← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§148.30-150.26

作为被计数之数的时间与“现在”的单一性

忒弥斯提乌斯论证了时间并非由诸单位构成的离散数,而是能够连续的被计数之数,并驳斥了盖伦关于该定义存在循环论证的指责。随后,他通过与移动物体的类比说明,尽管存在多种同时发生的运动,由于“现在”在各处的同一性,时间仍是单一的,且“现在”在底层载体上为一个,但在界说上互不相同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.11#4

οὕτως δὲ καὶ ἀριθμὸς οὐχ ὁ ἐκ τῶν μονάδων μόνον, ἀλλὰ καὶ ὁ ἀριθμούμενος· ἐκεῖνος μὲν γὰρ διωρισμένος καὶ οὐ συνεχὴς καὶ οὐδ̓̀ ἂν τὴν οὐσίαν ἐσήμαινεν ἡμῖν τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἔργον καί τι ἐποίει,1 τὸ δὲ ἀριθμούμενον οὐδὲν κωλύει καὶ συνεχὲς εἶναι, ὡς τὸ ἑνδεκάπηχυ δόρυ. Γαληνῷ δὲ οὐ προσεκτέον οἰομένῳ τὸν χρόνον ἀφορίζεσθαι δἲ αὐτοῦ· πολλὰ γὰρ ἐξαριθμησάμενος σημαινόμενα τοῦ προτέρου τε καὶ ὑστέρου τὰ μὲν ἄλλα οὐκ ἐφαρμόζειν φησὶ τῷ ὁρισμῷ, τὸ κατὰ χρόνον δὲ μόνον, ὥστε εἶναι τὸν χρόνον ἀριθμὸν τῆς κινήσεως κατὰ χρόνον. ἀλλ̓̀ ἰστέον, ὅτι τὸ πρότερον καὶ τὸ ὕστερον ἐν κινήσει οὐ διὰ τὸν χρόνον τὸ μὲν πρότερόν ἐστιν, τὸ δὲ ὕστερον, ἀλλὰ αὐτὸ μᾶλλον ποιεῖ τὸ ἐν χρόνῳ πρότερον καὶ ὕστερον, γίνεται δὲ ἐκ τοῦ κατὰ μέγεθος καὶ τὴν θέσιν, παῤ̀ οὗ καὶ τὸ συνεχὲς ἔχει· καὶ τοῦτο διαρρήδην φησὶν Ἀριστοτέλης· τὸ δὴ πρότερον τε καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν, ἐνταῦθα μὲν τῇ θέσει· ἐπειδὴ δὲ ἐν τῷ μεγέθει, ἀνάγκη καὶ ἐν κινήσει. ἀλλὰ καὶ δεδόσθω μηδὲ ἄλλο σημαίνειν τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει ἢ τὸ κατὰ χρόνον, ὡς οἴεται, τί δὲ ἄτοπον ἐκ τοῦδε συμβαίνει;2 οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι λέγομεν εἶναι τὸν χρόνον ἢ τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει, πᾶσα δὲ ἀνάγκη ταὐτὸν σημαίνειν τοὺς ὁρισμοὺς τοῖς ὀνόμασιν, ὥστε λανθάνει τοῦτο μεμφόμενος τοῦ λόγου, δἲ ὃ μᾶλλον ἐχρῆν αὐτὸν ἀποδέχεσθαι. Καὶ τὸ γίνεσθαι δὲ ἄλλον καὶ ἄλλον ἀεὶ τὸν χρόνον ὑπάρχει διὰ τὴν κίνησιν· ἀεὶ γὰρ ἡ κίνησις ἄλλη καὶ ἄλλη. ἀλλ̓̀ ὅταν γε πλείους ἅμα γίνωνται κινήσεις, οἷον Ἀθήνησί τε καὶ Μεγαροῖ κἀν Κορίνθῳ, πῶς οὐκέτι πλείους γίνονται χρόνοι; ὅτι τὸ νῦν τὸ αὐτὸ πανταχοῦ. κατὰ τοῦτο δὲ καὶ τὸ ἕτερον καὶ ταὐτὸν νοεῖται τοῦ χρόνου καὶ εἷς μὲν χρόνος, ὅταν ἓν τὸ νῦν, πλείω δέ, ὅταν πλείω καὶ διαφέροντα, πλείω δὲ καὶ διαφέροντα γίνεται τὰ νῦν, ὅταν τὸ μὲν ὡς πρότερον, τὸ δὲ ὡς ὕστερον λαμβάνηται, ὃ καὶ ἀπορήσειεν ἄν τις, πῶς ποτε καὶ διαφέροντα γίνεται τὰ τοιαῦτα νῦν· μία γὰρ ἡ φύσις ἐν ἀμφοῖν ὑποφαίνεται, κἂν τὸ μὲν ὡς πρότερον νοῆται, τὸ δὲ ὡς ὕστερον, εἰ μὴ καὶ Σωκράτης ἕτερος, ὅταν ἐν Λυκείῳ καὶ ὅταν ἐν ἀγορᾷ, καθάπερ οἱ σοφισταὶ λαμβάνουσιν. ἢ ὥσπερ Σωκράτης τῷ μὲν ὑποκειμένῳ ταὐτόν, ἄν τε ἐνθάδε ἄν τε ἐκεῖσε μετακινῆται, τῷ λόγῳ δὲ ἕτερον (οὐ γὰρ ταὐτὸν τὸ ἐν Λυκείῳ τε εἶναι καὶ τὸ ἐν ἀγορᾷ), οὕτως καὶ τὸ νῦν; ἓν μὲν τῇ φύσει καὶ τῇ οὐσίᾳ κατὰ τὸ ὑποκείμενον, διαφέρει δὲ τῷ λόγῳ· ἄλλος γὰρ ὁ λόγος τοῦ νῦν, ὃ πρὸς τοὺς ἵππους λέγει ὁ Ἕκτωρ νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, καὶ ἄλλος τούτου τοῦ νῦν γραφομένου. ἵνα γὰρ μᾶλλον μάθῃς, ὃ λέγω, μικρὸν ἄνωθεν ἀναληπτέον. Ἐλέχθη τῷ μὲν μεγέθει τὴν κίνησιν ἀκολουθεῖν, τῇ κινήσει δὲ τὸν χρόνον. εὔλογον τοίνυν καὶ τὰς ἀρχὰς τούτων καὶ οἷον τὰ ποιητικὰ καὶ τὰ γεννητικὰ ἀλλήλοις ἕπεσθαι· ποιητικὸν δὲ μεγέθους μὲν ἡ στιγμή, κινήσεως δὲ τὸ φερόμενον, χρόνου δὲ τὸ νῦν. ὥσπερ τοίνυν μία στιγμὴ καὶ ὁ λίθος εἷς, ἄν τε ἐνθάδε ἄν τε ἀλλαχοῦ μεταφέρηται, τῷ λόγῳ δὲ διαφέρει, οὕτω δὲ καὶ τὸ νῦν. τῷ γὰρ φερομένῳ ἀκολουθεῖ τὸ νῦν, ὥσπερ ὁ χρόνος τῇ φορᾷ, καὶ γνωρίζεται τὸ νῦν οὐκ ἄλλῳ τινὶ ἢ τῷ φερομένῳ· ἀριθμεῖται γὰρ τὸ πρότερόν τε καὶ ὕστερον τῆς κινήσεως κατὰ τὴν τοῦ φερομένου μετάβασιν· οὐ γὰρ ἂν διεκρίθη ταῦτα μένοντος τοῦ φερομένου, ἀλλ’ ἐπειδὴ τὸ φερόμενον ποτὲ μὲν κατὰ τὸν πρότερον γίνεται τόπον, ποτὲ δὲ κατὰ τὸν ὕστερον, διὰ τοῦτο καὶ τῆς κινήσεως γίνεται τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, τὸ δὲ ἀριθμούμενον πρότερόν τε καὶ ὕστερον τὸ νῦν ἐστίν, ὥστε καὶ ἐν τούτοις τῷ μὲν ὑποκειμένῳ ταὐτὸν τὸ πρότερον νῦν καὶ τὸ ὕστερον, τῷ λόγῳ δὲ ἕτερα· αὐτὸ γὰρ τὸ ἀριθμητὸν αὐτὸ εἶναι καὶ ὡς ἄλλο καὶ ἄλλο διαλαμβάνεσθαι δίδωσιν αὐτῷ τὴν κατὰ τὸν λόγον διαφοράν.3

