- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:143.25-145.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯以沉睡和沉浸于活动中缺乏时间感知为例,论证了时间的感知与运动的感知不可分割地联系在一起,并驳斥了盖伦对亚里士多德意图的误解。
11. Ἆρ’ οὖν οὐδὲ ὅλως κινήσει προσήκων,1 οὐδὲ ἐγγύς που κινήσεως αὐτὸν ζητητέον, ἀλλὰ μᾶλλον στάσις καὶ ἠρεμία; πῶς οὖν τοῦτο ἄν τις ἐξεύροι, ἐννοήσωμεν εἰ δοκεῖ, πότε καὶ πῶς ἔχοντες αἰσθανόμεθα τοῦ χρόνου. τάχα δὲ ἂν οὕτω γένοιτο φανερόν. ἀναμνήσθητι γάρ, εἰ [ποτε] ἐκ χρόνου πολλοῦ ποτε καὶ συνεχοῦς ἀγρυπνίας βαθὺν ὕπνον ἐκάθευδες, οἷον ὁ ποιητὴς ἐπ’ Ὀδυσσέως φησίν, νήγρετον ἥδιστον θανάτῳ προσεοικότα· τηνικαῦτα οἶσθ’, ὅτι κἂν νύκτα ἡμέρᾳ συνάψας καθεύδων ὅμως ἐξεγειρόμενος οἴει μηδένα μεταξὺ γεγονέναι χρόνον. τοιοῦτον δέ τι καὶ ἐν Σαρδοῖ μυθολογεῖται συμβαίνειν τοῖς λεγομένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν ὅταν ἐγερθῶσιν· οὔτε γὰρ οὗτοι τοῦ χρόνου λαμβάνουσιν αἴσθησιν, ὃν ἀνάλωσαν ἐν τῷ ὕπνῳ, ἀλλὰ συνάπτουσι τὸ πρότερον νῦν τῷ ὕστερον νῦν καὶ ἓν ποιοῦσιν ἐξαιροῦντες τὸ μεταξὺ διὰ τὴν ἀναισθησίαν. ὥσπερ τοίνυν, ὅταν κατ’ ἀλήθειαν ᾖ ταὐτὸ καὶ ἓν τὸ νῦν, οὐκ ἔστι χρόνος, οὕτως καὶ οἷς οὐκ ἔστι μὲν ἕν, δοκεῖ δέ, οὐδὲ χρόνος εἶναι δοκεῖ· ὅλως γάρ, ὅταν ἢ μηδὲν αὐτοὶ μεταβάλλωμεν καὶ κινώμεθα ἢ λανθάνωμεν ἑαυτοὺς μεταβάλλοντες καὶ κινούμενοι, οὐδεμίαν αἴσθησιν ἔχομεν χρόνου, οὕτω καὶ ἔλαθε νὺξ ἐπελθοῦσα πολλάκις καὶ ἄσιτοι διηγάγομεν, ὅταν ἐνεργοῦντές τι μεθ’ ἡδονῆς καὶ προσκείμενοι πρὸς τὸ ἔργον διὰ μὲν τὴν ἡδονὴν μὴ κάμνωμεν ὑπὸ τῆς κινήσεως, διὰ δὲ τὸ μὴ κάμνειν μηδὲ αἰσθανώμεθα τῆς κινήσεως, ἐπεὶ ὅσοις γε ἡ ἐνέργεια σὺν πόνῳ καὶ ἀλγηδόνι, οὗτοι διὰ τὸ σφόδρα αἰσθάνεσθαι τῆς κινήσεως σφόδρα αἰσθάνονται καὶ τοῦ χρόνου. διὰ τοῦτο καὶ οἱ νοσοῦντες μείζους ὑπολαμβάνουσι τὰς ἡμέρας καὶ φροντίζοντες ἀναβοῶσιν ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον.2 ἐκ δὴ πάντων τῶν εἰρημένων δῆλόν ἐστιν, ὡς τῇ τῆς κινήσεως αἰσθήσει συνυφίσταται καὶ ἡ τοῦ χρόνου καὶ συνέζευκται ἐκείνῃ καὶ συνήρτηται ἀκριβῶς. δῆλον οὖν, ὡς οὐκ ἔστιν ὁ χρόνος ἄνευ κινήσεως, ἄνευ κινήσεως δὲ οὐχ ὃν τρόπον οἴεται Γαληνός, ἐπειδὴ κινούμενοι νοοῦμεν τὸν χρόνον· οὕτω γὰρ ὑπολαμβάνει λέγειν Ἀριστοτέλην, ἀλλ’ ἐπειδὴ τῇ τῆς κινήσεως ἐννοίᾳ συνήρτηται ἡ τοῦ χρόνου. τί οὖν μάτην ἤθλει πρὸς τοῦτο δῆθεν ἀντιλέγειν ἐπιχειρῶν; ‘καὶ γὰρ τὰ ἀκίνητα’, φησί, ‘νοοῦμεν κινούμενοι, οἷον τοὺς πόλους τοῦ κόσμου καὶ τὸ κέντρον τῆς γῆς, καὶ ὅμως οὐκ ἔστι ταῦτα μετὰ κινήσεως’. ἐχρῆν γὰρ καὶ ἀκοῦσαι διαρρήδην λέγοντος Ἀριστοτέλους ‘ἅμα γὰρ κινήσεως αἰσθανόμεθα καὶ χρόνου’· πλεῖστον δὲ δήπου διαφέρει ἢ διὰ τοῦτο3 κινήσεώς τι τὸν χρόνον ὑπολαμβάνειν, διότι τῇ τῆς κινήσεως ἐπινοίᾳ συνήρτηται, ἢ διὰ τοῦτο, ὅτι κινούμενοι νοοῦμεν τὸν χρόνον. ἀλλ’ οὗτος μὲν ἐν πολλοῖς τοιοῦτος. Ἡμεῖς δὲ ἀναλαβόντες λέγομεν, ὡς, εἴπερ τότε μὲν οὐκ αἰσθανόμεθα χρόνου, ὅταν μηδεμιᾶς αἰσθανώμεθα μεταβολῆς, ἀλλ’ ἐν ἑνὶ καὶ ἀδιαιρέτῳ φαίνηται ἡ ψυχὴ μένειν καταστήματι, ὅταν δὲ αἰσθανώμεθα καὶ ὁρίσωμεν τὴν μεταβολήν, ὅτι τοσήδε, τότε ὑπολαμβάνομεν γεγονέναι τὸν χρόνον, φανερὸν ὡς οὐκ ἔστιν ἄνευ μεταβολῆς καὶ κινήσεως ὁ χρόνος, ἐπεί, κἂν ἠρεμῶμεν αὐτοὶ καὶ μηδ’ ὁτιοῦν μεταβάλλωμεν, ἐννοῶμεν δὲ κίνησιν μόνον τινά, συνεννοοῦμεν εὐθὺς καὶ χρόνον. καὶ γὰρ ἂν σκότος ᾖ καὶ μηδὲν διὰ τοῦ σώματος πάσχωμεν, φανταζώμεθα δὲ ἄλλους ἢ καὶ αὑτοὺς ὁδοιποροῦντας ἢ πλέοντας ἢ γυμναζομένους ἢ πολεμοῦντας, εὐθὺς ἡμῖν καὶ χρόνος δοκεῖ γεγονέναι. οὐ μόνον δὲ ὁ χρόνος ἀκολουθεῖ τῇ κινήσει, ἀλλὰ καὶ ἡ κίνησις τῷ χρόνῳ. πάλιν γάρ, ὅταν χρόνος τις δοκῇ γεγονέναι, ἅμα καὶ κίνησίς τις γεγονέναι δοκεῖ. οἷον ‘δύο ὧραι παρεληλύθασι’. πόθεν τοῦτο δῆλον; ‘ἐβαδίσαμεν τοσονδί, γεγράφαμεν τοσονδί’. ἀχώριστον ἄρα ἑκατέρου. ὁ μὲν οὖν πρότερος λόγος οὐκ εἶναι ταὐτὸν κίνησιν ἔφη καὶ χρόνον, ὁ δ’ ἐφεξῆς οὐκ εἶναι τὸν χρόνον δίχα κινήσεως. ἆρ’ οὖν τι συμβεβηκὸς ἢ πάθος ἢ ὑπάρχον ὅλως τι τῇ κινήσει θετέον τὸν χρόνον; καὶ γὰρ ταῦτ’ ἀχώριστα μὲν τῶν ὑποκειμένων, οὐ τὰ αὐτὰ δέ.
