- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:141.32-143.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯通过指出“现在”保持同一所带来的荒谬后果(古今事件同时化)结束了关于时间不存在的疑难,随后驳斥了将时间等同于天球或其旋转的早期学说,并从快慢和分量的界定方式普遍论证了时间决非运动或变化本身。
δεύτερον δὲ εἰ ταὐτὸν καὶ ἓν διαμένει τὸ νῦν, ἅμα δὲ λέγεται καὶ εἶναι καὶ γεγονέναι τὰ κατὰ τὸν αὐτὸν χρόνον ἢ ὄντα ἢ γεγονότα, τὰ παλαιὰ τοῖς ἄρτι καὶ τὰ νεώτατα τοῖς πρεσβυτάτοις εἴη ἂν ἅμα, ἡ Νηλέως καὶ ἡ Καίσαρος βασιλεία· οὐδὲ γὰρ ὅλως ἔσται τι παρῳχημένον, εἰ διαμένει τὸ νῦν ἓν ἀκριβῶς. ἐξ ὧν μὲν οὖν ἔστιν κατασκευάσαι, ὅτι μὴ ἔστιν ὁ χρόνος, εἰρήσθω τοσαῦτα. Τὰ δὲ πρότερον παραδεδομένα περὶ τοῦ χρόνου τοσοῦτον ἀπέχει τοῦ δῆλον ὅτι ποιεῖν ὑπὲρ αὐτοῦ, ὥστε ἐπιχειροῦντας τὴν οὐσίαν τοῦ χρόνου διδάσκειν ἀμφισβητήσιμον αὐτοῦ ποιεῖν καὶ τὴν ὕπαρξιν1 ἐξ ἴσου τοῖς ἀρτίως ὑφ’ ἡμῶν εἰρημένοις. πῶς γὰρ οὐκ ἀσαφῆ καὶ ἀλλόκοτα τὰ λεγόμενα; ὅπου γέ τισιν ἔδοξεν ἡ τοῦ ὅλου σφαῖρα χρόνος εἶναι, διότι ἐν χρόνῳ τὰ πάντα καὶ ἐν τῷ οὐρανῷ τὰ πάντα· οὓς πρῶτον μὲν αἰτιάσαιτο ἄν τις ἀγνοήσαντας τὴν ὁμωνυμίαν τοῦ ἔν τινι, εἶθ’ οὕτως ἀπείρως ἔχοντας τῶν ἀναλυτικῶν, ὥστε μὴ καταμαθεῖν τὴν μοχθηρίαν τοῦ σχήματος, δι’ ὃ ταὐτὸν ὑπελάμβανον τὸν χρόνον τε εἶναι καὶ τὴν σφαῖραν τοῦ οὐρανοῦ καὶ ἄλλα πολλὰ καὶ ἀδύνατα. τοῦ χρόνου μὲν γὰρ μέρη τὸ παρελθὸν καὶ τὸ μέλλον, τῆς σφαίρας δὲ οὔ, καὶ ὁ μὲν γίνεται, ἡ δὲ ἔστι, καὶ ἡ μὲν οὐσία, ὁ δὲ οὔ· ἀλλὰ ταύτην εὐηθέστερον ἴσως ἐπὶ πλέον ἐξετάζειν τὴν δόξαν λίαν οὖσαν ἁπλῆν καὶ ἀρχαίαν. ἕτεροι δὲ οὐ καθ’ αὑτὸν διὰ ταῦτα τὸν οὐρανόν, ἀλλὰ τὴν περιφορὰν τοῦ παντὸς οὐρανοῦ τὸν χρόνον ποιοῦσιν, καθ’ οὓς πρῶτον μὲν ἡμέρα χρόνος οὐκ ἔσται οὐδὲ νὺξ καθ’ αὑτήν· οὐδὲν γὰρ τούτων περιφορὰ τοῦ παντὸς οὐρανοῦ, ἀλλὰ τῶν ἡμισφαιρίων καὶ μέρος τῆς ὅλης περιφορᾶς. πρὸς τούτοις δὲ ἡ μὲν περιφορὰ τοῦ παντὸς οὐχ ἁπλῆ ἀλλὰ ἐκ πλειόνων κινήσεων καί τινων ἐναντίων, ὁ χρόνος δὲ εἷς καὶ ἁπλοῦς καὶ κίνησις μὲν οὐχ ὁμοία τοῦ παντὸς οὐρανοῦ, ἀλλὰ καὶ θάττων αὐτοῦ καὶ βραδυτέρα, θάττων μὲν περὶ τὸν