- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:135.9-136.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯首先介绍了基于稀疏、致密以及克苏托斯的论证而在物体中设立散布虚空的观点,随后指责无论将这种虚空设想为分离的延展还是混合的成分,都只能解释向上运动并导致运动速度上的荒谬结论,从而驳斥了这种学说。
9. Εἰσὶ δέ τινες, οἳ ἀπὸ τοῦ μανοῦ καὶ πυκνοῦ φανερὸν οἴονται εἶναι, ὡς ἔστι κενόν. εἴπερ ἐστὶ πύκνωσις ἡ εἰς ἐλάττονα ὄγκον τοῦ αὐτοῦ σώματος συστολὴ καὶ μάνωσις ἡ εἰς πλείονα καὶ μείζονα ὄγκον τοῦ αὐτοῦ σώματος ἄνεσις, ἀνάγκη κενὸν ἐν τοῖς σώμασι παρεσπάρθαι, εἰς ὃ τὰ πιλούμενα συστέλλεται καὶ διαχεῖται τὰ ἀραιούμενα. οὐ μόνον δὲ πύκνωσιν καὶ μάνωσιν ἀναιροῦσι τὸ κενὸν ἀναιροῦντες, ἀλλ’ ἤδη καὶ πᾶσαν κίνησιν.1 καὶ γὰρ ὅταν τι κατὰ τόπον κινῆται, συστελλόμενα τὰ παρακείμενα σώματα δι’ ὧν δίεισι, παρέχει χώραν τοῖς δι’ αὐτῶν κινουμένοις, ὥσπερ τοῖς διὰ πλήθους βαδίζουσιν. εἰ δὲ μὴ τὸ κενὸν ἐν τοῖς σώμασιν ὑπάρχει, ἀνάγκη κινουμένου τινὸς τὸ πᾶν κυμαίνειν, προωθοῦντος ἀεὶ τοῦ πλησίον τὸ ἐφεξῆς καὶ οἷον ὑπερχεῖσθαι τὸν οὐρανὸν εἰς τὸ ἔξω, ὅπερ καὶ ἐν ταῖς κολυμβήθραις συμβαίνει, ὅταν τι κινῆται ἐν αὐταῖς σῶμα. τοῦτο δὲ καὶ Ξοῦθος ἔλεγε, τὴν ἀντιπερίστασιν τῶν σωμάτων οὐ προσποιούμενος, ἣ γίνεται οὐκ ἐπὶ μόνων τῶν κύκλῳ μεθισταμένων. φανερώτερον μὲν ἐπὶ τούτων· ὅσον ἔμπροσθεν προωθεῖται, τοσοῦτον ὄπισθεν ἕπεται. γίνεται δ’ οὖν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὕτως δὲ καὶ ὁ Ξοῦθος καὶ τοῦτο ὑπελάμβανεν, ὡς, εἰ μὴ τὸ κενὸν παραδεξόμεθα, ἀνάγκη τὰς μεταβολὰς τῶν σωμάτων κατ’ ἴσον γενέσθαι ὄγκον, οἷον εἰ ἐξ ὕδατος κυαθιαίου κυαθιαῖον ἀέρα γενέσθαι· ἐπεὶ πῶς ἂν γένοιτο μείζων οὐκ ἔχων τόπον καὶ χώραν, εἰς ἣν διαχυθήσεται, εἰ μή τις, φησί, κυμαίνειν τὸ πᾶν συγχωροίη καὶ τοὔλαττον φεύγων κενὸν πλεῖον ἔροιτο;2 ποῦ γὰρ δὴ τὸ πᾶν κυμαίνει; εἰς σώματα μὲν γὰρ οὐκ ἐνδέχεται, ἀνάγκη δέ εἰς κενὸν ἀθρόον ἔξωθεν περικεχυμένον. ὅτι δὲ τὰ μανούμενα σώματα εἰς ὄγκον πλείονα μεταβάλλει, δῆλον καὶ ἐκ τῶν ῥηγνυμένων ἀγγείων ἐξαερουμένου τοῦ ὕδατος