← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§140.8-141.32

关于时间实在性与“现在”的疑难

德米斯蒂乌斯对亚里士多德《物理学》卷四第十章关于时间的引论性难题进行释义,梳理了表明时间不存在或仅微弱存在的疑难,以及围绕“现在”究竟保持同一还是不断更新所产生的诸多困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.10#1

10. Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶ σκέψασθαι περὶ χρόνου πρῶτον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ διὰ τῶν ἔξωθεν λόγων, πρότερον εἰ ἔστιν, εἶτα τί ἐστιν ἐφεξῆς. ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἢ μόλις ἐστὶ καὶ ἀμυδρῶς, ἐκ τῶνδε ἄν τις ὑποπτεύσειεν. σύγκειται ἐκ μὴ ὄντων τὸ μὲν γὰρ αὐτοῦ γέγονε καὶ οὐκ ἔστιν, τὸ δὲ μέλλει καὶ οὔπω ἔστιν, ἐκ δὲ τούτων καὶ μὴν καὶ ἐνιαυτὸς καὶ ὁ ἄπειρος καὶ ὁ ἀτελεύτητος χρόνος τὸ δὲ ἐξ οὐκ ὄντων συγκείμενον οὐκ ἂν ἐξ ἀνάγκης † ἀναγκαίως.1 οὐδὲ γὰρ τὸ νῦν μέρος τοῦ χρόνου, ἀλλὰ πέρας ἐστίν. ἔτι πᾶν μεριστόν, ἔστ’ ἂν ὑφεστήκῃ, πάντως αὐτοῦ καὶ τῶν μερῶν ἤ τινα ὑφέστηκεν ἢ καὶ σύμπαντα σύμπαντα μὲν ὡς ἐπὶ τῆς πηχυαίας γραμμῆς, ἔνια δὲ ὡς ἐπὶ πολέμου καὶ πομπῆς καὶ ἀγῶνος. μεριστοῦ δὲ ὄντος τοῦ χρόνου καὶ συνεχοῦς μόριον οὐδέν ἐστιν ὅλως, ἀλλὰ τὰ μὲν γέγονε τὰ δὲ μέλλει, τὸ δὲ νῦν προέφην εἶναι μὴ μέρος ἦν γὰρ ἂν καὶ αὐτὸ μεριστὸν καὶ κατεμέτρει τὸ ὅλον καὶ εἶχεν ἄν τι διάστημα (τοιαῦτα γὰρ τὰ μέρη τῶν μεριστῶν), ἀλλ’ οὐδὲ σύγκειται ὁ χρόνος ἐκ τῶν νῦν, ἀλλ’ ἐκ τοῦ παρελθόντος καὶ μέλλοντος. οὐκ ἄρα μέρος τὸ νῦν τοῦ χρόνου. ὅλως γὰρ καὶ καθ’ αὑτὸ ζητητέον περὶ τοῦ νῦν, ὃ διορίζει τὸ παρελθὸν καὶ τὸ μέλλον, πῶς ποτε ὑφέστηκεν, πότερον διαμένον τὸ νῦν ἓν καὶ ταὐτὸν γίνεται ἢ ἄλλο καὶ ἄλλο, ὡς τὸ μὲν φθείρεσθαι τὸ δὲ γίνεσθαι· ἅμα γὰρ εἶναι πλείω τὰ νῦν παντελῶς ἀμηχανώτατον, οὐδὲ ἄλλα μέρη τινὰ τοῦ χρόνου δυνατὸν ἅμα πλείω συνυπάρχειν ἀλλήλοις, εἰ μὴ τὸ μὲν αὐτῶν ὡς περιέχον τὸ δὲ περιεχόμενον ὑπολαμβάνοιμεν, ὡς φαμὲν ἐνεστάναι τὸν μῆνα καὶ τὴν νουμηνίαν. ἐπὶ δὲ τοῦ ἀκριβῶς νῦν κυρίως τοῦθ’ ὑπονοεῖν οὐκ ἔστιν· οὐ γάρ ἐστι τὸ μὲν περιεχόμενον νῦν τὸ δὲ περιέχον νῦν, οὐδὲ τὸ μὲν πλέον τὸ δὲ ἔλαττον, ὥστε ἀνάγκη φθείρεσθαι τὸ πρότερον νῦν, ἵνα γένηται τὸ ἐφεξῆς. ἐπεὶ τοίνυν πᾶν τὸ φθειρόμενον ἐν χρόνῳ φθείρεται, καὶ τὸ νῦν ἢ ἐν αὑτῷ φθείροιτ’ ἂν ἢ ἐν ἄλλῳ χρόνῳ. ἀλλ’ εἰ μὲν ἐν ἑαυτῷ, ἅμα ταὐτὸν εἶναί τε καὶ μὴ εἶναι καὶ γίνεσθαί τε καὶ φθείρεσθαι συμβήσεται, ὥσπερ εἰ καὶ τοῦτο τὸ ξύλον ἐν αὑτῷ τις φθείρεσθαι λέγοι καὶ εἰς ἑαυτὸ μεταβάλλειν. εἰ δὲ ἐν ἄλλῳ χρόνῳ, πότερον κἀκεῖνό ἐστιν νῦν ἢ ἕτερον τοῦ νῦν; εἴτε γάρ, δύο ἅμα γίνεται νῦν,2 τὸ φθειρόμενον νῦν καὶ ἐν ᾧ φθείρεται· εἰ δ’ ἕτερον, ἢ τὸ παρελθὸν ἔσται ἢ τὸ μέλλον. ἐν οὐδετέρῳ δὲ τούτων φθείρεσθαι δυνατόν· τῷ μέν, ὅτι προλαμβάνει τὴν γένεσιν τοῦ νῦν (ἔσται οὖν ἐφθαρμένον πρὶν γενέσθαι), τῷ μέλλοντι δέ, ὅτι οὐδέποτ’ ἂν φθείροιτο τὸ νῦν, ἀλλὰ μέλλει ἂν ἀεὶ φθαρήσεσθαι· ἀεὶ γὰρ ἐν ᾧ φθείρεται μέλλει. ἢ τοίνυν οὕτως ἢ μᾶλλον ὅτι ὁ χρόνος ὁ παρελθὼν καὶ ὁ μέλλων, ἐν χρόνῳ δὲ φθείρεσθαι τὸ νῦν οὐ δυνατόν· συμπαρεκτείνοιτο γὰρ ἂν τὸ ἀμερὲς καὶ ἐλάχιστον αὐτοῦ ἔχοντι ποσόν τι διάστημα. καὶ τοιαῦτα μὲν ἁπλούστερον ἔτι λέγεται. εἰ δὲ μὴ ἔχεται τὰ νῦν ἐξ ἀλλήλων μηδὲ σύγκειται ὁ χρόνος ἐκ τῶν νῦν, ὥσπερ οὐδὲ ἐκ τῶν στιγμῶν ἡ γραμμή, καὶ ἄλλο ἀτοπώτερον ἀπαντᾷ. οὐ γάρ, εἰ ἐν ἄλλῳ νῦν φθείρεται τὸ νῦν, πάντως μεταξὺ ἑαυτοῦ καὶ ἐν ᾧ φθείρεται χρόνος ἐστίν,3 ὥσπερ ἐν τῷ μεταξὺ τῶν σημείων γραμμή; τοῦτον δὲ πάντα τὸν χρόνον ὑπάρξει τὸ νῦν. ἀλλ’ ἄπειρα ἐν τῷ μεταξὺ χρόνῳ τὰ νῦν, εἴγε διότι συνεχὴς ὁ χρόνος καὶ εἰς ἄπειρα διαιρετέος· ἔσται ἄρα πλείω καὶ ἄπειρα. εἰ μὲν τοίνυν ἄλλο καὶ ἄλλο τὸ νῦν, τοσαῦτα ἄτοπα ἀναφαίνεται. εἰ δὲ ταὐτὸν ἀεὶ διαμένει, πρῶτον μὲν πῶς συνεχὴς ὢν καὶ διὰ παντὸς ὁ χρόνος οὐκ εἰς δύο πέρατα διαστίξει ἀλλ’ εἰς ἕν; καὶ μάλιστα ὅταν πεπερασμένος νοῆται ὡς ὁ μὴν καὶ ἐνιαυτός· πῶς γὰρ ἓν ἔσται καὶ ταὐτὸν τὸ νῦν, ἀφ’ οὗ τε ἤρξατο ὁ μὴν καὶ εἰς ὃ ἐτελεύτησεν; οὐδενός τε ὅλως διαιρετοῦ πεπερασμένου ἐπὶ θάτερον μέρος πέρας ἐστίν, οὐ γραμμῆς, οὐκ ἐπιφανείας σώματος.

