← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§133.13-135.8

物体体积重叠与对独立延展之虚空的驳斥

德米斯提厄斯论证说,即使脱离运动而就虚空本身加以考察,由于物体不能相互穿透,在虚空中放置物体意味着体积处于体积之中,这使得虚空不可能接纳物体。此外,他指出物体自身的延展已经足够,若将分离的独立延展设定为虚空将导致无穷倒退,由此驳斥了分离虚空的存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8#4

ὅτι μὲν οὖν ἀναιρεῖ κίνησιν μᾶλλον τὸ κενὸν ἢ κατασκευάζει, δῆλόν ἐστιν. Καὶ τῆς κινήσεως δὲ ἀφισταμένοις καὶ καθ’ αὑτὸ τὸ κενὸν ἐξετάζουσι φανείη ἂν1 τὸ λεγόμενον κενὸν ὡς ἀληθῶς κενόν. ἐπεὶ γὰρ δέδεικται σῶμα διὰ σώματος μὴ χωρεῖν, ὅταν τιθῆται ἄλλο σῶμα ἐν ἄλλῳ σώματι, ἀναγκαῖον ἐκστῆναι τῷ ἐπιόντι τὸ προϋπάρχον καὶ τοσοῦτόν γε, ὅσον ὄγκος τοῦ τιθεμένου· καὶ τοῦτο δῆλον ἐπ’ ἐνίων εὐθύς, ὥσπερ εἴ τις εἰς ὕδωρ ἐμβάλλοι λίθινον κύβον. τοσοῦτος γὰρ ὁ ὄγκος τοῦ ὕδατος ὑπεκστήσεται, ὅσοσπερ ἐστὶ τοῦ κύβου. ἐπ’ ἐνίων δὲ οὐ πρόδηλον μὲν τῇ αἰσθήσει, συμβαίνει δὲ ὁμοίως καὶ φωρᾶται ἔκ τινων κατασκευασμάτων. ἐν γὰρ ταῖς κλεψύδραις ὅταν μεσταῖς οὔσαις ἀέρος ἐγχέηται ὕδωρ, δίοδον τοῦ ἀέρος γλῶσσαι αὐλητῶν ἢ σαλπίγγων προστιθέμεναι ταῖς ὀπαῖς διελέγχουσι· ψοφεῖ γὰρ ἐπειγόμενος πρὸς τὰ ὄργανα. εἰ δὲ μηδεμίαν ἔξοδον δοίης, βιάζοιο δὲ ἕτερον σῶμα ἐπεμβάλλειν, ἢ πιλοῦται εἰς αὑτὸν μεταβάλλων εἰς ὄγκον ἐλάττω καὶ παχύνεται συστελλόμενος, ὥστε δέξασθαι τὸ ἀγγεῖον τοῦ ἐπεισαγομένου τοσοῦτον, ὅσον ἡ πίλησις τοῦ πρώτου ὄγκου συνέστειλεν, ἢ θᾶττον ἂν διαρρήξειε τὸ ἀγγεῖον, εἰ σῶμα ἕτερον ἐκβιάσαιο· ταῦτα τοίνυν οὕτως ἐναργῶς φαινόμενα καὶ δεικνύμενα ὑπὸ τῶν δημιουργῶν ὅσαι ἡμέραι ὁ περὶ τοῦ κενοῦ λόγος οὐ προσποιεῖται ἢ ἀγνοεῖ. καίτοι τί ποτε ἐροῦσιν, ὅταν ἐν κενῷ τιθῆται σῶμα; πότερον ὑπεξίστασθαι τὸν ἴσον ὄγκον τοῦ κενοῦ;2 καὶ πῶς οὐ γελοῖον; ἀλλὰ μένειν; καὶ πῶς οὐ θαυμαστὸν διεξιέναι διὰ τοῦ κύβου τὸ ἴσον διάστημα τοῦ κενοῦ; εἰ γὰρ μηδὲν παντάπασίν ἐστι τὸ κενόν, οὐδὲ ἡμεῖς ἄλλο τι λέγομεν· εἰ δέ τινα ἔχει φύσιν καὶ ἔστι διάστημα ἐπὶ τρία, πῶς διὰ τοῦ τοιούτου διαστήματος δίεισι; τοῦτο γὰρ ὁμοίως ἄτοπον, ὡς εἰ μηδὲ τὸ ὕδωρ μεθίστατο τῷ λιθίνῳ κύβῳ, μηδὲ ὁ ἀήρ, ἀλλὰ πάντη διῄεσαν δι’ αὐτοῦ. οὐ γὰρ ταῦτα μὲν κωλυθήσεται δι’ ἀλλήλων χωρεῖν καὶ ἐν ταὐτῷ γίνεσθαι τόπῳ, ὅτι θερμὰ καὶ ψυχρὰ καὶ κοῦφα δὴ καὶ βαρέα καὶ μετὰ τῶν ἄλλων παθῶν, τὸ κενὸν δὲ ἁπάντων τῶν τοιούτων ἐστερημένον οὐκέτι· εἴρηται