← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§131.22-133.13

虚空中运动速度与行进时间的荒谬性

忒弥斯提乌斯论证了若设定在虚空中存在运动,在速度比例与行进时间上将导致荒谬后果,并指出虚空论者(尤其是原子论者)无法合理解释因重量或形状引起的速度差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8#3

εἰ γὰρ ἐν ἡμίσει καὶ διπλασίων ὁ χρόνος τοῦ χρόνου, καὶ ὁ ἀὴρ ἔσται διπλασίῳ παχύτερος τοῦ κενοῦ καὶ εἰ ἐν τριτημορίῳ τῆς ὥρας καὶ εἰ δεκατημορίῳ καὶ εἰ μυριοστῷ, παραπλήσιον ἄτοπον· οὐδένα γὰρ ἔσται λόγον εὑρεῖν τοῦ σώματος πρὸς τὸ κενόν, ἀλλὰ παντὸς ὑπερβάλλει τοῦ λαμβανομένου.1 εἰ γὰρ δή τις βιάζοιτο καὶ διὰ τοῦ κενοῦ κινεῖσθαι ἐν χρόνῳ τὸ βάρος, ὅρα καὶ ἄλλο τι ἄτοπον. κινείσθω γὰρ διὰ τοῦ κενοῦ τὸ σταδιαῖον μέγεθος ἐν ὥρᾳ μιᾷ. κινηθήσεται τοίνυν αὐτὸ δι’ ἀέρος ἐν πλείονι χρόνῳ, κινείσθω λόγου χάριν ἐν δυσὶν ὥραις. δῆλον οὖν, ὡς ἐν ὥρᾳ μιᾷ μόριόν τι κινηθήσεται, κινείσθω τὸ ἡμιστάδιον τοῦ ἀέρος ἐν ὥρᾳ μιᾷ. ἐν ἴσῳ ἄρα χρόνῳ διά τε πλήρους καὶ διὰ κενοῦ κινηθήσεται. εὐθὺς μὲν δὴ καὶ τοῦτο ἄτοπον, ἔσται δὲ καὶ ἕτερον ἀτοπώτερον. τὸν γὰρ αὐτὸν ἕξει λόγον τὸ πλῆρες πρὸς τὸ πλῆρες, τὸ ἡμιστάδιον τοῦ ἀέρος πρὸς τὸ στάδιον καὶ τὸ κενὸν στάδιον πρὸς τὸ πλῆρες στάδιον τοῦ ἀέρος, εἴπερ καὶ ὁ χρόνος ἐν ἀμφοῖν τῆς κινήσεως ἔν τε τῷ σταδιαίῳ κενῷ καὶ ἡμισταδίῳ ἀέρι (τουτέστιν ἡ ὥρα) πρὸς τὸν χρόνον τῆς κινήσεως τὸν ἐν τῷ σταδιαίῳ ἀέρι, λέγω δὲ τὰς δύο ὥρας.2 ταῦτα μὲν οὖν σφόδρα ἀποδεικτικῶς προσηπόρησεν Ἀριστοτέλης τοῖς κινεῖσθαί τι διὰ τοῦ κενοῦ τιθεμένοις· ὃ δὲ προστίθησι τούτοις, οὔτε πάντη ἀληθὲς καὶ ὄχλον ἂν παράσχοι πάνυ ἀσαφῶς εἰρημένον. τοῦτο μὲν οὖν, ὅτῳ σχολὴ περίεστιν, ἐκ τῶν ἐξηγήσεων ἀναλέξεται. ὄντων δὲ οὕτως ἀτόπων τῶν ἀκολουθούντων τῇ τοῦ κενοῦ θέσει τὴν ὑπόθεσιν ἀναιρετέον, ᾗ ταῦτα ἕπεται, ἡ δέ αἰτία φανερὰ τῆς ἑπομένης ἀτοπίας ἐστίν. ἐπειδὴ γὰρ πᾶσα κίνησις ἐν χρόνῳ, ἀνάγκη καὶ τῆς ἐν τῷ κενῷ κινήσεως εἶναί τινα χρόνον, ἀλλὰ παντὸς χρόνου πρὸς πάντα χρόνον, ἂν ὦσι πεπερασμένοι, λόγος ἐστίν. ὁ αὐτὸς ἄρα ἔσται καὶ τοῦ κενοῦ πρὸς τὸ πλῆρες, ὃν οἱ χρόνοι πρὸς ἀλλήλους ἔχουσιν, ἐν οἷς τι διὰ τοῦ κενοῦ καὶ διὰ τοῦ πλήρους κεκίνηται ἴσον διάστημα. αὕτη μὲν οὖν οὕτω τῆς ἀνισοταχοῦς κινήσεως ἡ αἰτία παραπόλλυται τοῖς τὸ κενὸν τιθεμένοις καὶ ἑτέρα δὲ ὁμοίως ἡ περὶ τὴν διαφορὰν τῶν δι’ ὧν φέρεται· οὐ γὰρ οἷόν τε τὸ μὲν τοῦ κενοῦ μένειν τὸ δὲ ἀντικινεῖσθαι· τίς γὰρ κενοῦ κίνησις γένοιτο ἄν; ἴδωμεν δὲ καὶ τήν γε τοῖς βαναύσοις γνώριμον διασῴζουσι; καὶ γὰρ χαλκοτύποι καὶ σιδηρεῖς καὶ χρυσοχόοι καὶ μάγειροι καὶ ναῦται καὶ ἁλιεῖς καὶ ἁπλῶς οἱ τὴν θάλασσαν ἐργαζόμενοι, ὅταν ἢ τρυτάνην ἕλκωσιν ἢ δίκτυα χαλῶσιν ἢ βυθίζωσιν τὰς ἀγκύρας καὶ συμβαίνῃ τοῖς μὲν θᾶττον, τοῖς δὲ σχολαιότερον φέρεσθαι κάτω. οὐκ ἀποροῦσιν ἀποκρίσεως, εἰ πύθοιο παρ’ αὐτῶν, πῶς διὰ τῆς αὐτῆς θαλάσσης τὸ ἴσον βάθος ὅμοιον ἔχουσα τὸ σχῆμα ἥ τε δεκατάλαντος ἄγκυρα καὶ ἡ τριτάλαντος οὐ κατὰ τὸν ἴσον φέρονται χρόνον, ἀλλὰ τῆς μὲν θᾶττον αἰσθάνονται προσερεισαμένης τῷ βυθῷ, τῆς δὲ βράδιον. ἐροῦσι γὰρ ἐπιγελάσαντες, οἶμαι, ὅτι τὰ δέκα τῶν τριῶν ἐστι βαρύτερα. ταύτην τοίνυν οὐχ ἕξουσιν ἡμῖν οἱ πάνσοφοι οὗτοι τὴν αἰτίαν ἀποδιδόναι, ἀλλ’ ὅταν ἐν τῷ κενῷ κινῶνται μολίβδου τε σφαῖρα καὶ κισσήρεως, ἢ κινεῖσθαι ἰσοταχῶς ἐροῦσιν αὐτὰς ἢ τοῦ γε θᾶττον τὴν μολιβδίνην κινεῖσθαι τίνα ἕξουσι λόγον λέγειν; ἐν μὲν γὰρ τοῖς πλήρεσιν ἐξ ἀνάγκης θᾶττον φέρεσθαι τὸ βαρύτερον· μᾶλλον γὰρ διαιρεῖ τὴν ὑποκειμένην οὐσίαν τῇ δυνάμει, ἄν τε ὕδωρ ἄν τε ἀὴρ ᾖ, δι’ οὗ φέρεται. ἐν δὲ τῷ κενῷ τί πλέον ἕξει τάχους μόλιβδος τοῦ φελλοῦ; εἴκει γὰρ ἀμφοτέροις ὁμοίως, μᾶλλον δὲ οὐδὲ εἴκει· καὶ γὰρ τοῦτο τῶν ματαίων ἐστίν. ἀνῄρηται γοῦν τὸ βαρύτερον καὶ κουφότερον καὶ πάντα ἰσοταχῶς κινηθήσεται, ὥστ’, εἰ ταῦτα ἀδύνατα τὴν ὑπόθεσιν, παραιτητέον δι’ ἣν ταῦτα συμβαίνει.3 ἀλλὰ τὴν περὶ τὰ σχήματα τῶν κινουμένων τῆς κινήσεως διαφορὰν φυλάττουσιν μόνην· ζητεῖται γάρ, διὰ τί πλατὺς σίδηρος ἢ μόλιβδος ἐπιπολάζει τῷ ὕδατι, στρογγύλος δ’ οὐκέτι, οὐδὲ μακρὸς κἂν πάνυ μικρότερος ᾖ. ἡμῖν μὲν γὰρ ὑπάρχει λέγειν, ὅτι τὰ πλατέα μὲν διὰ τὸ πολὺν ἐπιλαμβάνειν ἀέρα ἢ ὕδωρ, οἷς ἐποχεῖται, οὐ ταχέως φέρεται κάτω· οὐδὲ γὰρ διασπᾶται ῥᾳδίως τὸ ὑποκείμενον ὑπὸ τῆς ἀμβλύτητος τοῦ σχήματος· τὰ δ’ ἄλλως ἐσχηματισμένα ὀλίγον ἐπιλαμβάνει τόπον, διὸ τάχιστα, ὅπῃ ἂν ῥέψῃ, ῥήγνυται ὁ ἀήρ· μαλακώτερος γὰρ ὢν μᾶλλον δὲ διίσταται. τούτοις δὲ εἰ τὰ αὐτὰ δυνατὸν λέγειν, οὐκ οἶδα. ταῦτα γὰρ καὶ ὑπὲρ τῶν ἀτόμων ἐρωτητέον· εἴτε γὰρ ἀνισοταχῶς ἐν τῷ κενῷ φέρονται, τὴν αἰτίαν λεγέτωσαν ἡμῖν, εἴτε ἰσοταχῶς, δεικνύτωσαν, πῶς ἀλλήλας καταλήψονται ἢ πῶς συμπλακήσονται καὶ γεννήσουσιν ἕτερον.

