← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§150.27-152.14

作为限界的“现在”与时间对运动的计数

德米斯提厄斯通过单位与数的类比阐明“现在”与时间的相互伴随关系,指出“现在”如同线段的两端限界一样对时间进行计数;他论证“现在”并非时间的部分,其自身本是时间的限界,但由于时间是运动之数,它亦成为运动的限界,并对多种不同的运动在各处同时保持为单一且同一的数。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.11#5

ὥσπερ δὲ τῆς φορᾶς τὸ φερόμενον γνωριμώτερον (τόδε γάρ τί ἐστι καὶ οὐσία), οὕτως καὶ τοῦ χρόνου τὸ νῦν· ἐν ὑπάρξει γὰρ τοῦτο μόνον καὶ οἷον τόδε. φανερὸν δέ, ὅτι καὶ ἀλλήλοις ἀντακολουθεῖ τὰ νῦν καὶ ὁ χρόνος καὶ ὅτι θατέρου μὴ ὄντος οὐδὲ θάτερόν ἐστιν· ὁ χρόνος γὰρ ἔσται τῶν νῦν ἀριθμῷ· οἷον γὰρ μονὰς τοῦ χρόνου τὸ νῦν· καὶ ὥσπερ ἡ μονὰς τῷ πάλιν καὶ πάλιν λαμβάνεσθαι ποιεῖ τὸν ἀριθμόν, οὕτω καὶ τὸ νῦν τὸν χρόνον, καὶ ὥσπερ ἡ μονὰς αὐτὴ μὲν ἀδιαίρετος, διαιρετὸν δὲ ποιεῖ τὸν ἀριθμόν, οὕτω καὶ τὸ νῦν πάλιν τὸν χρόνον· ἡ διαφορὰ δὲ ἐν τῷ τὸ τὴν μὲν συνεχές, τὴν δὲ διωρισμένον ποιεῖν.1 καὶ συνέχει δὴ τὸ νῦν χρόνον καὶ διαιρεῖ καθάπερ τὸ φερόμενον τὴν φοράν· καὶ γὰρ ἡ φορὰ μία καὶ συνεχὴς τῷ τὸ φερόμενον ἓν εἶναι, ἓν δὲ οὐχ ἁπλῶς· δύναται γὰρ ὡς μὲν τόδε τι καὶ σῶμα ἓν εἶναι οἷον λίθος ἢ ξύλον, ὡς φερόμενον δὲ μή, ἐὰν διαλιμπάνῃ κινούμενον· οὐκέτι γὰρ τότε μία καὶ συνεχὴς ἡ κίνησις καίτοι τοῦ φερομένου ἑνὸς ὄντος, ἀλλ’ ὅταν ὡς φερόμενον ἓν ὑπάρχῃ, τοῦτο δὲ ὅταν μὴ ἠρεμῇ μεταξύ· τότε γὰρ καὶ διορίζει τὴν προτέραν τε καὶ ὑστέραν κίνησιν καὶ πάλιν συνέχει, καθάπερ γε ἡ στιγμὴ τὴν γραμμήν· διαφέρει δέ, ὅτι τὴν μὲν στιγμὴν ἔστι τὴν αὐτὴν δὶς λαβεῖν ποτὲ μὲν ὡς πέρας, ποτὲ δὲ ὡς ἀρχήν (ὑπομένει γὰρ καὶ ἐν θέσει τὸ εἶναι αὐτῇ), τὸ δὲ φερόμενον οὐκ ἔστι δὶς λαβεῖν ὡς φερόμενον· ἀεὶ γὰρ ἄλλο καὶ ἄλλο. καὶ ἄλλο δὲ οὐχ ὅτι ἕτερον ἑαυτοῦ, ἀλλ’ ὅτι ἐν ἄλλῳ καὶ ἄλλῳ· εἰ γὰρ ἐν ταὐτῷ δίς, ἀνάγκη στῆναι, κινεῖσθαι δὲ ὑπόκειται συνεχῶς. οὕτω δὴ καὶ τὸ νῦν οὐκ ἔσται δὶς λαβεῖν. εἰ οὖν μὴ ἔστι δὶς λαβεῖν τὸ νῦν, πῶς ἐν τῷ ἀριθμεῖσθαι τὸ νῦν οὐχ ὡς τὸ αὐτὸ σημεῖον δὶς ἀρχήν τε καὶ τελευτήν, ἀλλ’ εἴπερ ἄρα, ὡς τὰ δύο πέρατα τῆς αὐτῆς γραμμῆς τοδὶ τοδί;2 ταῦτα δ’ ὁρίζει τὸ μεταξὺ διάστημα τῆς γραμμῆς ἕτερον καὶ ἕτερον ὄντα. οὕτω δὴ καὶ τὰ νῦν ἀριθμεῖται ὡς ἄλλο καὶ ἄλλο, τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, δὶς δὲ ταὐτὸν λαβεῖν ἀμήχανον, ὥσπερ ἀμήχανον στῆσαι τὸν χρόνον. καὶ ἔτι φανερὸν ὅτι οὐδὲ μόριον τὸ νῦν τοῦ χρόνου· οὐδὲ γὰρ τὸ φερόμενον τῆς φορᾶς, οὐδὲ ἡ στιγμὴ τῆς γραμμῆς· γραμμῆς γὰρ μέρος γραμμὴ καὶ κινήσεως κίνησις καὶ χρόνου χρόνος. τίνος οὖν πέρας τὸ νῦν; πότερον τῆς κινήσεως ἢ τοῦ χρόνου; ἐλέγετο γὰρ ἐν τοῖς ἔμπροσθεν τὸ νῦν διαιρεῖσθαι τὴν κίνησιν· ἢ καθ’ αὑτὸ μέν ἐστι τοῦ χρόνου πέρας, τῷ δὲ τὸν χρόνον εἶναι ἄλλο μηδὲν ἢ τὸ ἀριθμούμενον τῆς κινήσεως κατὰ τὸ πρότερόν τε καὶ ὕστερον, ὅταν ὡς ἀριθμούμενον λαμβάνηται τὸ νῦν, τότε καὶ τῆς κινήσεως γίνεται πέρας; διὰ τοῦτο ἄρα αὐτῷ συμβέβηκε καὶ πέρατι εἶναι καὶ πανταχοῦ ἅμα εἶναι, αἴτιον δέ, ὅτι οὐχὶ κινήσεώς ἐστιν καθ’ αὑτὸ πέρας (οὐ γὰρ ἐν ἐκείνῃ τῇ κινήσει μόνῃ, ἧς πέρας ἦν), ἀλλὰ χρόνου, ὃς ἀριθμός ἐστιν τῆς κινήσεως· ἀριθμὸν δὲ ταὐτὸν ἅμα πλειόνων εἶναι ἐνδέχεται, οἷον τὴν δεκάδα ἵππων καὶ ξύλων. καίτοι ὁ χρόνος ἀριθμὸς οὐχ ὡς ὁ ἀριθμῶν, ἀλλ’ ὡς ὁ ἀριθμούμενος ἢ χρόνος πρὸς μοναδικὸν ἀριθμόν,3 ἀλλ’ ὅμως ἀναδέχεται μόνος τὸ τοῦ ἀριθμοῦντος ἰδίωμα· πανταχοῦ γὰρ ἅμα καὶ τῶν πολλῶν κινήσεων ἓν καὶ ταὐτὸν τὸ ἀριθμούμενον αὐξήσεως φορᾶς ἀλλοιώσεως. ταύτῃ μὲν οὖν ἱκανῶς ἐπιδέδεικται, ὅτι καὶ ἀριθμὸς ὁ χρόνος καὶ κινήσεως ἀριθμὸς κατὰ τὸ πρότερον καὶ ὕστερον, δῆλον δέ, ὅτι καὶ συνεχής· ἡ γὰρ κίνησις ἡ σύμπασα γίνεται συνεχής.

