← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§147.11-148.29

“现在”对运动的分割与时间的定义

特米斯蒂乌斯论证了“现在”如何像点分割线一样分割运动并画定“先”与“后”的界限。在此基础上,他确立了时间是“依先与后的运动的数”这一定义,并阐明此处的数是指被计数者而非用以计数的工具。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.11#3

εὕρηται τοίνυν τὸ τὴν κίνησιν δυνατὸν διαιρεῖν1 καί τι λάβοις ἂν ἐπ’ αὐτῆς οἷον σημεῖον ἐπὶ γραμμῆς, ὃ τοῦ μὲν αὐτῆς μέρους ἔσται πέρας, τοῦ δὲ ἀρχή. εἶεν. εἰ δὴ πάλιν καὶ δὶς βουληθείη τὴν κίνησιν τῆς χειρὸς διελεῖν, πότερον ταὐτῷ χρήσομαι νῦν, ᾧ καὶ πρότερον ἐχρησάμην, ἢ τῷ παρόντι νῦν, ὃ νῦν λέγω, μᾶλλον δὲ ὃ μὴ δύναταί τις εἰπεῖν; δῆλον οὖν, ὡς ἑτέρῳ καὶ τῷ παρόντι. τούτων δὴ τῶν νῦν τί μὲν πρότερον εἴποις ἂν, τί δὲ ὕστερον; ἢ πρὶν σε ἀποκρίνασθαι γέγραπται, ὅτι πρότερον μέν, ᾧ πρότερον ἐχρησάμην εἰς τὴν τομὴν τῆς κινήσεως, ὕστερον δέ, ᾧ μετὰ ταῦτα. διὰ τί οὖν πρότερον ἐκεῖνο τοῦδε; ἆρ’ ὅτι τῆς σελίδος ἐνθάδε γέγραπται, τὸ δὲ ἐνθάδε; εἰ οὖν μὴ γέγραπται ὅλως, οὐκ ἂν ἦν πρότερον, τὸ δὲ ὕστερον; ἀλλὰ γελοῖον. ἀλλὰ διὰ τί; φανερὸν οὖν, ὅτι τὸ μὲν πρότερον παρελήλυθε, τὸ δὲ ἐφεξῆς. ὅταν τοίνυν διαιρῶμεν τὴν κίνησιν καὶ τοῖς νῦν τέμνωμεν εἰς πολλά, τί ποιοῦμεν ἄλλο ἢ χρόνον ἐροῦμεν καὶ χρόνου μέρη; τὸ γὰρ παρελθὸν καὶ τὸ μέλλον, ἐξ ὧν ὁ χρόνος, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πρότερόν τε καὶ τὸ ὕστερον τῆς κινήσεως, ἃ τοῖς νῦν ἀεὶ διορίζεται καὶ ἀριθμεῖται ὡς ἄλλα καὶ ἄλλα. ταὐτὸν ἄρα χρόνος τε καὶ τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει, ὅταν διορίζηται καὶ ἀριθμῆται, διορίζεται δὲ οὐκ ἄλλως, ἢ ὅταν δύο προσπέσῃ τῇ ψυχῇ τὰ νῦν, τὸ μὲν ὡς πρότερον καὶ προτέρας κινήσεως πέρας, τὸ δὲ ὡς ὕστερον καὶ ὡς ὑστέρας, καὶ ὥσπερ ὅταν ἄκρα αὐτὰ καὶ ἕτερα τοῦ μέσου νοήσωμεν· ὅταν γὰρ ὁ νοῦς ἀναμνησθεὶς τοῦ νῦν, ὃ χθὲς εἶπεν, ἕτερον πάλιν εἴπῃ τὸ τήμερον, τότε καὶ χρόνον εὐθὺς ἐνενόησεν ὑπὸ τῶν δύο νῦν ὁριζόμενον οἷον ὑπὸ περάτων δυεῖν, καί, οὕτω λέγειν, ὅτι ποσόν ἐστι2 πεντεκαίδεκα ὡρῶν ἢ ἑκκαίδεκα, οἷον ἐξ ἀπείρου γραμμῆς πηχυαίαν δύο σημείοις ἀποτεμνόμενος. ἐξαρκεῖ μέντοι γε πολλάκις καὶ ἓν τὸ νῦν προσπεσεῖν τῇ ψυχῇ πρὸς τὸ γνωρίσαι χρόνον, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ὅταν ὡς πέρας καὶ ἀρχή· γίνεται γὰρ καὶ τηνικαῦτα προτέρου τε καὶ ὑστέρου συναίσθησις· οὗ μὲν γὰρ πέρας, τοῦτο πρότερον· οὗ δὲ ἀρχή, τοῦτο ὕστερον· ὥστε δῆλόν ἐστιν, ὅτι πανταχόθεν ἡ τοῦ χρόνου φύσις ἀναφαίνεται τὸ εἶναι ἔχουσα ἐν τῷ διαλαμβάνεσθαι τὸ πρότερόν τε καὶ ὕστερον τῆς κινήσεως. τὸ πρότερον ἄρα καὶ τὸ ὕστερον ἐν κινήσει χρόνος ἐστίν, ὅταν διαλαμβάνηται ὡς ἄλλου καὶ ἄλλου, τουτέστιν ὅταν ἀριθμῆται· ὁ γὰρ ἀριθμὸς οὐχ ἑνὸς οὐδὲ ταὐτοῦ παντάπασίν ἐστιν, ἀλλὰ τοῦ ἔχοντος ἄλλο καὶ ἄλλο. οὐκ ἄρα ἡ κίνησις ὁ χρόνος ἐστίν, ἀλλὰ τὸ ἀριθμούμενον τῆς κινήσεως κατὰ τὸ πρότερόν τε καὶ ὕστερον. συνάγοντι δὴ τὰ εἰρημένα τὸν χρόνον ἀφοριστέον, ὅτι ἐστὶν ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον. ὅτι μὲν οὖν ἀριθμός, τοῦτο σημεῖον.3 πᾶν πλέον ἢ ἔλαττον ἀριθμῷ κρίνεται, ἀριθμὸς ἄρα τις ὁ χρόνος. ὅτι δὲ κατὰ τὸ πρότερον καὶ ὕστερον ἀναγκαίως προστεθείκαμεν, ἐκεῖθεν δῆλον· ἀριθμοῦνται γὰρ κινήσεις καὶ πλείους ἅμα ὡς ἐπὶ σοῦ, φέρε, ὅτι καὶ αὔξεις καὶ θερμαίνῃ καὶ προβαίνεις τόπον ἐκ τόπου καὶ ὅτι τρεῖς ἅμα κινήσεις κινῇ, ἀλλ’ οὐχ ὁ τοιοῦτος ἀριθμὸς τῆς κινήσεως χρόνος ἐστίν, ἀλλ’ ὁ κατὰ τὸ πρότερόν τε καὶ ὕστερον. οὐ δεῖ δὲ θαυμάζειν, εἰ τὸ ἀριθμούμενον τῆς κινήσεως χρόνον εἰπόντες ἐν τῷ ὁρισμῷ τὸν ἀριθμὸν μετελάβομεν· λέγεται γὰρ καὶ τὸ ἀριθμούμενον ἀριθμός, ὡς καὶ τὸ μετρούμενον μέτρον· διχῶς γὰρ καὶ τὸ μέτρον, ᾧ μετροῦμεν, οἷον ἡ χοῖνιξ ἡ ξυλίνη καὶ ὁ χοεὺς ὁ κεράμειος, καὶ τὸ μετρούμενον4 ἀπ’ αὐτῶν, ὁ σῖτος ὁ ἐν τῇ χοίνικι καὶ ὁ οἶνος ὁ ἐν τῷ χοΐ· ἐσθίομεν γὰρ χοίνικα οὐ τὴν ξυλίνην καὶ χόα πίνομεν οὐ τὸν χαλκοῦν.

