- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:13.9-14.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯梳理了主张单一本原(单元素论与阿那克西曼德)以及多数本原(阿那克萨戈拉与恩培多克勒)的自然哲学家的生成学说,分析了阿那克萨戈拉提出万物互渗及优势部分决定的动机,进而指出本原若为无限则自然知识绝不可能,以此驳斥其观点。
4. Οἱ δὲ τὸ ὂν ἀντὶ τῆς ἀρχῆς λαμβάνοντες οὓς καὶ φυσικοὺς εἰπεῖν οὐκ ὀκνήσειεν ἄν τις, οὕτως λέγοντες τὸ ὂν ὡς μίαν ἀρχήν, εἰς δύο διῃρέθησαν τρόπους· οἱ μὲν γὰρ ἕν τι τῶν στοιχείων τὴν ἀρχὴν ὑποτίθενται κἄπειτα ἐκ τούτου τὰ λοιπὰ δημιουργοῦσι πυκνότητι καὶ μανότητι χρώμενοι, ὧν ἐναντία καθολικώτερα ἄν τις εἴποι τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν,1 ὑφ’ ἃ καὶ τὸ μέγα καὶ τὸ μικρὸν αἱ Πλάτωνος ἀρχαί. ἀλλὰ Πλάτωνι μὲν τὸ μέγα καὶ τὸ μικρὸν τὴν ὕλην σημαίνει, τὸ δὲ ἓν τὴν ποιητικὴν αἰτίαν, λέγω δὲ τὸ εἶδος· οἱ φυσικοὶ δὲ τὸ μὲν ἓν ποιοῦσιν ὑποκείμενον καὶ ὕλην, τὰ ἐναντία δὲ διαφορὰς τε καὶ εἴδη. ἕτεροι δὲ τῶν στοιχείων μὲν οὐδέν, ἄλλο δὲ ὃ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, ὡς Ἀναξίμανδρος. οὗτος δὲ οὐκέτι ἀλλοιώσει χρῆται πρὸς τὴν γένεσιν τῶν ἐφεξῆς, ἀλλ’ ἐκκρίνεσθαί φησιν ἐξ ἀπείρου τοῦ στοιχείου τὰς ἐναντιότητας ἐνυπαρχούσας, ὥσπερ γε καὶ οἱ πολλὰς ὑποθέμενοι τὰς ἀρχάς, ἓν δ’ αἴτιον τὸ ποιητικόν, Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς, ὁ μὲν τάς τε ὁμοιομερείας καὶ τὸν νοῦν, ὁ δὲ τὰ στοιχεῖα τὰ τέσσαρα καὶ τὸν σφαῖρον· καὶ γὰρ οὗτοι παραπλησίως Ἀναξιμάνδρῳ οὐ κέχρηνται πρὸς τὴν γένεσιν ἀλλοιώσει, ἀλλ’ ἐκ τοῦ μίγματος ἐκκρίνουσιν ὡς ἐνυπάρχοντα ἤδη τὰ ἡμῖν γίνεσθαι δοκοῦντα· ἀλλ’ ὁ μὲν καὶ παύει τὴν ἔκκρισιν ταύτην καὶ πάλιν ἄρχεται κατὰ περιόδους, Ἀναξαγόρᾳ δὲ ἅπαξ ἀρχὴν λαβοῦσα οὐκέτι τελευτᾷ· καὶ τούτῳ μὲν ἄπειρα τὰ στοιχεῖα, τῷ δὲ τὰ τέτταρα. δύο δὲ Ἀναξαγόραν ἔοικεν εἰς ταύτην τὴν δόξαν ὑπάγεσθαι2 ὧν μὲν ἕν ἐστιν τὸ ὁρᾶν ἐκ τῶν ἐναντίων γιγνόμενα τὰ ἐναντία· οὐ γὰρ ἡγούμενος δύνασθαι τὸ ἐναντίον εἰς τὸ ἐναντίον μεταβάλλειν (φθείρεσθαι γὰρ ἂν οὕτως τὰς ἀρχάς) ἐνυπάρχειν ἡγεῖται τοῖς ἐναντίοις τὰ ἐναντία· δεύτερον δὲ καὶ μάλιστα ἡ κοινὴ δόξα τῶν φυσικῶν