因为如果[运动]在半[小时]内发生,且[一个]时间是[另一个]时间的两倍,那么空气也应当比虚空稠密两倍;即使在三分之一小时、十分之一小时或万分之一小时内,也会出现类似的荒谬;因为将无法找到物体对虚空的任何比例,它超出了所取的任何[比例]。因为如果确实有人强辩说,重量在虚空中也是在时间内运动的,请看另外一个荒谬。设〔它〕在虚空中在一小时内运动一斯塔德的量度。那么它在空气中将在更多的时间内运动相同距离;为了论证起见,设它在两小时内运动。由此显然,在一小时内它将运动其一部分;设它在一小时内运动空气的半斯塔德。因此,它在相等的时间内将既通过充满之物又通过虚空运动。固然,这本身立即就是荒谬的,但还将有另一个更为荒谬的后果。因为充满之物对充满之物(即空气的半斯塔德对[空气的]一斯塔德)所具有的比例,将等于虚空的一斯塔德对空气的充满的一斯塔德所具有的比例,如果二者中的运动时间,即在虚空的一斯塔德和空气的半斯塔德中的时间(也就是一小时),对在空气的一斯塔德中的运动时间(我指的是两小时)也〔具有相同的比例〕的话。因此,亚里士多德针对那些设定有东西通过虚空运动的人,极其论证性地提出了这些难题;但他在此之上附加的内容,既非完全真实,而且表达得极其晦涩,会带来困扰。因此,谁若有闲暇,可从注释中去阅读此事。由于伴随虚空设定的推论如此荒谬,带来这些推论的假说就必须被废除;而伴随而来的荒谬的原因是显而易见的。因为既然一切运动都在时间中,虚空中的运动也必然有某个时间,而一切时间若是有限的,对一切时间都有比例。因此,虚空对充满之物也将具有相同的比例,正如物体在虚空中和充满之物中运动相等距离的那些时间彼此具有的比例一样。因此,对于设定虚空的人来说,不等速运动的这一原因就这样丧失了;关于所穿行介质差异的另一原因同样也丧失了。因为不可能虚空的一部分静止而另一部分逆向运动;虚空又能有什么运动呢?让我们再看看他们是否还保留着手艺人们所熟知的原因。因为铜匠、铁匠、金匠、厨师、水手、渔民,总之在海上劳作的人们,无论是拉秤、下网还是沉锚,当发生有的东西更快、有的东西更慢地向下运送时,如果你向他们打听,在同一片海中经过相等的深度,形状相同的十塔兰同重的锚和三塔兰同重的锚为何不在相等的时间内运送,而是他们觉察到前者更快地抵达海底,而后者更慢,他们并不缺少答案。因为我想,他们会笑着说,十比三更重。因此,这些全智之人将无法向我们交代这个原因;相反,当铅球和浮石〔球〕在虚空中运动时,他们是会说它们等速运动,还是能有什么理由说明铅球运动得更快呢?因为在充满之物中,更重之物必然运送得更快;因为通过其力量,无论是水还是空气,它都更多地分割它所穿行的底层实体。但在虚空中,铅相对于软木能有什么速度上的优势呢?因为虚空对二者同样退让,或者更确切地说根本不退让;因为这也是徒劳的说法之一。无论如何,更重和更轻被取消了,一切事物都将等速运动;因此,如果这些是不可能的,就必须拒绝导致这些结果的假说。但是他们仅仅保留了关于运动物形状的运动差异;因为人们探究,为何扁平的铁或铅浮在水面上,而圆形的或长条形的却不再浮起,即使它要小得多。对于我们来说,固然可以说,扁平之物由于覆盖了它所乘托的大量空气或水,因而不会迅速向下运送;因为底层之物不会由于形状的钝角而容易被撕裂;而具有其他形状之物占据较小的场所,因此无论它偏向何处,空气都会极其迅速地破裂;因为空气更柔软,更容易被分开。但他们是否能说出同样的话,我不得而知。因为对于原子也必须询问这些:因为如果原子在虚空中以不等的速度运送,让他们告诉我们原因;如果是等速运送,让他们指明它们将如何相互追赶,或者如何相互缠结并生成别的东西。