因此,能够分割运动的东西已被找到,并且人们可以在运动上把握到某种类似于线上的点那样的东西,它将是运动一部分的终点,也是另一部分的起点。很好。那么,若是有人想把手的运动再次、两次地加以分割,我是使用我先前用过的同一个“现在”,还是使用我当下所说的、或者说无人能够言说的当下“现在”呢?显然,我将使用另一个,即当下的“现在”。那么在这些“现在”之中,你会把哪一个称为先,哪一个称为后呢?或者说,在你回答之前,这就已经被写下了:先前我用来切分运动的那一个是先,在此之后的那一个是后。那么为什么那一个是先于这一个的呢?难道是因为一个被写在书页的这里,而另一个被写在这里吗?那么假若根本没有写下,难道这一个就不会是先、那一个就不会是后了吗?但这太荒谬了。究竟是为什么呢?因此显而易见,先前的那一个已经过去,而后一个紧随其后。那么,当我们分割运动并用诸“现在”将其切分为诸多部分时,除了说出时间与时间的诸部分,我们还在做什么呢?因为构成时间的过去与未来,无非就是运动的先与后,它们总是被诸“现在”所画定界限,并作为一个又一个不同的东西而被计数。因此,当运动中的先与后被画定界限并被计数时,时间便与它们同一;而它们的界限被画定,无非是当两个“现在”落在灵魂上的时候——一个作为先且作为先前运动的终点,另一个作为后且作为后继运动的终点——正如当我们把它们思想为两端且有别于中间的时候一样。因为当理智回忆起昨天说过的“现在”,又说出今天这另一个“现在”时,那时理智立刻就思想到了由这两个“现在”犹如由两个端点所画定界限的时间,并且可以说是[说出]它是十五个小时或十六个小时的量,正如人们用两个点从一条无限的线上切下一肘的长度一样。然而,往往只需一个“现在”落在灵魂上就足以认识时间,但这并非无条件地,而是当它作为终点与起点时;因为在那时也会发生对先与后的共同知觉:因为凡是它作为终点的,就是先;凡是它作为起点的,就是后。由此显然可见,时间的本性无论从哪方面看都显现为:它的存在就在于运动的先与后的区分。因此,运动中的先与后,当被区分作为一个又一个不同的东西时,也就是说当被计数时,就是时间;因为数并不属于单一之物,也不属于完全同一之物,而是属于具有不同部分之物。因此,运动并非时间,而是运动依先与后而被计数的那一方面才是时间。那么,将所说的话总结起来,必须给时间下定义说:它是依先与后的运动的数。至于它确实是数,以下即是明证:一切较多或较少都是通过数来判定的,因此时间是某种数。而我们之所以必然添加了“依先与后”,从以下事实便可明了:因为各种运动也会被同时计数,例如就你而言,假定你同时在生长、在变热、在从一个地方前往另一个地方,并且你同时在进行三种运动;但这种运动的数并不是时间,依先与后的数才是时间。不过,如果我们把运动中被计数的那一方面称为时间,却在定义中换用了“数”这一词,对此不必感到惊奇;因为被计数之物也被称为数,正如被测量之物也被称为量度一样。因为“量度”也有两种说法:一种是我们用来测量的器具,如木制的斗和陶制的瓮;另一种是由它们所测量之物,如斗里的粮食和瓮里的酒;因为我们吃的斗并不是木制的器皿,我们喝的瓮也不是青铜的器皿。