καθ’ ἣν ἅπαντες ὁμοίως οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι ὑπελάμβανον· διὰ τοῦτο γὰρ λέγουσιν ‘ἦν ὁμοῦ πάντα’ καὶ ‘τὸ γίνεσθαι συγκρίνεσθαί ἐστι καὶ τὸ φθείρεσθαι διακρίνεσθαι’. καίτοι γε Ἀναξαγόρας ἀλλοιοῦσθαι τὸ γίνεσθαι λέγει, ἀλλ’ ἐκ τῶν πραγμάτων δῆλός ἐστιν οὐ γινώσκων τὴν οἰκείαν φωνήν· τὴν γὰρ σύγκρισιν ἀλλοίωσιν ὀνομάζει, ἀλλὰ μήπω ταῦτα. ἀλλὰ καὶ συλλογισμῷ κέχρηται πρὸς ταύτην τὴν δόξαν· ἐπειδὴ πᾶν τὸ γινόμενον ἐξ ὄντων ἢ ἐκ μὴ ὄντων, οὐκ ἐκ μὴ ὄντων δέ, ἐξ ὄντων ἄρα· οὕτω δὲ ἀκολουθεῖν τὸ πάντα ἐνυπάρχειν ἑκάστῳ ἐξ οὗ γίνεσθαί τί φαμεν, οἷον ἐν τῳδὶ τῷ ὕδατι τρίχας ὀστᾶ νεῦρα σάρκας, ἀναίσθητα δὲ ἡμῖν εἶναι διὰ μικρότητα. καὶ τοῦτο προσέλαβεν ἐφεξῆς πᾶν ἐν παντὶ μεμῖχθαι λέγων, ἐπειδὴ καὶ γίνεσθαι πᾶν ἐκ παντός. τί ποτε οὖν αἴτιον τοῦ μὴ πάντα ὅμοια φαίνεσθαι, εἴ γε πάντα ὁμοίως ἐκ πάντων; ὅτι μὴ πάντα, φησίν, ἐξ ἴσης ἐν ἑκάστῳ κατὰ τὸ πλῆθος, ἀλλὰ καθ’ ἕκαστον ἕν τι πάντως ὑπερέχει καὶ πλεονάζει, οἷον ἐν τῳδὶ μὲν ὑδάτια, ἐν τῳδὶ δὲ σάρκια· καὶ τοίνυν τὸ φαινόμενον ὕδωρ ἀπὸ τοῦ πλεονάζοντος οὕτως δοκεῖν, ἐπεὶ μήτε ὕδωρ εἰλικρινῶς τι μήτε σάρκα μήτε γῆν εἶναι. Τάχα οὖν ἀκόλουθον μετὰ τοὺς ἀναιροῦντας παντελῶς τὰς ἀρχὰς τοὺς ἀπείρους τὰς ἀρχὰς λέγοντας ἐπισκέψασθαι· εἰ γὰρ καὶ αὐτοὶ διελεγχθεῖεν, ὡμολόγητ’ ἂν ἤδη τὸ τὰς ἀρχὰς εἶναι τῶν φυσικῶν πεπερασμένας.3 πρῶτον μὲν οὖν ἐκεῖνο θαυμάζω, πῶς ἐπιστήμην τινὰ περὶ φύσεως παραδώσειν ἡμῖν ὑπισχνούμενοι λανθάνουσιν ἀδύνατον τὴν κατάληψιν αὐτῶν ἐπιδεικνύντες· εἰ γὰρ ἐπίστασθαι μὲν τότε ἕκαστον ὑπολαμβάνομεν, ὅταν εἰδῶμεν αὐτοῦ τὰς ἀρχὰς καὶ τὰ αἴτια, τῶν ἀπείρων δὲ ἔχειν γνῶσιν οὐκ ἐγχωρεῖ, ὁ τὰς ἀρχὰς γοῦν λέγων ἀπείρους ἀναιρεῖ τὴν ἐπιστήμην τοῦ πράγματος. καὶ εἰ μὲν τὸ πλῆθος αὐτῶν ἄπειρον λέγων Ἀναξαγόρας τὰς ποιότητας ἀριθμῷ περιώριζεν, ἐξ ὁπόσων μὲν ἕκαστον, οὐκ ἂν εἴχομεν ἀποδιδόναι, ἐξ ὁποίων δὲ εὐπορήσομεν ἄν· νῦν δὲ οὐδὲ τοῖς εἴδεσιν οὔτε τῷ πλήθει τὰς ὁμοιομερείας ἄγων εἰς ἀριθμὸν φενακίζει διδάξειν ἐπαγγελλόμενος, ἃ πρῶτος αὐτὸς ἀγνοεῖν οὐκ ἀρνεῖται.
