- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:138.18-140.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂乌通过热度变化以及圆收缩的类比,论证了体积的变化(致密化与稀疏化)完全可以由质料自身的增强减弱以及从潜能到现实的转变来解释;他最终得出结论,虚空以任何形式都不存在,若硬要将运动与轻重的始因命名为虚空,其实所指的就是质料。
ὥσπερ τοίνυν ἡ αὐτὴ οὖσα κατ’ ἀριθμὸν θερμὴ γίνεται καὶ ψυχρά, οὐ διότι μίγνυται αὐτῇ τι ἕτερον ἢ προστίθεται, ἀλλ’ ὅτι δυνάμει ταὐτά ἐστιν, οὕτω καὶ μικρὰ γίνεται καὶ μεγάλη τῷ δύνασθαι ἄμφω, οὐχὶ τῷ προσλαμβάνειν μέγεθος ἢ ἀπολλύναι. κἂν τοίνυν ὁ ἀὴρ μένων ἀὴρ εἰς πλείονα ὄγκον χέηται λεπτυνόμενος ἢ εἰς ἐλάττονα συστέλληται παχυνόμενος, τὴν ὑποκειμένην ὕλην αἰτιατέον,1 ὅτι δυνάμει οὖσα σμικρὰ καὶ μεγάλη μεταλαμβάνει ποτὲ μὲν ἐνεργείᾳ, ποτὲ δὲ τὸ δυνάμει τούτων ἑκάτερον εἶναι. ὥσπερ γὰρ ὅταν ἐκ θερμοῦ εἰς θερμότερόν τι μεταβάλλῃ, οὐχ οὕτω μεταβάλλει τῷ τὰ πρότερον οὐκ ὄντα τῆς ὕλης θερμὰ νῦν γεγονέναι θερμά2 (θερμὸν γὰρ ὁμοίως πᾶν ἦν τοιοῦτον τὸ ὑποκείμενον), καὶ οὐχὶ μίξει τινῶν οὐ θερμῶν, καὶ νῦν, ὅτε ἐπιδίδωσιν εἰς θερμότητα, πᾶσα ὁμοίως εἰς τοῦτο πᾶν ἐπιδίδωσιν· ἂν γὰρ ἄλλα μένῃ τῆς ὕλης θερμά τε, ὅτε ἧττόν ἐστι θερμή, ἄλλα δὲ ὅταν μᾶλλον, οὐκέθ’ ἡ αὐτὴ γίνεται κατ’ ἀριθμὸν δεχομένη τὸ μᾶλλον καὶ ἧττον, ἀλλ’ ὅτι θερμὸν τῷ προυπάρχοντι προσγίνεται τε καὶ προσμίγνυται. ὡς οὖν ἐπὶ τούτων, οὕτως ἔχει καὶ ἐπὶ τοῦ μανουμένου καὶ πηγνυμένου· ἡ αὐτή ἐστιν ὕλη ταὐτὰ δεχομένη καὶ οὐκ ἔξωθέν τι εἰσιὸν ἢ ἐξιόν, ὡς οἱ τὸ κενὸν εἰσάγοντες· ἀγνοοῦσι γὰρ οὗτοι τὴν τῆς ὕλης φύσιν, καθάπερ δὴ καὶ οἱ λέγοντες ἐπὶ τοῦ πεπυρωμένου σιδήρου, ὅτι ‘σίδηρος τὸ πῦρ ἐδέξατο’, καὶ οὐχὶ ‘ἡ ὕλη καὶ ὁ σίδηρος εἰς πῦρ μετέβαλλεν.’ χρῆσθαι δὲ ἔστιν καὶ ἑτέρῳ παραδείγματι, ᾧ ὁμολογεῖ καὶ ὅτι τὰ μέρη τῆς περιφερείας τοῦ κύκλου πάντα ὁμοίως ἐστὶ κυρτά,3 ὅταν δὲ εἰς ἐλάττονα ὄγκον συνάγηται ἐκ μείζονος ὁ αὐτὸς κύκλος ὁμοίως τῆς περιφερείας συνιούσης ἁπανταχόθεν, γίνεται μὲν τὰ μόρια κυρτότερα τηνικαῦτα, ἀλλ’ οὐχὶ τῷ γενέσθαι κυρτὰ ἐν αὐτοῖς, ἃ οὐκ ἦν ἐν τῷ μείζονι κύκλῳ κυρτά, ἀλλ’ εὐθέα, ἀλλὰ τῷ κυρτότερα γενέσθαι αὐτὰ τὰ πρότερον ὄντα κυρτά. ὅλως γὰρ τὸ μᾶλλον καὶ ἧττον λέγεται οὐκ ἐν τῷ διαλείπειν τι καὶ αὖθις μὴ διαλείπειν, ἀλλὰ τὸ δι’ ὅλου ἐπιτείνεσθαι ἢ ἀνίεσθαι,4 ὡς τὸ θερμότερον, ὡς τὸ γλυκύτερον, ὡς τὸ λευκότερον· οὕτως δὲ καὶ ἐπὶ σμικρότητος καὶ μεγέθους οὐ προσλαβοῦσα ἡ ὕλη ἕτερον μέγεθος ἐπεκτείνεται ἢ ἀποβάλλουσα συστέλλεται, ὡς λέγουσιν οἱ τὸ κενὸν αἰτιώμενοι, ἀλλ’ ἔστι τὸ αὐτὸ ὑποκείμενον, ὃ τέως ἦν ἐπ’ ἐλάττονος διαστήματος, εἰς πλεῖον ὕστερον ἐκτεινόμενον καὶ ἀνάπαλιν ἐπὶ τῆς πιλήσεως καὶ συστολῆς, καθάπερ ἐπὶ τῆς περιφερείας ἐδείχθη τοῦ κύκλου. τὸ αὐτὸ τοίνυν ἐστὶ τὸ γενόμενον πυκνὸν καὶ μανὸν καὶ μία ἀμφοτέρων ἡ ὕλη καὶ οὐ προσλήψει καὶ στερήσει κενοῦ τὸ μανὸν καὶ πυκνόν. ἔστι δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ δὲ μανὸν κοῦφον καὶ τὸ μὲν ἐπὶ τὸ ἄνω, τὸ δὲ ἐπὶ τὸ κάτω κινεῖται. εἰ οὖν πρὸς τὸ μανὸν εἶναι μὴ προσδεῖται κενοῦ, οὐδὲ πρὸς τὸ ἄνω κινεῖσθαι καὶ εἰ μὴ πρὸς τὸ πυκνόν, οὐδὲ πρὸς τὸ κάτω. ἔστι δὲ τὸ μὲν πυκνὸν πρὸς τὸ βαρὺ εἶναι καὶ σκληρόν, τὸ δὲ μανὸν πρὸς τὸ κοῦφον εἶναι καὶ μαλακόν, ἀλλ’ οὐκ ἐπὶ πάντων· οὐ γὰρ ἅπαντα τὰ βαρύτερα καὶ σκληρότερα· διαφωνεῖ γὰρ ἐπὶ σιδήρου καὶ μολίβδου. ἐκ δὴ τῶν εἰρημένων φανερόν, ὡς οὔτε ἀποκεκριμένως κενόν ἐστιν οὔτε ἀθρόον οὔτε ἐν τοῖς σώμασιν τοῖς μανοῖς οὔτε μὴν ὡς ἐγκεκραμένον καὶ οἷον δυνάμει. εἰ δέ τις βούλεται πάντως καλεῖν κενὸν τὸ τοῖς σώμασιν τῆς κινήσεως αἴτιον καὶ τοῦ βαρύ τι εἶναι ἢ κοῦφον, τὴν ὕλην ἂν οὗτος λέγοι τὸ κενόν αὕτη γὰρ ἐστιν ἡ μανότητος καὶ πυκνότητος δεκτική, οἷς ἕπεται τὸ βαρὺ καὶ κοῦφον καὶ τὸ σκληρὸν καὶ τὸ μαλακόν τούτων δὲ τὰ μὲν φορᾶς αἴτια καὶ κινήσεως, τὰ δὲ πάθους τε καὶ ἀπαθείας καὶ ἀλλοιώσεως μᾶλλον. περὶ μὲν οὖν κενοῦ διωρίσθω τοῦτον τὸν τρόπον.