ἢ τοῦ ὑγροῦ, ὡς καὶ οἱ τοῦ γλεύκους πίθοι μεταβάλλοντος εἰς ἀέρα. ποῦ δὲ χώρα ἔσται τῷ μείζονι ὄγκῳ, εἰ μὴ τὸ περιέχον ἐνδιδοίη συνθλιβόμενον εἰς τὰ κενά; εἰ μὲν οὖν οὕτω λέγουσιν ἐν τοῖς σώμασι τὸ κενὸν παρεσπάρθαι, ὡς εἶναι ἐν τῷ μανῷ διαστήματα κεχωρισμένα δεκτικὰ σωμάτων, ἐκ τῶν αὐτῶν ἂν καὶ τοῦτο ἀναιροῦμεν, ἐξ ὧν καὶ τὸν τόπον καὶ τὸ κεχωρισμένον κενόν· οὐδὲν γὰρ ποιεῖ τὸ κατακερματίζειν αὐτοὺς τὸ κενὸν πρὸς τὸ διαφεύγειν ἐκείνας τὰς ἀπορίας,3 αἷς περιέπιπτον οἱ τὸ ἀθρόον λέγοντες· διάστημα γὰρ ποιοῦσι κεχωρισμένον καὶ οὗτοι. εἰ δὲ μὴ χωριστόν, ἐγκεκραμένον δὲ καί, ὡς ἄν εἴποι τις, συγκεχυμένον τοῖς μανωτέροις τῶν σωμάτων λέγοιεν μὲν ἄν τι πιθανώτερον, ὅμως δὲ οὐδὲ τοῦτο ἀληθές· συμβαίνει γὰρ αὐτοῖς πρῶτον μὲν οὐ πάσης τῆς κατὰ τόπον κινήσεως αἴτιον τὸ κενόν, ἀλλὰ μόνης τῆς ἄνω. εἰ γὰρ ὅπου ἂν πλέον ἐνῇ, τοῦτο μανώτερον ποιεῖ καὶ κουφότερον, τὰ δὲ μᾶλλον τοιαῦτα μᾶλλον ἐπὶ τὰ ἄνω κινεῖται, τὸ κενὸν αἴτιον γίνεται τῆς ἐπὶ τὰ ἄνω κινήσεως μόνον. διὰ τοῦτο καὶ τὸ πῦρ μάλιστα μανὸν εἶναί φασιν, ὅτι μάλιστα ἐπὶ τὰ ἄνω κινεῖται. ἔπειτα οὐχ ὡς τόπον λέγουσιν αἴτιον κινήσεως τὸ κενόν, ἀλλ’ ὥσπερ οἱ ἀσκοὶ τῷ φέρεσθαι αὐτοὶ ἄνω καὶ δίκτυα μετεωρίζουσιν, οὕτω καὶ τὸ κενὸν τῷ φέρεσθαι αὐτὸ ἄνω ἀνέχει καὶ κουφίζει τὰ μανὰ σώματα. καίτοι πῶς οἷόν τε φορὰν εἶναι κενοῦ ἢ τόπον κενοῦ; δεῖ γὰρ ἄλλο κενὸν εἶναι πάλιν, ἐν ᾧ γίνεται τὸ κενόν. ἔτι δὲ ἐπὶ τῶν βαρέων τίνα αἰτίαν ἀποδώσουσι τοῦ φέρεσθαι κάτω; οὐ γὰρ δὴ καὶ τὸ ἐν τούτοις κενὸν κάτω ῥέπον αὐτὰ συγκαθέλκει. τί ποτ’ οὖν ἐρεῖς αἴτιον; εἰ γὰρ τὴν φύσιν τῶν σωμάτων, ἐξαρκέσει σοι καὶ πρὸς τὴν ἑτέραν κίνησιν ἡ αὐτή. ἔτι πρὸς τούτοις, εἰ ὅσῳ μανώτερον καὶ κενώτερον, τοσούτῳ θᾶττον κινεῖται, δῆλον ὡς αὐτὸ τὸ κενὸν τάχιστα ἂν φέροιτο τῶν ἄλλων. ἀλλὰ τὸ τάχιστα ἐπ’ αὐτοῦ λαβεῖν οὐχ οἷόν τε· οὐδὲ γὰρ χρόνον ὅλως τῆς κινήσεως· εἰ γὰρ ἔσται τις χρόνος, λόγον ἕξει καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες.