语法注4 条
  1. 4.11εὕρηται τοίνυν τὸ τὴν κίνησιν δυνατὸν διαιρεῖν

    定冠词 τὸ 使形容词短语 δυνατὸν διαιρεῖν(能够分割者)名词化,而不定式 διαιρεῖν 支配宾语 τὴν κίνησιν。整个句子中,τὸ ... δυνατὸν διαιρεῖν 作被动动词 εὕρηται 的主语。

  2. 4.11καί, οὕτω λέγειν, ὅτι ποσόν ἐστι

    短语 οὕτω λέγειν 作为限制性、插入性的绝对不定式使用(意为“可以这样说”、“所谓”,类似于 ὡς εἰπεῖν)。其后的 ὅτι 从句表达由前面的动词 ἐνενόησεν(思想)或包含在 λέγειν 中的言说行为所引出的内容。

  3. 4.11ὅτι μὲν οὖν ἀριθμός, τοῦτο σημεῖον

    这是一个省略了系动词 ἐστί 的名词句。其语序发生倒装,结构为 τοῦτο [ἐστι] σημεῖον ὅτι μὲν οὖν ἀριθμός [ἐστι](“它确实是数,此即证明”)。紧随其后的句子(πᾶν πλέον ἢ ἔλαττον...)具体展开了 τοῦτο 所指的论据。

  4. 4.11διχῶς γὰρ καὶ τὸ μέτρον, ᾧ μετροῦμεν... καὶ τὸ μετρούμενον

    此处副词 διχῶς 省略了谓语动词(如 λέγεται,意即“有两种说法”)。主语为 τὸ μέτρον(其前的 καὶ 意为“也”),而具体说明其两种含义的 ᾧ μετροῦμεν(我们用以测量者,即工具)与 τὸ μετρούμενον ἀπ’ αὐτῶν(由它们所测量之物,即内容物)作同位成分,由 καὶ 连接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:147.11-148.29