因此,正如[质料]在数目上为一,它变热变冷并非由于有某种别的东西与它混合或增添于它,而是由于它在潜能上就是这些,同样,它变小变大也是由于它能够具有两相,而不是通过获得或失去量度。因此,即使空气在保持为空气的同时由于变稀薄而扩展为更大的体积,或者由于变浓厚而收缩为更小的体积,也应当归因于底层的质料,因为质料在潜能上既小又大,它时而在现实上承受[它们各自],时而在潜能上承受作为这二者中的每一个。因为正如当某物由热变为更热时,它的变化并不是通过质料中先前不热的部分现在变热了(因为整个这样的底层原本都是同样热的),也不是通过混入某些不热之物,而是现在,当它在热度上增长时,全体同样地完全在此方面增长;因为倘若质料的某些部分在它较不热时保持为热,而在较热时另一些部分变热,那么接受较多和较少的就再也不是在数目上同一的[质料],而是热增添并混入先前存在之物了。因此,正如在这些事例中一样,在变稀疏和被凝固之物上也是如此:是同一质料接受相同的事物,而不是某种东西从外部进出,正如引入虚空的人所说的那样。因为这些人不了解质料的本性,正如那些对炽热的铁说“铁接受了火”而不说“质料与铁变成了火”的人一样。还可以使用另一个例子,这与下述情况相一致:圆的周界各部分全都是同样弯曲的,而当同一个圆由于周界从各方同样聚集而由较大体积收缩为较小体积时,各部分在此时固然变得更弯曲,但并不是由于在它们之中原本在较大圆中不弯曲而是笔直的东西变弯了,而是先前本已弯曲的那些东西本身变得更弯曲了。因为总的来说,所谓较多与较少,不是通过某种间隔与再度不间隔来表达的,而是通过贯穿整体的增强或减弱,如更热、更甜、更白;在小与大上也是如此,质料并不是如以虚空为原因的人所说的那样通过摄入另一个量度而扩展或通过抛弃[量度]而收缩,而是此前处于较小间隔的同一底层,后来扩展为较大的间隔,并且在压紧和收缩中相反,正如在圆的周界上所展示的那样。因此,生成为致密和稀疏的是同一个东西,两者的质料是单一的,稀疏与致密并非通过虚空的获得与缺失而发生。致密者重,稀疏者轻,前者向下运动,后者向上运动。因此,如果在成为稀疏上根本不需要虚空,那么在向上运动上也不需要;如果在成为致密上不需要,那么在向下运动上也不需要。致密倾向于重与硬,稀疏倾向于轻与软,但并非在所有情形下都如此;因为并非所有较重之物都较硬,因为在铁与铅上就不相符。由此可见,正如所说的那样,虚空既非分离存在,亦非聚成一团,既不在稀疏的物体中,也绝非作为混合的和潜能的[虚空]而存在。但是,如果有人无论如何都想把物体运动的因以及物体具有重量或轻捷的因称为虚空,那么他所说的虚空其实就是质料;因为正是质料接纳稀疏与致密,随之而来的是重与轻、硬与软;而在这些之中,前者是位移和运动的因,后者则更多是受动、不受动以及质变的因。关于虚空,便依此方式予以界定吧。
- 4.9τὴν ὑποκειμένην ὕλην αἰτιατέον
非人称动形容词 αἰτιατέον 支配宾格宾语 τὴν ὑποκειμένην ὕλην,意为“应当归因于底层的质料”。紧接着的 ὅτι 引导原因从句。
- 4.9τῷ τὰ πρότερον οὐκ ὄντα τῆς ὕλης θερμὰ νῦν γεγονέναι θερμά
表示原因的与格冠词不定式(τῷ γεγονέναι)结构,其主语为宾格短语 τὰ πρότερον οὐκ ὄντα ... θερμά。属格 τῆς ὕλης 作为部分属格修饰实体化的分词短语(“质料中先前不热的部分”)。
- 4.9ᾧ ὁμολογεῖ καὶ ὅτι τὰ μέρη τῆς περιφερείας τοῦ κύκλου πάντα ὁμοίως ἐστὶ κυρτά
与格关系代名词 ᾧ 指向前行动词所带的先行词 ἑτέρῳ παραδείγματι,受 ὁμολογεῖ(与……相符)支配。ὅτι 从句具体阐述了相符的事实内容,构成“与‘圆周各部分全都是同样弯曲的’这一事实也相一致的另一个例子”。
- 4.9τὸ δι’ ὅλου ἐπιτείνεσθαι ἢ ἀνίεσθαι
与前文 οὐκ ἐν τῷ διαλείπειν τι 形成对举的冠词不定式短语。此处句式由前文的 ἐν τῷ(介词加与格)转换为主格(或宾格)的 τὸ,意义上相当于 ἐν τῷ δι’ ὅλου ἐπιτείνεσθαι ἢ ἀνίεσθαι(而是在于贯穿整体的增强或减弱)。