正如移动物比起位移更容易被认识(因为它是一个‘这个’且是实体),‘现在’比起时间来也是如此;因为唯有它在实在中存在,且宛如一个‘这个’。并且显而易见,诸‘现在’与时间彼此紧密相随,若其中一个不存在,另一个也就不存在;因为时间将由诸‘现在’的数构成。因为‘现在’宛如时间的一个单位;正如单位通过被一再取得而产生数,‘现在’也同样产生时间;正如单位自身是不可分的,却使数成为可分的,‘现在’同样也使时间成为可分的。差异则在于:一个产生连续之物,另一个产生离散之物。事实上,正如移动物对待位移一样,‘现在’也连接并分割时间;因为位移也是因移动物为一而成为单一且连续的,但并非无条件地为一:因为作为某个‘这个’和物体(如一块石头或一段木头)它可以是一,但作为移动物却可以不是一(如果它在运动中有所间断);因为此时尽管移动物是一,运动却不再是单一且连续的,唯有当它作为移动物为一时(而这发生在它中间未曾静止之时),运动才是连续的;因为唯有在此时,它才既划定先前的和后继的运动,又再次将它们连接起来,正如点对待线一样。但不同之处在于,人们可以将同一个点取用两次,有时作为终点,有时作为起点(因为它的存在保持不变且处于位置中),但移动物作为移动物却不能被取用两次;因为它始终是一个又一个不同的。它是一个又一个不同的,并非因为它与自身不同,而是因为它处于一个又一个不同的处所中;因为如果它两次处于同一处所,就必然停顿下来,但前提设定它是连续运动的。因此,‘现在’同样也不能被取用两次。那么,如果‘现在’不能被取用两次,在‘现在’被计数时,它又是如何[被取用]的呢?不是像同一个点被两次取作起点与终点,而是如果说真有什么的话,乃是像同一条线的两个限界——这个与这个。这些限界既然是互异的,就限定了线的中间间隔距离。因此,诸‘现在’也是作为互异之物而被计数的,一个为先,另一个为后;但将同一个取用两次是不可能的,正如使时间停止是不可能的。 而且显而易见的是,‘现在’甚至不是时间的一部分;因为移动物不是位移的一部分,点也不是线的一部分;因为线的部分是线,运动的部分是运动,时间的部分是时间。那么,‘现在’究竟是什么的限界?是运动的还是时间的?因为先前曾说过‘现在’分割运动;抑或它就自身而言是时间的限界,但由于时间无非就是运动中依先与后而被计数之物,当‘现在’作为被计数之物被取用时,它那时也就成了运动的限界?因此,它才具有了既是限界又在到处同时存在的属性,其原因在于,它就自身而言并不是运动的限界(因为它并非只存在于它曾作为其限界的那一运动中),而是运动之数——时间的[限界];而同一个数完全可能同时属于多个事物,例如十既属于马匹也属于木头。尽管时间不是作为起计数作用的数、而是作为被计数的数,抑或时间对应于由单位构成的数,但唯独它承受了起计数作用之物的特有属性;因为对于诸多运动——增长、位移、变质——而言,被计数之物到处都是同时存在的,且是单一而同一的。依此,已经充分证明了时间是数,且是依先与后的运动之数;并且显然它也是连续的;因为整体的运动是连续的。