γὰρ καὶ πρότερον ἤδη, ὅτι τοῖς σώμασιν τὸ εἶναι ἐν τόπῳ κατὰ μόνα ὑπάρχει τὰ διαστήματα, ἅπερ εἰ καὶ ἀχώριστα τῶν ἄλλων συμβεβηκότων ἐστίν, ἀλλὰ τό γε εἶναι αὐτοῖς διαστήμασιν ἕτερον, καὶ ὁ λίθος οὐκ, ἐπειδὴ λευκὸς ἢ μέλας ἢ θερμὸς ἢ ψυχρὸς ἢ κοῦφος ἢ βαρύς, τοσόνδε δεῖ κατέχειν τόπον, ἀλλ’ ἐπειδὴ τοσοῦτον αὐτοῦ τὸ διάστημα. καίτοι φέρεται μὲν διὰ τὴν βαρύτητα εἰς τοῦτον τὸν τόπον, ὅταν δὲ ἐν τόπῳ ᾖ, κατὰ τὸν ὄγκον ἐστὶν ἐν τόπῳ· καὶ γὰρ τούτῳ μόνῳ τῶν ὑπαρχόντων τῷ κύβῳ καὶ τὸ τοῦ τόπου μέγεθος ἔσται, οὐ τῇ βαρύτητι ἢ κουφότητι ἢ τισιν ἄλλοις τῶν παθῶν. εἰ τοίνυν καὶ ὑπόθοιο λόγου χάριν τὸν λίθινον κύβον ἁπάντων κεχωρίσθαι τῶν ἄλλων συμβεβηκότων, ἐν μόνῳ δὲ εἶναι τῷ διαστήματι, οὐδὲν ἧττον καθέξει τὴν ἴσην χώραν, ὅσην κατεῖχε καὶ μετὰ τῶν ἄλλων παθῶν, ὥστε καὶ ἐν τῷ κενῷ τὸ ἴσον καθέξει κενόν, ὅταν τε μετὰ τῶν συμβεβηκότων ὅταν τε χωρὶς τούτων νοῆται. τί οὖν τηνικαῦτα διοίσει τὸ τοῦ κύβου σῶμα τοῦ ἴσου κενοῦ καὶ τόπου; καὶ εἰ δύο τοιαῦτα ἐν τῷ αὐτῷ, διὰ τί μὴ καὶ πλείω καὶ ἄπειρα; ὅρα τοίνυν ἀναλαβὼν καὶ τὴν ἀνάγκην τῆς ἀποδείξεως· εἰ σῶμά ἐστιν ἐν ἐκείνῳ, διάστημά ἐστιν ἐν διαστήματι (οὔτε γὰρ ὑπεξίσταται τὸ κενὸν καὶ τῷ σώματι τὸ εἶναι ἐν τόπῳ κατὰ διάστημα μόνον ὑπάρχει)· εἰ δὲ διάστημα ἐν διαστήματι, καὶ σῶμα ἐν σώματι ἔσται· ἐπεὶ γὰρ κατὰ μόνους τοὺς ὄγκους τὰ σώματά ἐστιν ἐν τόπῳ, καὶ κατ’ οὐδὲν ἄλλο τῶν ὑπαρχόντων, εἰ δυνατὸν τὸν ὄγκον ἐν ὄγκῳ3 εἶναι, τά γε ἄλλα συμβεβηκότα οὐδὲν κωλύει τὸ σῶμα ἐν σώματι εἶναι. ἀλλὰ μὴν ἄτοπον σῶμα ἐν σώματι εἶναι· ἀδύνατον ἄρα καὶ σῶμα ἐν κενῷ εἶναι· ὄγκον μὲν γὰρ ἐν ὄγκῳ ποιεῖ τὸ σῶμα ἐν κενῷ, ποῖον δὲ σῶμα ἐν σώματι ὄγκον ἐν ὄγκῳ; καὶ οὕτως μὲν οὖν ἐξήλεγκται μάταιον τὸ κενόν, εἴγε παράγεται μὲν ὑπὲρ τοῦ τὰ σώματα δέχεσθαι, δέχεσθαι δὲ αὐτὸ σῶμα οὐχ οἷόν τε. φανερώτερον δὲ ἐντεῦθεν· εἰ γὰρ τὸ ἐν ἑκάστῳ διάστημα χωριζόμενον τῷ λόγῳ τῶν παθῶν οὐδὲν διαφέρει τοῦ κενοῦ, κινούμενα δὲ καὶ μεταφερόμενα τὰ σώματα σὺν τοῖς ἰδίοις κινεῖται διαστήμασιν, τί δεῖ τοῖς σώμασιν ἄλλων τοιούτων διαστημάτων; εἰ γὰρ καθὸ διάστημα ἕκαστον ἔχει, ἑτέρου διαστήματος δεῖται, πῶς οὐ τὸ κενὸν ἄλλου δεήσεται, κἀκείνου ἄλλο, καὶ ἐπ’ ἄπειρον οὕτω προελευσόμεθα; ὅτι μὲν τοίνυν οὐκ ἔστι κεχωρισμένον κενόν, ἐκ τούτων δῆλον.