11. 那么,[时间]难道完全不属于运动,也不应当在运动附近的某处去寻求它,而宁可说它是静止与停顿吗?那么,人们如何能发现这一点呢?如果意下许可,让我们思考一下,我们是在何时、处于何种状态下感知到时间的。这样也许就会变得清楚明了。因为请回想一下,如果在很长一段时间以及连续的不眠之后,你[曾]沉沉睡去,正如诗人谈及奥德修斯时所说的那样,“无法唤醒的、极其甘美的、宛如死亡一般的”;在那时你明白,即使你睡着将黑夜与白昼相连,但在醒来时你仍会以为其间未曾有过任何时间。在萨丁尼亚,关于那些据说在英雄们身旁沉睡的人,当他们醒来时,传说也有类似的遭遇;因为他们也未能感知到自己在睡眠中耗费的时间,而是将先前的“现在”与后来的“现在”相连,并由于失去知觉而排除了中间的时间,将二者合而为一。因此,正如当“现在”在真实中同一且为一个时时间并不存在一样,对于那些虽非为一个但在他们看来是一个的人而言,时间似乎也并不存在。因为普遍而言,当我们自身既未发生任何变化也未被运动,或者当我们未察觉自身正在变化与被运动时,我们对时间毫无感知;当我们怀着愉悦从事某项活动并全神贯注于这项工作时,由于愉悦而不因运动感到疲惫,又由于不感疲惫甚至未能感知到运动,夜晚也往往在不知不觉中降临,以致我们竟终日未进饮食;而对于那些活动伴随着劳苦与痛苦的人来说,正由于他们强烈地感知到运动,他们也就强烈地感知到时间。正因如此,患病的人认为白天更为漫长,焦虑的人则呼喊道:“主宰宙斯啊,夜晚是多么浩大的一桩事物!” 从所说的一切中显而易见,时间的感知与运动的感知共同存在,并与后者精确地相联结、相依附。那么显而易见,时间不能没有运动而存在;然而“不能没有运动”并不像盖伦所认为的那样是因为我们在被运动时思想时间——因为他是这样理解亚里士多德的话的——而是因为时间的观念与运动的观念相依附。那么,他徒劳地劳作、仿佛企图对此提出反驳究竟是为了什么?他说:“因为我们在被运动时也思想静止之物,例如宇宙的两极和大地的中心,然而这些事物并不伴随运动。” 他本应听一听亚里士多德明确所说的话:“因为我们同时感知到运动和时间”;将时间认作属于运动的某物究竟是因为它依附于运动的概念,还是因为我们在被运动时思想时间,这二者之间无疑有着极大的差别。但此人在许多事情上都是如此。我们重新提起话头说:如果当我们未感知到任何变化、而灵魂似乎停留在一个且不可分割的状态时,我们感知不到时间,但当我们感知到变化并规定它是如此之大时,我们才认定时间已经流逝,那么显而易见,时间不可能离开变化和运动而存在。因为即使我们自身处于静止之中且未发生任何变化,只要仅仅在心中思及某种运动,我们便会立刻同时思及时间。即使身处黑暗之中且身体未受到任何作用,但如果我们想象他人或我们自己在旅途、航海、锻炼或作战,在我们看来时间便立刻同样已经流逝了。而且不仅时间伴随着运动,运动也伴随着时间。因为反过来,每当看来有某种时间流逝了,同时也看来有某种运动发生了。例如:“两个小时过去了。” 这从何得知? “我们行走了这么多路,书写了这么多字。” 因此,二者互不可分。先前的论证指出运动与时间不是同一的,接下来的论证则指出时间不能离开运动而存在。那么,我们是否应当把时间设定为属于运动的某种偶性,或某种承受,或普遍而言是某种属于运动的东西呢?因为这些事物虽然不可脱离其主体,但与主体并不是同一的。
- 4.11Ἆρ’ οὖν οὐδὲ ὅλως κινήσει προσήκων
句首省略了主语(ὁ χρόνος)与系动词(ἐστί)。主格分词 προσήκων 与后文的动词性形容词 ζητητέον 以及表语名词 στάσις καὶ ἠρεμία 相并列,构成疑问句,询问时间是否完全不属于运动,而是静止与停顿。
- 4.11τὸ χρῆμα τῶν νυκτῶν ὅσον
引用阿里斯托芬《云》第2行的口语感叹表达。短语 τὸ χρῆμα 加上属格名词 τῶν νυκτῶν 构成了强调整体分量或漫长程度的迂回说法,意为“夜晚这一桩事物是多么巨大啊!”
- 4.11πλεῖστον δὲ δήπου διαφέρει ἢ διὰ τοῦτο ... ἢ διὰ τοῦτο ...
动词 διαφέρει 在此未接常规的属格补足语,而是由 ἢ ... ἢ ...(是因……还是因……)引导两个从句,用以对比两种解释理由之间的巨大差异。