9. 还有一些人,他们认为根据稀疏和致密显然存在虚空。因为如果致密化是同一物体向较小体积的收缩,而稀疏化是同一物体向较多且较大体积的舒张,那么虚空必然散布在物体之中,被压紧的物体收缩进其中,变稀疏的物体扩散入其中。而且,否定虚空的人不仅否定了致密化和稀疏化,而且如今甚至否定了一切运动。因为每当某物依场所运动时,它所穿过的邻近物体通过收缩,为穿过它们运动的物体提供空间,正如人们在人群中行走时那样。但如果物体中不存在虚空,当某物运动时,整个宇宙必然会起伏波动,邻近的物体总是向前推挤紧接着的物体,仿佛天外溢到外部一样,这正如在蓄水池中当某种物体在其中运动时所发生的那样。而这也是克苏托斯所主张的,他忽视了物体的相互置换,而这种置换并不仅发生在作圆周运动的物体上。在这些作圆周运动的物体上确实更为明显:前面被向前推挤多少,后面就跟进多少。不过无论如何,在其他物体上也同样发生。这样,克苏托斯也就设想了这一点:如果我们不承认虚空,物体的变化必然依相等的体积发生,例如一勺水必然产生一勺空气;因为如果它没有可供其扩散进去的场所和空间,它怎能变大呢,除非如他所说,人们同意整个宇宙起伏波动,并在逃避较小的虚空时招致了更大的虚空?因为整个宇宙究竟向何处起伏波动呢?向物体中是不可能的,必然是向从外部包围的大团虚空之中。变稀疏的物体转变为更大的体积,这从水或液体气化时破裂的容器中也是显然的,正如新酒在转变为空气时新酒瓮也会破裂一样。但是,除非周围的物体通过被压挤入虚空中而退让,更大的体积何处能有空间呢?因此,如果他们所说的虚空散布在物体之中,是指在稀疏之物中存在能够接纳物体的分离延展,那么我们依据否定场所和分离虚空的同样论据,也可以否定这一点;因为他们将虚空碎片化,对于逃避主张大团虚空者所陷入的那些疑难毫无帮助;因为这些人同样设立了分离的延展。但如果他们说它不是分离的,而是与较稀疏的物体混合并且可以说是混融在一起的,他们或许说得更有些说服力,然而这同样不是真的。因为对他们来说,首先出现的结果是:虚空不是一切场所运动的原因,而仅仅是向上运动的原因。因为如果它在何处包含得更多,它就使该处更稀疏、更轻,而更具此类性质的物体更多地向上运动,那么虚空就成了仅仅向上运动的原因。因此他们也说火最稀疏,是因为它最向上运动。其次,他们并不是将虚空作为场所而说成是运动的原因,而是正如皮囊因自身向上运送而将渔网也托起悬空一样,虚空也因自身向上运送而支撑并减轻稀疏的物体。然而,怎能可能有虚空的运送或虚空的场所呢?因为必然又要存在另一个虚空,虚空在该虚空中产生。此外,对于沉重之物,他们将给出什么作为向下运送的原因呢?因为绝不是这些物体中的虚空由于向下倾斜而将它们一起拉下去。那么你究竟要说什么原因呢?因为如果你说是物体的本性,那么这同一种本性对你来说解释另一种运动也足够了。此外还有,如果越稀疏、越空虚,运动就越快,显然虚空自身将比其他一切运送得最快。但对于它而言,却不可能设定“最快”;因为根本就没有任何运动的时间;因为如果有某种时间,虚空与充实之物也将具有某种比例。
- 4.9ἀλλ’ ἤδη καὶ πᾶσαν κίνησιν
与 οὐ μόνον δὲ ... ἀλλ’ ἤδη καί 构成的相关句式(“不仅……而且如今甚至……”)。小词 ἤδη 强调了论证范围的递进,从致密化和稀疏化扩展到一切场所运动本身。
- 4.9τοὔλαττον φεύγων κενὸν πλεῖον ἔροιτο
希求法形式 ἔροιτο 在词形上虽属 ἔρομαι(询问)的不定过去式中动语态,但此处实为 αἱρέω 的不定过去式中动希求法 ἕλοιτο(选择、招致)或 αἴρω 的现在时中动希求法 αἴροιτο(承担)的讹误或异文,表达了试图回避较小的虚空(物体内部散布的虚空)却招致了更大的虚空(包围在宇宙外部的广大虚空)的困境。
- 4.9οὐδὲν γὰρ ποιεῖ τὸ κατακερματίζειν αὐτοὺς τὸ κενὸν πρὸς τὸ διαφεύγειν ἐκείνας τὰς ἀπορίας
带冠词的不定式短语 τὸ κατακερματίζειν αὐτοὺς τὸ κενόν(他们将虚空细分化)作主语,谓语动词 ποιεῖ 搭配用作状语宾格的 οὐδέν,意为“毫无作用/毫无成效”。πρὸς τὸ διαφεύγειν 是表示目的或结果的介词加带冠词不定式结构。
