- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:129.24-131.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
泰米斯提乌斯通过投射运动的余留难题、缺乏停止原因、阻力均一性以及针对斯多亚学派关于宇宙稳定性的质疑继续否定虚空,并根据介质稀薄度与运动时间的比例关系论证出在虚空中的运动将变为无时间因而绝不可能。
εὐκίνητος γὰρ ὤν, εἰ μόνον ἀρχὴν λάβοιτο, πρόεισιν ἐπὶ πλεῖστον τὴν ἐνδοθεῖσαν κίνησιν διαφυλάττων καὶ θάττω κινούμενος κίνησιν τῆς τοῦ ὠσθέντος φορᾶς,1 ἣν φέρεται κατὰ φύσιν ἐπὶ τὸν οἰκεῖον τόπον. τούτων δὲ οὐδὲν ὑπάρχει λέγειν ἐν τῷ κενῷ. ἀλλὰ μὴν οὐδ’ ὡς παρόντος τοῦ βιαζομένου καὶ οἷον ὠθοῦντος ἢ ἕλκοντος· αὐτὸ γὰρ ἐκεῖνο τὸ βιαζόμενον πῶς κινεῖται; πότερον κατὰ φύσιν ἢ παρὰ φύσιν; ἕξει γὰρ πάλιν τὸ αὐτὸ ἄτοπον. ἔτι οὐδεὶς ἂν ἔχοι εἰπεῖν, διὰ τί κινηθὲν στήσεταί που; τί γὰρ μᾶλλον ἐνταῦθα ἢ ἐνταῦθα; εἰ δὲ ἐνταῦθα, διὰ τί οὐ πανταχοῦ ὥς τε ἠρεμήσει; ἢ γὰρ ἀεὶ ἑστάναι ἀναγκαῖον ἢ ἀεὶ φέρεσθαι. ἀλλ’ ἴσως ἐμποδιεῖ τι τῇ κινήσει τὸ κρεῖττον καὶ ἰσχυρότερον, μεταβήσεται δὲ πάλιν ἐπὶ τοῦτο ὁ λόγος. τοῦτο γὰρ τὸ κρεῖττον πότερον ἕστηκε καὶ διὰ τί ἐνθάδε καὶ οὐκ ἀλλαχοῦ; ἢ κινεῖται καὶ πῶς κινεῖται ἢ πῶς ἐμποδιεῖ; ἔτι φασὶν αὐτοὶ διὰ μὲν τοῦ πλήρους μηδὲν κινεῖσθαι· μὴ γὰρ ὑπείκειν, διὰ τοῦ κενοῦ δέ, ὡς οὐκ ἔχοντος ἀντιτυπίαν οὐδὲ κωλύοντος· οὕτω γὰρ καὶ δι’ ἀέρος μὲν μᾶλλον κινεῖσθαι, ἐπειδὴ μᾶλλον ἐγγὺς τοῦ κενοῦ, ἧττον δὲ δι’ ὕδατος, διὰ γῆς δὲ οὐκέτι. ἐν κενῷ δὲ ἀπείρῳ οὐκ ἔστιν εἰκτικώτερον οὐδὲν ἄλλο ἄλλου, ὥστε πάντη ὁμοίως οἰσθήσεται. τοῦτο καὶ πρὸς τοὺς περὶ Χρύσιππον ῥητέον· διὰ τί ὁ κόσμος οὐκ εἰς ἄπειρον οἰσθήσεται φερόμενος ἐπὶ πᾶν τοῦ κενοῦ μέρος ὁμοίως ἢ διὰ τί ἐνταῦθα μὲν βούλονται στηρίζειν αὐτόν; πρὸς μὲν γὰρ τὸ μὴ διασπᾶσθαι ἀρκείτω ἡ συνέχουσα ἕξις· πρὸς δὲ τὸ ὅλον μετὰ τῆς συνεχούσης ἕξεως ἐνταῦθα μένειν τί ἂν ποιοῖ; Ἔτι δὲ καὶ ἐκ τῶνδε φανερόν, ὅτι οὐκ ἔστιν ἡ κίνησις ἐν κενῷ. ἀναιρεῖται γὰρ τὸ θᾶττον καὶ βραδύτερον ἐν κινήσει, πρᾶγμα ἐναργὲς καὶ οὐδὲ λόγου δεόμενον. ὁρῶμεν γὰρ τῆς ἀνισοταχοῦς κινήσεως τοῖς ὁμογενέσι σώμασι καὶ ὁμοίαν ἔχουσι τὴν ῥοπὴν οἷον ἐπὶ τὸ κάτω ἢ ἐπὶ τὸ ἄνω δύο οὔσας αἰτίας, εἰ καὶ τὰ σχήματα ταὐτὰ εἴη· ἢ γὰρ τῷ διαφέρειν τὸ δι’ οὗ κινεῖται (οἷον εἰ τὸ μὲν δι’ ὕδατος φέροιτο τὸ δὲ διὰ βορβόρου ἢ τὸ μὲν δι’ ὕδατος τὸ δὲ δι’ ἀέρος ἢ τὸ μὲν διὰ μένοντος τὸ δὲ δι’ ἀντικινουμένου· ἀνακρουόμενον γὰρ ὑπὸ τούτου βράδιον κινεῖται) ἢ τῷ τὸ βάρος αὐτὸ μὴ ἴσον εἶναι τῶν φερομένων. καὶ γὰρ ἂν τἆλλα πάντα ταὐτὰ ὑπάρχῃ, θᾶττον τὸ βαρύτερον κινηθήσεται, οἷον εἰ σφαῖρα χρυσοῦ τε καὶ ἀργύρου δι’ ἀέρος ἄμφω κινοῖντο. ἀλλ’ αὕτη μὲν ἡ διαφορὰ ἀναβεβλήσθω· λόγου γὰρ τεύξεται κατ’ ἰδίαν. ἀλλ’ ὅταν γε τὸ μὲν παχύτερον ᾖ τὸ δὲ λεπτότερον τῶν σωμάτων, δι’ ὧν φέρεται τὸ κινούμενον, σκεπτέον τὸ συμβαῖνον. τὸ γὰρ ἴσον βάρος, εἰ καὶ τὸ σχῆμα ταὐτὸ ἔχει, διὰ τοῦ λεπτοτέρου θᾶττον δίεισιν ἢ παχυτέρου, λέγω δὲ τὸ ἴσον διάστημα· οὐ γὰρ ὁμοίως εὐδιαίρετον ὕδωρ ἀέρι. οἷον ἔστω σφαῖρα χρυσοῦ καὶ κινείσθω δι’ ἀέρος τε καὶ ὕδατος σταδιαίαν γραμμήν, ὧν θᾶττον δὴ κινηθήσεται διὰ τοῦ ἀέρος ἡ σφαῖρα καὶ τοσούτῳ θᾶττον, ὅσῳπερ ὁ ἀὴρ λεπτότερος τοῦ ὕδατος ᾖ. ἔσται δὲ καὶ τῶν χρόνων ἀναλογία, οὓς κινεῖται ἡ σφαῖρα, πρὸς τὰ σώματα δι’ ὧν κινεῖται. ὡς γὰρ ὕδωρ πρὸς ἀέρα ἔχει, οὕτως ὁ χρόνος, ἐν ᾧ δι’ ὕδατος κινεῖται, πρὸς τὸν χρόνον, ἐν ᾧ δι’ ἀέρος. ὅσῳ γὰρ μανώτερον καὶ λεπτότερον ἀὴρ ὕδατος, τοσοῦτον ὁ χρόνος ἐλάττων τοῦ χρόνου καὶ ἀνάπαλιν ἀρχόμενος τῆς ἀναλογίας2 ὁμοίως ἔχει. ὡς γὰρ ὁ χρόνος πρὸς τὸν χρόνον, οὕτως τὸ σῶμα πρὸς τὸ σῶμα. τούτων οὖν κειμένων φανερόν, ὅτι τὸ κενὸν οὐδένα λόγον ἔχει πρὸς τὸ πλῆρες, ᾧ ὑπερέχει αὐτοῦ κατὰ λεπτότητα·3 οὐδὲ γάρ ἐστι σῶμα ὅλως, εἰ δέ, ὡς τὸ σῶμα πρὸς τὸ κενὸν ἔχει, οὕτω καὶ ὁ χρόνος. ἐν ᾧ διὰ σώματος κινεῖται, ταὐτὸ διάστημα πρὸς τὸν χρόνον, ἐν ᾧ διὰ τοῦ κενοῦ, τὸ δὲ σῶμα πρὸς τὸ κενὸν οὐκ ἔχει λόγον, οὐδὲ ὁ χρόνος ἕξει πρὸς τὸν χρόνον. ἀλλὰ παντὸς χρόνου πεπερασμένου πρὸς πάντα χρόνον ἐστὶ λόγος· πρὸς ὃν ἄρα οὐκ ἔσται λόγος, οὐδὲ χρόνος ἐστίν· οὐκ ἄρα ἐν χρόνῳ διὰ τοῦ κενοῦ κινηθήσεται· οὐδὲ κινηθήσεται ἄρα. πᾶσα γὰρ κίνησις ἐν χρόνῳ. ἵνα γὰρ μᾶλλον γένηται τὸ λεγόμενον δῆλον, ὑποκείσθω τὸ αὐτὸ βάρος ἐν ὥρᾳ μιᾷ δι’ ἀέρος λεπτοτάτου σταδιαῖον κινεῖσθαι διάστημα. διὰ τοίνυν τοῦ κενοῦ τὸ στάδιον τοῦτο ἐν πόσῳ κινηθήσεται χρόνῳ;