4. 另一方面,那些把有当作本原的人——人们毫不犹豫也可以称之为自然哲学家——在如此将有作为唯一本原谈论时,分成了两种途径。因为有些人假定诸元素之一为本原,随后在此基础上运用浓聚与稀疏来制作其余诸物,人们可以说,作为这些事物更为普遍的对立物乃是过度与不及,在它们之下还包含着大和小,即柏拉图的诸本原。但对柏拉图而言,大和小意味着质料,一则意味着动力因,我指的是形式;而自然哲学家们则将一设定为载体和质料,把对立物设定为差异和形式。另一些人则[假定]不是任何元素,而是另一种比火更浓而比气更细薄的东西,如阿那克西曼德。然而他对于后续事物的生成不再运用变质,而是主张内在的诸对立面是从作为元素的无限者中分离出来的;这正如那些假定本原为多、但动力因唯一的哲学家,即阿那克萨戈拉与恩培多克勒一样,前者假定同质部分与理智,后者假定四元素与球体。因为这些人也与阿那克西曼德相似,并不为生成而运用变质,而是将对我们而言似乎生成的事物作为已经内在于其中的东西从混合物中分离出来;只是后者既停止这种分离,又按周期重新开始,而对阿那克萨戈拉而言,一旦取得开端便不再终止;并且对前者来说元素是无限的,而对后者来说是四个。有两点似乎把阿那克萨戈拉引向了这种意见,其中之一是看到对立面从对立面中生成;因为他不认为对立面能够转变为对立面(因为若是如此诸本原就会消灭),所以认为对立面内在于对立面之中。第二点也是最主要的,乃是自然哲学家们的共同意见,依据该意见,所有人同样认为无物产生于非有;正因如此,他们才说“万物曾结合在一起”,以及“生成即结合,消灭即分离”。尽管阿那克萨戈拉确实说过生成是“变质”,但从实际情况看很显然他并不理解自己的用词;因为他把结合称为变质,但关于这些且按住不提。而且,他还为此意见运用了一个推论:既然凡生成之物或产生于有,或产生于非有,而并非产生于非有,因此便产生于有;这样一来,便得出结论:万物都内在于我们说某物从中生成的每一事物之中,例如毛发、骨骼、肌腱、肌肉〔内在于〕此水中,但由于微小而对我们而言不可感觉。接着他进一步假定,称万物混杂于万物之中,因为万物也产生于万物。那么,究竟是什么原因使得事物显现得并不都相同,如果确实万物同样产生于万物?他说,这是因为并非所有事物在每一物中在数量上都是均等的,而是在每一物中都有某一特定事物完全占据优势并过量,例如在这物中是微细水滴,在那物中是微细肉块;因此显现为水的东西乃是由过量的部分而如此显现的,因为没有任何纯粹是水、是肉、或是土的事物。 或许紧随彻底取消本原的人之后,去考察那些主张本原为无限的人是顺理成章的;因为如果他们也被驳倒,那么自然事物的本原是有限的这一论点就已被普遍承认了。因此,我首先感到诧异的是:他们许诺要向我们传授关于自然的某种科学,却为何在不知不觉中表明对它们的把握是不可能的。因为如果我们在认识各事物的本原和原因时才认为自己认识了该事物,而拥有对无限者的认识又是不可能的,那么至少主张本原无限的人就取消了关于该事物的科学。假如阿那克萨戈拉在声称它们的数量无限的同时,在数目上限制了它们的性质,我们固然无法说明每一事物是由多少数量构成的,但我们将不难说明是由何种性质构成的;但实际上,他在形式上和数量上都未曾将同质部分归入确数,却声称要讲授他自己首先就不否认自己是一无所知的事情,这纯粹是在欺骗人。
- 1.4ὧν ἐναντία καθολικώτερα ἄν τις εἴποι τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν
属格关系代名词 ὧν 的先行词是前面的 πυκνότητι καὶ μανότητι(浓聚与稀疏)。ἐναντία καθολικώτερα 作宾语补足语,宾格的 τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν 是 εἴποι 的直接宾语(“人们可以说过度与不及是这些事物更为普遍的对立物”)。
- 1.4δύο δὲ Ἀναξαγόραν ἔοικεν εἰς ταύτην τὴν δόξαν ὑπάγεσθαι
动词 ἔοικεν 作无人称用法;中性复数的 δύο 作为不定词 ὑπάγεσθαι 的主语,Ἀναξαγόραν 为直接宾语(“两点似乎把阿那克萨戈拉引向了这种意见”)。
- 1.4ὡμολόγητ’ ἂν ἤδη τὸ τὰς ἀρχὰς εἶναι τῶν φυσικῶν πεπερασμένας
这是由 εἰ διελεγχθεῖεν(过去祈愿语气)引导的条件句之归结句,使用了过去完成时直陈语气 ὡμολόγητο 搭配 ἄν,表达违背过去的虚拟语气(“……就已成定论了”)。冠词引领的不定词短语 τὸ τὰς ἀρχὰς εἶναι... 充当其主语。
