῶν ἄλλων μέτρων ἁπάντων· ἀντιμετρεῖται γὰρ ὑπὸ τῶν μετρουμένων τὰ μέτρα· τῷ γὰρ τῶν πυρῶν μεδίμνῳ κρίνομεν τὸ ξύλινον μέδιμνον, εἰ μὴ μεῖζον ἢ ἔλαττόν ἐστιν, καὶ τῇ κοτύλῃ τοῦ οἴνου τὴν χαλκῆν ἀντιμετροῦμεν κοτύλην, καὶ τί θαυμαστὸν ἐπὶ τῶν συνεχῶν μέτρων τοῦτο συμβαίνειν, ὁπότε καὶ αὐτὸς ὁ μοναδικὸς ἀριθμὸς τρόπον τινὰ ὑπὸ τῶν ἀριθμουμένων ἀνταριθμεῖται; ὥσπερ γὰρ τὰ δέκα δέκα ἵππους φαμέν, οὕτως καὶ τὰς μονάδας λέγομεν δέκα, ὅτι δέκα ἵπποις ἰσώθησαν. μήποτε γὰρ οὐδ’ ἂν εἰς ἔννοιαν ἤλθομεν τῶν δέκα μὴ τὸν ἕνα ἵππον καὶ τὸν ἕνα ἵππον καὶ τὸν ἕνα ἄνθρωπον τοσαυτάκις λαμβάνοντες.2 καὶ τοῦτο εὐλόγως συμβέβηκε τὸ μετρεῖν τε καὶ ἀντιμετρεῖσθαι τὸν χρόνον· ἀκολουθεῖ γάρ, ὥσπερ ἐλέχθη, τῷ μὲν μεγέθει ἡ κίνησις, τῇ κινήσει δὲ ὁ χρόνος. ὥσπερ οὖν ἡ κίνησις ἔχει πρὸς μέγεθος, οὕτως καὶ ὁ χρόνος πρὸς τὴν κίνησιν, καὶ ὥσπερ ἡ κίνησις μετρεῖ τὸ μέγεθος, καὶ ἀντιμετρεῖται ὑπ’ αὐτοῦ. πολλὴν γάρ φαμεν τὴν ὁδόν, ἐὰν ἡ πορεία πολλή, καὶ πολλὴν τὴν πορείαν, ἐὰν ἡ ὁδὸς πολλή. ὁμοίως δὲ καὶ τὴν κίνησιν πολλήν, ἐὰν ὁ χρόνος, καὶ τὸν χρόνον, ἐὰν ἡ κίνησις. πῶς οὖν μετρεῖ τὴν κίνησιν ὁ χρόνος;

12. 那么,在称时间为数时,我们怎能不认为必然也要设立某种最小的时间呢?因为数中的最小者乃如二;因为数的缩减并不走向无限,因为它是离散的。抑或数是双重的,一种是由单位构成的,其自身也是最小者;另一种则不是无条件地由单位构成的,而是由诸如此类的单位构成的,如马匹或线?因为五条线和五个三角形也被称为数。而这类事物就数量而言自身也将具有最小者;因为最小者是两条线。在这方面这类事物也是可计数的,但在大小方面却不会具有[最小者];因为它们之中的每一个都可以无限分割。因此,时间(即两小时),就其是某种连续之物而言,将不具有最小者,因为在这方面它不是被计数的;但就其被‘现在’——先前的〔现在〕与后继的〔现在〕两者——所限定并宛如被切分而言,在这方面它是可计数的,且具有最小者。因为两小时在数上将具有最小者,但在大小上则不然。因此,理所当然地,时间既被称为多与少,又被称为长与短;因为它兼纳了连续之物与离散之物的属性。就其连续而言,它是长与短;就其可计数、并以此方式成为数而言,它是多与少;然而它不再是快与慢,因为没有任何数是快与慢的。并且同样合乎情理的是,在同时的意义上它在到处是同一的,但先前的与后继的时间彼此之间却不再是同一的;因为现在的运动是一,而已经发生的与将要到来的则是互异的。其次,时间不是作为我们用以计数的数,而是作为被计数的数。* * * 在一切事物中是同一的,例如十,无论它是就马匹还是就人而被取用,但被计数的事物(即十个人与十匹马)却不是同一的。而时间也是依先与后而被计数的,所以合乎情理地这些是互异的。此外,正如运动可能再次成为同一且单一的,时间也同样可能如此,例如春季或秋季。时间的本质就是如此;因为运动的先与后在被计数时就是时间;而对于在此之中具有其存在的时间而言,首要地是它度量运动,但按偶性也是它反过来被运动所度量;因为我们不仅将在多时间中的运动称为多的,而且也将有多运动在其中的时间称为多的。因此,正如在所有其他度量工具的情形中一样;因为度量工具反过来被被度量之物所度量;因为我们是用〔一〕麦斗小麦来评判木质的麦斗是否不大不小,用〔一〕杯葡萄酒来反过来度量青铜的杯。既然连单一体构成的数自身在某种方式上都反过来被被计数之物所反向计数,那么在连续的度量工具上发生这种事情又有什么值得奇怪的呢?因为正如我们将十称为‘十匹马’一样,我们也同样将诸单位称为‘十’,因为它们与十匹马相等。因为如果我们不是这许多次地取用一匹马、一匹马和一个人,我们也许甚至根本不会达到‘十’的概念。而时间既度量又反过来被度量,这发生得合乎情理;因为正如所说过的,运动随顺大小,而时间随顺运动。因此,正如运动对待大小,时间也同样对待运动;正如运动度量大小,并反过来被大小所度量——因为如果旅程多,我们就称道路大,如果道路大,我们就称旅程多——同样地,如果时间多,我们就称运动多,如果运动多,我们就称时间多。那么,时间究竟是如何度量运动的呢?

语法注2 条
  1. 4.12ἔχοντι δὲ αὐτῷ τὸ εἶναι ἐν τούτῳ συμβέβηκε προηγουμένως μὲν τὴν κίνησιν μετρεῖν, κατὰ συμβεβηκὸς δὲ καὶ ὑπ’ αὐτῆς ἀντιμετρεῖσθαι

    无人称动词 συμβέβηκε(“发生/成为属性”)支配与格代词 αὐτῷ(“对于时间”)及其伴随环境的分词短语 ἔχοντι... τὸ εἶναι ἐν τούτῳ(“在此之中具有其存在”),并以两个并列的不定词短语 προηγουμένως μὲν τὴν κίνησιν μετρεῖν(“首要地度量运动”)与 κατὰ συμβεβηκὸς δὲ καὶ ὑπ’ αὐτῆς ἀντιμετρεῖσθαι(“按偶性被它反过来度量”)作为其真正主语。

  2. 4.12μήποτε γὰρ οὐδ’ ἂν εἰς ἔννοιαν ἤλθομεν τῶν δέκα μὴ τὸν ἕνα ἵππον καὶ τὸν ἕνα ἵππον καὶ τὸν ἕνα ἄνθρωπον τοσαυτάκις λαμβάνοντες

    副词 μήποτε 在晚期希腊语中表示审慎的推测(“或许/大概”)。带有否定词 μή 的分词短语 μὴ... λαμβάνοντες 充当与事实相反的条件从句(相当于 εἰ μὴ ἐλαμβάνομεν),与主句中带 ἄν 的不定过去时直陈式 ἤλθομεν(“我们甚至不会达到……”)呼应,构成反事实条件句结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:152.15-154.4