- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:145.19-147.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌阐明运动和时间的连续性与先后关系源于大小的连续性与空间位置上的先后,论证运动中的先与后在基底上与运动同一但在定义上不同,并通过持续书写的手这一例证探讨对运动中先后的理解方式。
λέγωμεν οὖν ἄνωθεν ἀναλαβόντες· πᾶν τὸ κινούμενον κατὰ τόπον, ὥσπερ ἔκ τινος εἴς τι κινεῖται, οὕτω καὶ ἐπί τινος διαστήματος, πᾶν δὲ διάστημα συνεχές, πᾶν ἄρα κινούμενον κατὰ τόπον ἐπὶ συνεχοῦς κινεῖται διαστήματος. τοῦτο τοίνυν αἴτιον λέγω τοῦ καὶ τὴν κίνησιν εἶναι1 συνεχῆ· συμπαρεκτείνεται γὰρ τῷ μεγέθει καὶ συμπαρισοῦται τῷ διαστήματι καὶ ταῦθ’ ὑπομένοντι μὴ ὑπομένουσα.2 ὥσπερ δὲ ἡ κίνησις διὰ μέγεθος συνεχής, οὕτως ὁ χρόνος διὰ τὴν κίνησιν. τὸ μὲν δὴ συνεχὲς οὕτως ὑπάρχει τῇ κινήσει τε καὶ τῷ χρόνῳ διὰ τὸ μέγεθος πρῶτον, ἐφ’ οὗ γίνεται ἡ κίνησις, λέγεται δέ τι καὶ πρότερον καὶ ὕστερον ἐν τῷ μεγέθει. πρότερον μὲν τοδὶ τὸ σημεῖον, ὕστερον δὲ τοδὶ κατὰ τὴν θέσιν, οἷον ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας τοῦ σταδίου. ἐπειδὴ δὲ ἐν τῷ μεγέθει τὸ πρότερόν ἐστι καὶ τὸ ὕστερον, ἀνάγκη ἐν κινήσει εἶναι τὸ πρότερον καὶ τὸ ὕστερον· προτέρα γὰρ ἡ κίνησις ἡ κατὰ τὸ πρότερον σημεῖον, ὑστέρα δὲ κατὰ τὸ ὕστερον. ἀλλ’ ἐπὶ μὲν τοῦ μεγέθους τὸ πρότερον καὶ τὸ ὕστερον ἅμα τέ ἐστιν καὶ συνυπάρχει· ἅμα γὰρ τοδὶ τὸ σημεῖον καὶ τοδί, ἐπὶ δὲ τῆς κινήσεως ἀεὶ τὸ πρότερον ἀπόλλυται καὶ οὐκ ἀναμένει τὸ ἐν κινήσει πρότερον, εἰ μὴ ἐν τῷ μεγέθει πρότερον ἦν, οὐ μὴν ὑπομένει γε ὥσπερ ἐκεῖνο· ὥσπερ γε καὶ τὸ συνεχὲς ὑπάρχει μὲν τῇ κινήσει διὰ τὸ πρότερον ὑπάρχειν τῷ διαστήματι, οὐ μὴν τὸν αὐτὸν τρόπον· ἐκείνῳ μὲν γὰρ ἅπαντι συνυφεστῶτι, τῇ κινήσει δὲ οὔ. ὅτι μὲν τοίνυν ὑπάρχει τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει καὶ διὰ τί, φανερὸν ἐκ τῶν εἰρημένων· πότερον δὲ [κίνησις] ταὐτὸν ἢ διαφέρει τῆς κινήσεως, ἐπισκεπτέον. ἢ τῷ μὲν ὑποκειμένῳ κίνησις ἄμφω τὸ πρότερον καὶ ὕστερον, τῷ λόγῳ δὲ διαφέρει τῆς κινήσεως. οὐ γὰρ ταὐτὸν κινήσει τε εἶναι καὶ προτέρῳ τε καὶ ὑστέρῳ, ὥσπερ καὶ τὸ τῇ θέσει πρότερόν τε καὶ ὕστερον τῷ μὲν ὑποκειμένῳ μεγέθει, τὸ δὲ εἶναι προτέρῳ καὶ μεγέθει εἶναι οὐ ταὐτόν· τὸ μὲν γὰρ πρότερον ἀποδιδοὺς τὴν κατὰ τόπον θέσιν συμπαραλήψῃ, τὸ μέγεθος δὲ ὁριζόμενος οὐ συνεφάψῃ τοῦ τόπου. ὁμοίως τοίνυν διαφέροντες οἱ λόγοι κινήσεώς τε καὶ τοῦ ἐν αὐτῇ προτέρου καὶ ὑστέρου· κίνησιν μὲν γὰρ ὁριζόμενοί φαμεν ἐντελέχειαν τοῦ κινητοῦ, τοῦ δὲ ἐν αὐτῇ προτέρου τε καὶ ὑστέρου ζητητέον ἕτερον λόγον. ὥσπερ οὖν ὁ πατὴρ τῷ μὲν ὑποκειμένῳ Σωκράτης, οὐ ταὐτὸν δὲ τὸ πατρὶ εἶναι καὶ τὸ Σωκράτει, καὶ ὥσπερ τὰ πέντε τῷ μὲν ὑποκειμένῳ ξύλα, τὸ μέντοι πέντε αὐτοῖς εἶναι καὶ ἄλλο τί ἐστι παρὰ τὰ ξύλα (ἀριθμὸς γὰρ τὰ πέντε καθὸ πέντε, ἀλλ’ οὐχὶ ξύλα), οὕτω καὶ τὸ πρότερον καὶ τὸ ὕστερον ἐν κινήσει τῷ μὲν ὑποκειμένῳ κίνησις ἄμφω, τὸ μέντοι γε εἶναι αὐτοῖς προτέρῳ τε καὶ ὑστέρῳ ἄλλο τι ἔστιν καὶ οὐ κίνησις. τί οὖν τὸ εἶναι αὐτῶν, ζητητέον, καθὸ διαφέρουσι τῆς κινήσεως, ἐπισκεπτέον δέ, πῶς νοοῦμεν τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει. ὥσπερ τοίνυν ἐπὶ τῆς γραμμῆς, ἕως μὲν ἂν μίαν αὐτὴν καὶ συνεχῆ πᾶσαν νοῶμεν, οὐ νοοῦμεν αὐτῆς τὸ μέν τι πρότερον τῇ θέσει μέρος, τὸ δὲ ὕστερον, ὅταν δὲ διελώμεθα καὶ ὁρίσωμεν τοῖς σημείοις, εὐθέως τὸ μέν τι πρότερον τῇ θέσει μέρος ποιοῦμεν τὸ δὲ ὕστερον, οὕτως καὶ ἐπὶ τῆς κινήσεως οὐκ ἄλλως νοοῦμεν τὸ πρότερον ἐν αὐτῇ καὶ τὸ ὕστερον, εἰ μὴ διελοίμεθα αὐτὴν καὶ διορίσαιμεν εἰς μέρη καὶ λάβοιμεν αἴσθησιν ὡς ἄλλου καὶ ἄλλου. πότερον οὖν αὐτὴν στιγμαῖς διαιρούμεθα; καὶ πῶς; οὐ γὰρ ἔχει θέσιν· ἀλλά † τινα θέσιν· οἷον γράφω νῦν ἐγὼ συνεχῶς καὶ ὑποκείσθω κινεῖσθαι τὴν χεῖρα μὴ διαλείπουσαν ὅλως. λέγω τοίνυν προτέραν εἶναι κίνησιν ἣν κεκίνηται, ἧς κινήσεται.3 τί δήποτε; ὅτι τοίνυν τὴν μὲν ἐπλήρωσε, τῆς δὲ ἄρχεται.