语法注3 条
  1. 4.8οὐδένα γὰρ ἔσται λόγον εὑρεῖν τοῦ σώματος πρὸς τὸ κενόν, ἀλλὰ παντὸς ὑπερβάλλει τοῦ λαμβανομένου

    παντὸς ... τοῦ λαμβανομένου 是受 ὑπερβάλλει 支配的比较属格,省略的主语在上下文中指虚空(或其在稀薄度上的超越)。意指无论设定何种有限的比例,虚空因其非物体性都超越了该比例,使得比例无法确立。

  2. 4.8εἴπερ καὶ ὁ χρόνος ἐν ἀμφοῖν τῆς κινήσεως ἔν τε τῷ σταδιαίῳ κενῷ καὶ ἡμισταδίῳ ἀέρι (τουτέστιν ἡ ὥρα) πρὸς τὸν χρόνον τῆς κινήσεως τὸν ἐν τῷ σταδιαίῳ ἀέρι, λέγω δὲ τὰς δύο ὥρας

    在 εἴπερ 从句中,τὸν αὐτὸν ἔχει λόγον 承主句的 τὸν αὐτὸν ἕξει λόγον 而省略。主语为 ὁ χρόνος ... τῆς κινήσεως,与介词短语 πρὸς τὸν χρόνον 构成“对……具有相同比例”的结构,意为“如果两者中的运动时间……对在空气的一斯塔德中的运动时间也具有相同的比例的话”。

  3. 4.8ὥστ’, εἰ ταῦτα ἀδύνατα τὴν ὑπόθεσιν, παραιτητέον δι’ ἣν ταῦτα συμβαίνει

    在 ὥστε 引导的结果从句内部,条件从句 εἰ ταῦτα ἀδύνατα[ἐστί]置于前,主句动词性形容词 παραιτητέον 采用非人称结构,直接支配宾格 τὴν ὑπόθεσιν 作其宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:131.22-133.13