ἰσημερινόν, βραδυτέρα δὲ περὶ τοὺς πόλους, ὁ χρόνος δὲ ἅπασιν ὁ αὐτός. πῶς δὲ ἐν γῇ ὁ χρόνος; πῶς δὲ ἐν θαλάττῃ; οὐ γὰρ δὴ καὶ ταῦτα συμπεριφέρεται τῷ παντί. εἰ δ’, ὥσπερ αὐτοὺς Πλάτων ποιεῖ, δεσμώτας τινὰς ἐκ παίδων ἐν ὑπογείαις οἰκήσεσιν διαζῶντας ὑποθοίμεθα, τούτοις πῶς ἔστιν αἴσθησις χρόνου οἷς οὐκ ἔστιν αἴσθησις τῆς περιφορᾶς τοῦ παντός; ἔτι εἰ πλείους ἦσαν οἱ οὐρανοὶ καθάπερ Δημόκριτος λέγει, πλείους ἂν ἦσαν ἅμα καὶ χρόνοι καὶ ἐν τῷ αὐτῷ, ἀλλ’ ἄλογον· κινήσεις μὲν γὰρ ἅμα δύνανται εἶναι πλείους ἐν τῷ αὐτῷ, χρόνους πλείους δὲ [οὐρανοὶ] οὐ δυνατόν· πλὴν δὲ καὶ πρὸ τοῦ γενέσθαι τὸν οὐρανὸν ὁ κίνησιν ἄτακτον ὑποτιθέμενος οὐ συμπαράγει καὶ χρόνον πρὸ τῆς περιφορᾶς τοῦ παντός·2 πᾶσα γὰρ κίνησις ἐν χρόνῳ, κἂν τεταγμένη κἂν ἄτακτος ᾖ. ἀλλὰ ταῦτα μὲν οὐ πολλοῦ λόγου προσδεῖται. Τὸ δὲ καθόλου μᾶλλον ἐπισκεπτέον, εἰ δύναται κίνησις εἶναι καὶ μεταβολή τις ὁ χρόνος. ἡ μὲν οὖν ἑκάστου κίνησις ἐν τῷ κινουμένῳ μόνον ἐστὶν καὶ ὅπου ἂν ᾖ τὸ κινούμενον (οὐ περιγράφεται γὰρ τῇ οὐσίᾳ τοῦ κινουμένου), ὁ δὲ χρόνος ὁμοίως καὶ πανταχοῦ καὶ παρὰ πᾶσιν. ἔτι δὲ ἡ κίνησις μὲν θάττων ἐστὶν καὶ βραδυτέρα, χρόνος δὲ οὔ· ὅπερ οὐ χαλεπὸν ἐπιδεῖξαι. τὸ μὲν γὰρ θᾶττον καὶ βραδύτερον ὁρίζεται χρόνῳ· θᾶττον μὲν γάρ ἐστι τὸ ἐν ἐλάττονι χρόνῳ πλεῖον διάστημα κινηθέν, βραδύτερον δὲ τὸ ἐν πλείονι ἔλαττον· ὁ χρόνος δὲ οὐχ ὁρίζεται χρόνῳ· οὐ γὰρ οἷόν τε ἐν ὀλίγῳ χρόνῳ πολὺν γεγονέναι χρόνον ἢ τοὔμπαλιν. οὐ μόνον δὲ κατὰ τὸ ποιόν, τουτέστι κατὰ τὸ ταχὺ καὶ βραδύ, διαφέρουσιν ἡ κίνησις καὶ ὁ χρόνος, ὅτι τῇ μὲν ὑπάρχει τῷ δ’ οὔ, ἀλλὰ κατὰ τὸ ποσὸν τὸν αὐτὸν τρόπον. τῆς μὲν γὰρ κινήσεως καὶ τὸ ποσὸν ὁρίζεται χρόνῳ (μακρὰ γὰρ καὶ πολλὴ κίνησις ἡ ἐν πολλῷ χρόνῳ καὶ ὀλίγη ἡ ἐν ὀλίγῳ χρόνῳ), τοῦ χρόνου δὲ οὐδὲ τὸ ποσὸν ὁρίζεται χρόνῳ· λέγεται μὲν γὰρ καὶ πολὺς καὶ ὀλίγος χρόνος, ἀλλ’ οὐχὶ κατὰ τὴν ἐπὶ χρόνον ἀναφοράν, ὥσπερ ἡ κίνησις, ἀλλ’ ἕτερον τρόπον, ὡς ἐφεξῆς μαθησόμεθα. ὅτι μὲν τοίνυν οὐκ ἔστιν ἡ κίνησις ἢ μεταβολή τις ὁ χρόνος, φανερὸν ἐκ τῶν εἰρημένων.