10. 紧接着已论述的内容,有必要对时间进行考察。首先也通过外部的论辩对它进行质疑是恰当的,先是[考察]它是否存在,随后依次[考察]它是什么。那么,时间要么根本不存在,要么仅微弱地勉强存在,人们可以从以下几点予以怀疑。时间由非存在者构成:因为它的这一部分已经发生且不再存在,而另一部分将要发生且尚未存在,而且不仅月与年,无限且无终结的时间也正由此构成。而由非存在者所构成的事物,决不可能必然[实在]。因为“现在”甚至不是时间的部分,而只是极限。此外,任何可分之物,只要它实存着,它的各个部分要么有些、要么全部都必然实存:全部实存如在一肘长的线段中那样,有些实存如在战争、行进和竞赛中那样。但时间虽是可分且连续的,其部分却根本全不存在,而是一部分已经过去,另一部分将要来到;且如我先前所说,“现在”并不是部分;因为若为部分,它本身也将是可分的,并且会度量整体,且具有某种间距(可分之物的部分正是如此);但时间也不是由诸“现在”构成的,而是由过去与未来构成的。因而“现在”不是时间的部分。因为总的来说,关于界定过去与未来的“现在”本身,也必须就其自身探究它究竟如何实存:究竟是“现在”保持为一个且同一的事物,还是不断变成不同之物,以至于这一个消灭而另一个生成。因为多个“现在”同时存在是全然不可能的,时间的任何其他部分也不可能彼此同时共存,除非我们把其中之一视为包含者,另一视为被包含者,正如我们说这个月与新月正在当下那样。但在严格意义下的“现在”上,本就不可能作此设想;因为既没有被包含的“现在”与包含着的“现在”,也没有较多的与较少的[“现在”],因此前一个“现在”必须消灭,后继的[“现在”]才能生成。既然凡消灭者都在时间中消灭,那么“现在”也或者在自身之中消灭,或者在另一时间中消灭。但若在自身之中[消灭],就会导致同一事物同时既存在又不存在,既生成又消灭,正如有人说这根木头在自身之中消灭并转变为自身一样。若在另一时间之中,那么那个时间也同样是一个“现在”,还是不同于“现在”之物呢?因为若为前者,就会同时产生两个“现在”,即消灭着的“现在”与它在其中消灭的[“现在”];但若为不同之物,它要么是过去,要么是未来。然而在这二者之中的任何一个中消灭都是不可能的:在过去中不可能,是因为它先于“现在”的生成(因而在生成之前就已经消灭了);在未来中不可能,是因为“现在”将绝不会消灭,而总是将要消灭(因为其在其中消灭之物总是未来的)。因而要么如此[论证],要么更确切地说,过去与未来是时间,而在时间中“现在”是不可能消灭的;因为不可分的、时间中最小的[成分]将会与具有某种大小间距之物一同延伸。这些论点还讲得较为质朴。但如果诸“现在”并不彼此连续相接,时间也不是由诸“现在”构成的(正如线不是由点构成的一样),那么另一个更荒谬的结果就会出现。难道不是这样吗:如果“现在”在另一个“现在”中消灭,那么在它自身与它在其中消灭的那个[“现在”]之间就必然存在时间,正如在各点之间的间距中有线一样?而在这一整个时间中,“现在”都将存在。但是,如果由于时间是连续的,它也就可无限分割,那么中间时间里的诸“现在”就是无限的;因此[同时存在的“现在”]将会是多数且无限的。那么,如果“现在”不断成为不同之物,就会显现出如此多的荒谬。但如果它始终保持为同一,首先,作为连续且贯穿全体的时间,它怎么会不被标定为两个极限,而是[标定为]一个极限呢?特别是当它被设想为有限之物时,如月与年;因为月所自始的“现在”与它所终结的[“现在”],又怎能是一个且同一的呢?而且在任何可分的有限事物上,极限都决不会仅在单边的一部分上,无论在线上,还是在物体的表面上,都不是如此。