因此,显然虚空宁可说是消除了运动,而不是确立了运动。而对于离开运动、就虚空自身来考察它的人来说,所谓虚空也将显出真正是空洞的。因为既然已经证明物体不能穿透物体,当另一个物体被置于另一个物体中时,原先存在的物体必然要给进入的物体让位,且让出的量恰好等于所放置物体的体积;这在某些事物上是立即显而易见的,正如有人将一个石质立方体投入水中那样。因为水退让的体积恰好与立方体的体积相等。然而在某些事物上,虽然对感觉而言并不显然,但同样在发生,并且从某些器具中被察觉出来。因为在水钟中,当它们充满空气而被注入水时,附在孔口上的吹管舌片或军号便揭示了空气的通路;因为空气在冲向这些器具时会发出声响。但是,如果你不给任何出口,而强行把另一个物体投入进去,要么它向自身压紧,转变成较小的体积,并在收缩中变稠密,以使容器所接纳新引入物体的量,恰好等于初次体积的压紧所收缩的量;要么如果你强行压入另一个物体,它会更快地胀破容器。因此,这些如此清楚显现并且每天被匠人所展示的事实,关于虚空的说法却视而不见或并不知晓。然而,当一个物体被放置在虚空中时,他们究竟要说什么呢?难道是虚空退让出相等的体积吗?这怎能不可笑呢?难道是保留不动吗?那么虚空相等的延展穿透立方体,这怎能不令人称奇呢?因为如果虚空完全算不上什么,我们说的也不是别的什么;但如果它具有某种本性,且是向三个方向的延展,它如何能穿过这样的延展呢?因为这同样是荒谬的,正如水既不给石质立方体让位,空气也不让位,而是完全穿透它一样。因为这些东西之所以被阻止互相穿行并处于同一场所,并不是由于它们是热的、冷的,诚然还有轻的、重的,并伴随着其他的受动状态,而虚空由于被剥夺了所有这些东西就再也不受阻止了;因为先前已经说过,对物体而言,处于场所之中仅仅依据延展而存在,即使延展与其他的偶性不可分离,但它们作为延展的存在定义是不同的,石头之所以必须占据如此之大的场所,并不是因为它白或黑、热或冷、轻或重,而是因为它的延展有这么大。诚然,它因重量而被运送到这个场所,但当它处于场所中时,它是依体积处于场所中的;因为在属于立方体的事物中,仅仅依此才确定场所的大小,而不是依重量或轻度或任何其他的受动状态。因此,如果为了论证起见,你甚至设想石质立方体与所有其他偶性分离,仅仅存在于延展之中,它所占据的相等空间绝不会少于它伴随其他受动状态时所占据的,以至于在虚空中,无论它是伴随偶性被思考还是脱离偶性被思考,它都将占据相等的虚空。那么届时,立方体的物体与相等的虚空和场所又有什么不同呢?如果两个这样的东西处于同一之中,为什么不是更多乃至无限多的东西处于其中呢?因此,请回顾并注意论证的必然性:如果物体处于那[虚空]之中,那么延展就在延展之中(因为虚空既不退让,且对于物体而言,处于场所之中仅仅依据延展而存在);而如果延展在延展之中,物体也将在物体之中;因为既然物体仅仅依据体积处于场所之中,而不依属于它们的任何其他东西,那么如果体积可能处于体积之中,其他偶性无论如何也不会妨碍物体处于物体之中。然而物体处于物体之中确是荒谬的;因此,物体处于虚空中也是不可能的;因为处于虚空中的物体造成了体积处于体积之中,但是哪种处于物体中的物体会造成体积处于体积之中呢?因此,如果虚空确实是为了接纳物体而被引入,而它自身又不可能接纳物体,那么虚空就被驳斥为徒劳无益的了。从以下方面来看则更为明显:因为如果各个[物体]中的延展在逻辑上与受动状态分离后与虚空毫无差别,并且运动和被运送的物体是带着它们自身的延展运动的,那么物体为什么还需要其他这样的延展呢?因为如果各个事物由于具有延展就需要另一个延展,虚空怎会不需要另一个延展,而那一个又需要另一个,从而我们将这样走向无穷呢?因此,不存在分离的虚空,从这些推论中是显然的。