其次,如果“现在”保持为同一且为一个,而在另一方面,在同一时间存在或发生的事物被称为同时存在和同时发生,那么古代的事物将与最近的事物同时存在,最新的事物也将与最古老的事物同时存在——尼琉斯的统治将与恺撒的统治[同时存在];因为如果“现在”严格地保持为一个,就根本没有任何事物是已经过去的。那么,从可以论证时间不存在的依据中,就说这么多吧。 另一方面,先前流传的关于时间的学说,非但远未能使关于它的问题清楚明了,以至于那些试图传授时间的实体的人,反而使它的实在性也变得同我们刚才所说的一样成疑。那些说法又怎能不是晦涩而怪诞的呢?因为某些人竟然认为宇宙的球体就是时间,其原因在于万物都在时间中,且万物都在天空之中;人们首先可以指责他们不理解“在某物之中”的多义性,其次指责他们对《分析篇》如此无知,以致未能识破推理格式的缺陷——他们正是借此格式认定时间与天球是同一的,此外还有许多其他不可能的事。因为过去和未来是时间的部分,却不是球体的部分;且时间是在生成的,球体则是实存的;球体是实体,时间则不是。不过,对于这种过于朴素和古旧的见解,更进一步地加以考察或许是较为愚蠢的。 另一些人基于这些理由,不把天空本身、而是把整个天空的旋转当作时间。按照他们的说法,首先,白天不是时间,夜晚本身也不是时间;因为它们中没有一个属于整个天空的旋转,而只是半球的[旋转],是整个旋转的一部分。此外,全体的旋转并非单纯,而是由多个运动构成的,并且有些还是相反的;而时间是一个且单纯的。并且整个天空的运动不是均匀一致的,而是有快有慢——在赤道附近较快,在两极附近较慢;时间对一切却都是相同的。此外,时间又如何在陆地之中呢?如何在海洋之中呢?因为这些事物显然并不与全宇宙一同旋转。而且,如果像柏拉图所描绘的那样,我们假设某些自幼就生活在地下居所中的囚徒,对于没有感觉到全宇宙之旋转的他们来说,又怎能有时间的感知呢?再者,如果像德谟克利特所说的那样存在多个天空,那么就会同时且在同一处存在多个时间;但这是荒谬的。因为在同一处可以同时存在多个运动,却不可能存在多个时间。除此之外,在天空生成之前设定无秩序运动的人,难道不同时在全宇宙的旋转之前引入了时间吗?因为凡运动都在时间之中,无论是有秩序的还是无秩序的。但是这些事并不需要过多的论说。 倒是应当更普遍地考察,时间究竟能否是某种运动或变化。每一个事物的运动都仅在被运动者之中,并且被运动者在哪里运动就在哪里(因为它受被运动者的实体所限制);时间却同样在一切地方,并存在于所有事物之旁。此外,运动有较快和较慢,时间却没有;这并不难证明。因为较快与较慢是由时间来规定的:在较短时间内运动了较大间距的是较快者,在较长时间内运动了较小间距的是较慢者;时间却不是由时间来规定的;因为不可能在少的时间中生成多的时间,反之亦然。运动与时间不仅在性质上(即在快与慢上)存在差异(因为一者具有快慢而另一者不具有),而且在分量上也以同样的方式存在差异。因为运动的分量也是由时间来界定的(长时间中的运动是长且多的运动,短时间中的是短少的运动),而时间的分量甚至不被时间所界定;因为时间虽被称为多和少,但并不像运动那样是根据对时间的指涉而说的,而是依另一种方式,正如我们在下文将要学到的那样。那么,时间并非运动或某种变化,从所论述的各点来看是显而易见的。
- 4.10ὥστε ἐπιχειροῦντας τὴν οὐσίαν τοῦ χρόνου διδάσκειν ἀμφισβητήσιμον αὐτοῦ ποιεῖν καὶ τὴν ὕπαρξιν
在由 ὥστε 引导的结果从句中,宾格分词短语 ἐπιχειροῦντας τὴν οὐσίαν τοῦ χρόνου διδάσκειν 作不定式 ποιεῖν 的逻辑主语。由于动作主体从主句主语(流传的学说)转移到了早期的理论家们本身,因此使用了宾格加不定式结构而非主格。
- 4.10πλὴν δὲ καὶ πρὸ τοῦ γενέσθαι τὸν οὐρανὸν ὁ κίνησιν ἄτακτον ὑποτιθέμενος οὐ συμπαράγει καὶ χρόνον πρὸ τῆς περιφορᾶς τοῦ παντός;
带 οὐ 的修辞反问句,表达强烈的肯定断言(“难道不也同时引入了……吗?”)。主语是实体化的分词短语 ὁ ... ὑποτιθέμενος(指涉《蒂迈欧篇》中的柏拉图等人),主谓语动词为 συμπαράγει。