语法注3 条
  1. 4.11ἐν τῷ τὸ τὴν μὲν συνεχές, τὴν δὲ διωρισμένον ποιεῖν

    在带冠词的不定式短语 ἐν τῷ ... ποιεῖν 内部,嵌套了另一个由 τὸ ... ποιεῖν 构成的不定式从句,宾格的 τὴν μέν 和 τὴν δέ 用作该不定式的逻辑主语。在语境中,τὴν μέν 指代阴性的“现在”的本性或能力(ἡ τοῦ νῦν φύσις / δύναμις),τὴν δέ 指代前文的“单位”(ἡ μονάς),它们分别支配谓语补足语 συνεχές(连续的)与 διωρισμένον(离散的)。

  2. 4.11πῶς ἐν τῷ ἀριθμεῖσθαι τὸ νῦν οὐχ ὡς τὸ αὐτὸ σημεῖον δὶς ἀρχήν τε καὶ τελευτήν, ἀλλ’ εἴπερ ἄρα, ὡς τὰ δύο πέρατα τῆς αὐτῆς γραμμῆς τοδὶ τοδί;

    由疑问词 πῶς 引导的省略句,主动词(如 λαμβάνεται)被省略。在 πῶς 之后需补出“在计数时,现在是如何[被取用]的”,句中将否定部分 οὐχ ὡς...(不是作为同一个点被两次取作起点与终点)与纠正部分 ἀλλ’ εἴπερ ἄρα, ὡς...(而是如果真如此,则是作为同一条线的两个限界,即这个与这个)进行了鲜明对置。

  3. 4.11ἢ χρόνος πρὸς μοναδικὸν ἀριθμόν

    承接前文 οὐχ ὡς ὁ ἀριθμῶν, ἀλλ’ ὡς ὁ ἀριθμούμενος 的补充性对比短语。此处省略了表示关系的动词或分词(如 ὥσπερ ἔχει),构成一种比例关系的简缩表达,意为“抑或时间对应于由单位构成的数[正如被计数的数对应于起计数作用的数一样]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:150.27-152.14