同样地,数不仅是由诸单位组成的数,而且也是被计数的数;因为前者是离散的而非连续的,它本不能向我们指示时间的实体,而宁可说是产生了一种结果和某种事物;而被计数之物则完全不妨碍也是连续的,正如十一肘长的矛一样。人们不应理会盖伦,他认为时间是通过自身而被定义的;因为他在列举了“先与后”的诸多含义之后,声称其他含义都不适用于该定义,唯有依时间的含义才适用,以至于时间成了依时间的运动之数。但人们必须知晓,运动中的先与后,并非因为时间才一个是先、另一个是后,而是它们自身宁可说是产生了时间中的先与后,并且它们产生于依大小和位置的事物,[运动]也正是由此获得了其连续性;亚里士多德明确地指出了这一点:“先与后在处所中固然是最原初的,在这里是通过位置;但既然它们存在于大小中,必然也存在于运动中。”然而,即便如他所认为的那样,姑且承认运动中的先与后所指的无非就是依时间之物,由此又会产生什么荒谬之处呢?因为我们自己也未曾说过时间是运动中的先与后之外的任何东西,而定义与名称所指相同乃是完全必然的,因此他没有意识到,他恰恰是因本该接受这一定义的理由而在责难它。 而且,时间始终不断地变成一个又一个不同的东西,也是由于运动才具有的;因为运动始终是一个又一个不同的。然而,当好几种运动同时发生时,例如在雅典、在墨加拉和在科林斯,为何不再产生好几个时间呢?因为“现在”在到处都是同一个。依此,时间的相异性与同一性也得以被理解:当“现在”为一个时,时间为一个;当“现在”为多个且互异时,时间为多个;而当一个[现在]被取作先、另一个被取作后时,诸“现在”就成了多个且互异的——对此有人或许也会产生困惑:此类“现在”究竟如何会成为互异的呢?因为即使一个被理解为先、另一个被理解为后,在两者之中显现出来的本性却是单一的,除非像诡辩家们所主张的那样,苏格拉底在吕克昂时和在集市时也是不同的人。抑或“现在”也是如此,正如苏格拉底无论移转到这里还是那里,就其底层载体而言是同一的,但在界说(说明)上却是不同的(因为在吕克昂与在集市并不是同一回事)?[“现在”]依其底层载体而言在本质和本性上为一个,但在界说上有所不同;因为赫克托耳对马匹所说的“现在当报答我的养育之恩”中的“现在”的界说,与现正被写下的这一个“现在”的界说,乃是两回事。为了使你更深入地领会我所说的话,必须从稍前的地方重新谈起。 先前说过,运动伴随大小,而时间伴随运动。因此,它们的始基——可以说即它们的致动者与生成者——彼此相伴随也是合情合理的;大小的致动者是点,运动的致动者是移动物,时间的致动者则是“现在”。正如无论移转到此处还是别处,点为一个、石头为一个,但在界说上有所不同一样,“现在”也是如此。因为“现在”伴随移动物,正如时间伴随位移一样,并且“现在”正是通过移动物、而非通过任何其他事物被认识的;因为运动中的先与后正是依移动物的移行而被计数的;因为若移动物停留不动,这些先与后便不会被区分开来,但由于移动物有时在先前的处所产生,有时在后继的处所产生,运动中的先与后由此得以产生,而被计数的先与后正是“现在”,因此在这些事物中,先前的“现在”与后继的“现在”就底层载体而言是同一的,但在界说上是互异的;因为恰恰是它自身作为可计数之物且被区分为彼此不同之物这一事实,赋予了它依界说的差异。