语法注3 条
  1. 4.10τὸ δὲ ἐξ οὐκ ὄντων συγκείμενον οὐκ ἂν ἐξ ἀνάγκης † ἀναγκαίως

    此处文本存在传抄讹误(以†标记)。在 οὐκ ἄν 后省略了谓语动词(如 εἶναι),全句被构拟为表达逻辑推论的潜能句,意为“由非存在者所构成的事物决不可能必然[存在]”。

  2. 4.10εἴτε γάρ, δύο ἅμα γίνεται νῦν

    εἴτε γάρ 承接前文的选择疑问(πότερον κἀκεῖνό ἐστιν νῦν...)的前半部分,省略了谓语(νῦν ἐστι),构成“若它也是一个现在,则……”的条件从句。

  3. 4.10οὐ γάρ, εἰ ἐν ἄλλῳ νῦν φθείρεται τὸ νῦν, πάντως μεταξὺ ἑαυτοῦ καὶ ἐν ᾧ φθείρεται χρόνος ἐστίν

    由 οὐ γάρ 引导的修辞反问句(“难道不是……吗?”),其中嵌入了条件从句 εἰ ἐν ἄλλῳ νῦν φθείρεται τὸ νῦν,主句 πάντως... χρόνος ἐστίν 表达强烈的肯定含义(“必然存在时间”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:140.8-141.32