因为[空气]由于易于运动,只要获得一个开端,便会在保持被赋予的运动的同时行进至极远处,其运动速度快于被推之物依据本性朝向其固有场所运送的位移。但是在虚空中,这些都无法谈及。而且甚至也不能说成仿佛强迫者在场、推拉着它那样;因为那个强迫者自身又是如何运动的?是依据本性还是违反本性?因为这又会产生同样的荒谬。此外,没有人能够说出,一旦被运动之后,它为何会在某处停下;因为为何在此处而非在彼处?如果在此处,为何不处处停下以致它处于静止?因为必然要么永远静止,要么永远被运送。但也许某种更优胜且更有力的东西会阻碍运动;然而论证又将转移到这个阻碍物上。因为这个更优胜之物是静止的吗?为何在此处而非别处?或者它在运动,它又如何运动,或者它将如何阻碍?此外,他们自己说,通过充满之物没有任何东西运动,因为充满之物不退让;而通过虚空则运动,因为虚空没有抗力也不阻碍;因为正是这样,通过空气运动得更多,因为空气更接近虚空,通过水则运动得更少,而通过土则完全不再运动。但是在无限的虚空中,没有任何东西比别的东西更容易退让,因此它将同样地运往各处。这一点也必须针对克律西波斯一派提出:为何宇宙不在同样运往虚空的各个部分的同时运往无限,或者他们为何想把宇宙固定在此处?因为为了防止被撕裂,维系状态固然足够;但为了使整体连同维系状态保持在此处,它又能起什么作用? 此外,从以下几点也清楚表明,在虚空中不存在运动。因为运动中较快与较慢的现象被取消了,而这是一件显而易见且甚至不需要论证的事实。因为我们看到,对于具有类似倾向(例如向下或向上)的同质物体,即使其形状相同,其不等速运动也有两个原因:要么是由于运动所通过的介质不同(例如一个通过水被运送,另一个通过泥,或者一个通过水,另一个通过空气,或者一个通过静止的介质,另一个通过逆向运动的介质;因为被逆向之物撞击,它运动得更慢),要么是由于被运送之物自身的重量不相等。因为即使其他一切条件相同,更重之物也运动得更快,例如一个金球和一个银球二者都在空气中运动的情况。但是这种差异且先搁置;因为它将获得单独的论证。然而,当运动之物所通过的物体中,一个较稠密而另一个较稀薄时,我们必须考察其推论。因为相等的重量,即使形状相同,通过较稀薄之物也比通过较稠密之物更快,我指的是相等的距离;因为水不像空气那样容易被分割。例如,设有一个金球,让它在空气和水中运动一斯塔德的距离;其中球在空气中确实运动得更快,并且空气比水稀薄多少,它就快多少。而且球所运动的时间,与其所通过的物体之间也将存在比例。因为正如水之于空气,在水中运动的时间也之于在空气中运动的时间。因为空气比水疏松稀薄多少,时间就比时间减少多少;即使颠倒比例开始,情况也是同样的。因为时间之于时间,正如物体之于物体。既然确立了这些,显然虚空相对于充满之物没有任何比例是它在稀薄度上超越后者的;因为虚空根本不是物体。但是,如果正如物体之于虚空,在物体中运动相等距离的时间也之于在虚空中运动的时间,而物体对虚空没有比例,那么时间对时间也不会有比例。但每一个有限的时间对每一个时间都有比例;因此对其没有比例的东西,甚至都不是时间;因此[物体]不会在时间内通过虚空运动;从而它根本不会运动。因为一切运动都在时间中。为了使所说的更为清楚,设想相同的重量在最稀薄的空气中在一小时内运动一斯塔德的距离。那么通过虚空,这一斯塔德的距离它将在多少时间内运动呢?
- 4.8θάττω κινούμενος κίνησιν τῆς τοῦ ὠσθέντος φορᾶς
θάττω κίνησιν 是分词 κινούμενος 所支配的同源宾格(内部宾格),其中 θάττω 是 θάττονα 的收缩宾格形式,并支配比较属格 τῆς... φορᾶς,结构为“以快于被推之物位移的运动而运动”。
- 4.8ἀνάπαλιν ἀρχόμενος τῆς ἀναλογίας
分词 ἀρχόμενος 与主体一致,属格 τῆς ἀναλογίας 作 ἄρχομαι 的补足语(表示开始的对象)。这是一种数学性表达,意为“从反向开始这一比例(取其逆比)”。
- 4.8ᾧ ὑπερέχει αὐτοῦ κατὰ λεπτότητα
与格关系代词 ᾧ 作为表示差异程度的“程度与格”修饰 ὑπερέχει(“以此超越之度”),而非修饰先行词 λόγον 的单纯手段与格,表示“虚空在稀薄度上超越充满之物所依凭的程度比例”。