语法注3 条
  1. 4.11ἐκεῖνος μὲν γὰρ διωρισμένος καὶ οὐ συνεχὴς καὶ οὐδ̓̀ ἂν τὴν οὐσίαν ἐσήμαινεν ἡμῖν τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἔργον καί τι ἐποίει

    主语 ἐκεῖνος 指前文“由单位构成的数”(ὁ ἐκ τῶν μονάδων [ἀριθμός])。句中 καὶ οὐδ̓̀ ἂν ... ἐσήμαινεν ... ἀλλὰ μᾶλλον ... ἐποίει 为 ἄν 搭配未完成过去时直陈式构成的虚拟/反事实表达,意为它“本不会指示时间的实体,而宁可说产生了一种结果并有所作用”,以此与后文的 τὸ δὲ ἀριθμούμενον 形成对比,说明离散数不能定义连续的时间。

  2. 4.11ἀλλὰ καὶ δεδόσθω μηδὲ ἄλλο σημαίνειν τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει ἢ τὸ κατὰ χρόνον, ὡς οἴεται, τί δὲ ἄτοπον ἐκ τοῦδε συμβαίνει;

    δεδόσθω 是完成时被动语态第三人称祈使语气,用于让步构词(“姑且承认”、“权且当作已给定”),假定对手(盖伦)的前提成立。紧随其后的修辞疑问句 τί δὲ ἄτοπον ἐκ τοῦδε συμβαίνει; 则表明,即便接受了该前提,也不会产生任何荒谬(ἄτοπον)的结果。

  3. 4.11αὐτὸ γὰρ τὸ ἀριθμητὸν αὐτὸ εἶναι καὶ ὡς ἄλλο καὶ ἄλλο διαλαμβάνεσθαι δίδωσιν αὐτῷ τὴν κατὰ τὸν λόγον διαφοράν

    该句的主语是带有冠词的不定词短语 αὐτὸ τὸ ... εἶναι καὶ ... διαλαμβάνεσθαι(“它自身作为可计数之物且被区分为彼此不同之物这一事实本身”),支配谓语动词 δίδωσιν;与格 αὐτῷ(“现在”)为间接宾语,宾格 τὴν κατὰ τὸν λόγον διαφοράν 为直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:148.30-150.26