语法注3 条
  1. 4.8ἀφισταμένοις καὶ καθ’ αὑτὸ τὸ κενὸν ἐξετάζουσι φανείη ἂν

    与格分词 ἀφισταμένοις 和 ἐξετάζουσι 既可理解为判断者与格(参考与格),亦可充当条件从句(“如果脱离……并考察……”)。它们与主句的潜能潜意语气 φανείη ἂν 相应,构成了假定观察者视角的潜在句式。

  2. 4.8πότερον ὑπεξίστασθαι τὸν ἴσον ὄγκον τοῦ κενοῦ;

    引导间接/审慎疑问的助词 πότερον 之后紧接不定式 ὑπεξίστασθαι。它延续了受前文 τί ποτε ἐροῦσιν(“他们究竟会说什么?”)支配的带对格的不定式结构(间接引语),并以设问形式呈现。

  3. 4.8ὄγκον μὲν γὰρ ἐν ὄγκῳ ποιεῖ τὸ σῶμα ἐν κενῷ, ποῖον δὲ σῶμα ἐν σώματι ὄγκον ἐν ὄγκῳ;

    在此对衬结构中,后半句省略了动词 ποιεῖ。前半句为“处于虚空中的物体造成了体积处于体积之中”,后半句则构成反问:“然而物体中的何种物体[会造成]体积处于体积之中呢?”(暗示绝无物体可以穿透另一物体而如此)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:133.13-135.8