那么,让我们从头重新提起话头来谈:一切依位置被运动之物,正如它是从某物运动到某物一样,也是在某种间隔之上运动;而一切间隔都是连续的;因此,一切依位置被运动之物都是在连续的间隔之上运动。因此我说,这就是运动也是连续的原因:因为[运动]与大小一同延展,并与间隔相等,而且这还是在间隔存留而运动不存留的情况下。正如运动因大小而是连续的,时间同样因运动而是连续的。因此,连续性正是由于运动在其上发生的那个大小,才首先属于运动和时间二者。但在大小之中也有被称为先与后的东西:按照位置而言,例如从竞赛裁判处到赛跑场的终点,这个点是先,那个点是后。既然在大小之中有先与后,那么在运动之中必然也有先与后;因为对应于先前的点的运动是先,对应于后来的点的运动是后。但在大小的情况下,先与后是同时存在并共同具有的——因为这个点与那个点是同时存在的;但在运动的情况下,先总是不断消亡,而运动中的先若不在大小中为先就不会持存,然而它绝不像大小那样持存;正如连续性虽然因首先属于间隔而属于运动,但并不是以相同的方式属于运动:因为对于那〔间隔〕而言,是作为整体共同存在之物而〔属于它〕,但对于运动则不然。那么,先与后属于运动以及为何属于运动,从所说的话中已显而易见;但它们究竟与运动同一还是有别于运动,则必须予以考察。或者说,在基底上,先与后二者都是运动,但在定义上则有别于运动。因为对运动而言的存在与对先和后而言的存在并不是同一的,正如在位置上的先与后在基底上是大小,但作为先的存在与作为大小的存在并不是同一的;因为你在说明先时会连带考虑空间上的位置,但在给大小下定义时却不会涉及位置。因此同样地,运动的定义与其中先和后的定义是有区别的:因为我们在规定运动时称其为可运动之物的完全现实,但对于其中的先与后则必须寻求另一种定义。因此,正如父亲在基底上是苏格拉底,但作为父亲的存在与作为苏格拉底的存在并不是同一的;正如五个东西在基底上是木头,然而作为五的存在对于它们而言却是木头之外的别样之物(因为五个东西就其作为五而言是数,而不是木头);同样地,运动中的先与后在基底上二者都是运动,然而作为先与后的存在对于它们而言却是别样之物,而不是运动。那么,就它们有别于运动而言,它们的存在是什么,这必须予以探求;并且必须考察我们在运动中是如何思想先与后的。因此,正如在线段上,只要我们将它思想为单一且全体连续的,我们就不会思想它在位置上有某部分是先、某部分是后,但当我们用点将其分割并画定界限时,我们便立刻使某部分在位置上为先、另一部分为后;在运动上同样如此,除非我们将其分割并划分为各个部分、并将其感知为彼此不同的部分,否则我们就不能以其他方式思想其中的先与后。那么,难道我们是用点来分割运动吗?又如何能做到呢?因为运动并不具有位置;而是[通过具有]某种位置的东西[来分割]。例如,我现在正连续不断地书写,设想手在运动中全然没有停歇。那么我说,它已经运动过的运动,先于它将要运动的运动。究竟为何?因为前一个运动它已完成,而后一个运动它才刚刚开始。
- 4.11τὸ εἶναι προτέρῳ καὶ μεγέθει εἶναι
此为带有谓语与格的定冠词不定词结构(τὸ εἶναι + 与格),用以表达亚里士多德式的本质与定义(“作为……的存在”)。此处对比了“作为先的存在”与“作为大小的存在”。
- 4.11καὶ ταῦθ’ ὑπομένοντι μὴ ὑπομένουσα
短语 καὶ ταῦτα 表示递进或让步的附加说明(“而且是在……的情况下”)。与格分词 ὑπομένοντι 修饰前面的中性名词(τῷ μεγέθει 或 τῷ διαστήματι),而阴性主格分词 μὴ ὑπομένουσα 则与主语 ἡ κίνησις 一致,构成两者的存留与否的对比。
- 4.11προτέραν εἶναι κίνησιν ἣν κεκίνηται, ἧς κινήσεται
ἣν 是内宾语/同源宾语的关系代词,指代先行词 κίνησιν(“它所运动过的运动”)。随后的 ἧς 是比较属格,引导包含隐含先行词的关系从句(相当于 κινήσεως ἣν κινήσεται,“先于它将要运动的[运动]”)。
