- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:11.29-13.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯论证了定义的构成成分必须是正即存在者而非偶性,批判了色诺克拉底引入不可分线以及柏拉图引入非有(质料)以应对一多悖论的失败方案,并通过指出存在可以在属或种的意义上为一,从而成功反驳了巴门尼德与梅里索的一元论。
ἐγὼ δὲ τοῦτο ἐμπαραλιμπάνω, ὡς ὁ τοῦτο λέγων δύο ἤδη τὰ ὅπερ ὄντα ποιεῖ·1 ἀλλ’ ἐκεῖνο ἀπορῶ, μᾶλλον δὲ οἶδα, ὡς εἰ ταῦτα ἔσται συμβεβηκότα, καὶ τὸ ἐκ τούτων ἔσται συμβεβηκὸς ὁ ἄνθρωπος ἢ ὅ τι δήποτέ ἐστι τὸ ὅπερ ὄν. διὸ τοῦτο μὲν καὶ λέγειν πολλῆς μανίας, εἰ δὲ μὴ συμβέβηκε ταῦτα ὡς ἐπέδειξα τῷ ἀνθρώπῳ, δηλονότι ὁ λόγος τοῦ ἀνθρώπου εἰς ὅπερ ὄντα διαιρεθήσεται. ὅταν δὲ εἴπω τὸν λόγον, τὴν οὐσίαν λέγω καὶ τὴν φύσιν ἥτις ἂν ᾖ τοῦ ὅπερ ὄντος. πολλὰ οὖν καὶ οὕτω τὰ ὅπερ ὄντα, εἰ καὶ ἀχώριστα καὶ ἀδιαίρετα τοῦ ὅπερ ὄντος, καὶ τὸ ὅπερ ὂν ἐξ ἀχωρίστων μὲν καὶ ἀδιαιρέτων ὑπάρξει, ἐξ ὅπερ δὲ ὄντων. ὅμως τούτῳ μέντοι τῷ λόγῳ καὶ προσέτι γε τῷ Ζήνωνος, ὃς ἐκ τοῦ συνεχές τε εἶναι καὶ ἀδιαίρετον ἓν εἶναι τὸ ὂν κατεσκεύαζε, λέγων ὡς εἰ διαιρεῖται, οὐδὲ ἔσται ἀκριβῶς ἕν, διὰ τὴν ἐπ’ ἄπειρον τομὴν τῶν σωμάτων μάτην ἐνέδοσάν τινες ἤδη καὶ ὑπεχώρησαν·2 λύειν γὰρ αὐτοὺς ἐπεχείρουν οὐκ αὐτοὺς ἐκείνους κινοῦντες, ἀλλὰ ἕτερα εἰσάγοντες ἀπορώτερα. Ξενοκράτης μὲν πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν τὰς ἀτόμους γραμμάς,3 ἵνα φύγῃ ταὐτὸν ἕν τε καὶ πολλὰ λέγειν, ἣν ἀντίφασιν κακῶς ὑπελάμβανεν, ἑτέρᾳ περιέπιπτεν ἀντιφάσει χαλεπωτέρᾳ ταὐτὸν ἅμα ποιῶν μέγεθός τε καὶ οὐ μέγεθος. καίτοι ταὐτὸν μὲν ἕν τε καὶ πολλὰ λέγειν οὐκ ἔστιν ἀντικείμενα, εἰ διαιροῖτό τις τὸ δυνάμει καὶ ἐνεργείᾳ· ταὐτὸν δὲ ποιεῖν γραμμήν τε καὶ ἀδιαίρετον, ἄντικρύς ἐστιν ποιοῦντος τὴν γραμμὴν οὐ γραμμήν. Πλάτων δὲ τὸ παρὰ τὸ ὂν οὐκ ὂν εἶναι διδοὺς τὸ πρότερον λῆμμα τοῦ Παρμενιδείου λόγου, ἀλλὰ καὶ τὸ ὂν ἓν εἶναι συγχωρῶν, ὅπερ † ᾤετο ὁ λόγος συνάγειν, οὐκέτι τὰ πάντα ἓν εἶναι συνωμολόγει· εἶναι γὰρ ἔφασκέ πως καὶ τὸ μὴ ὄν· τὸ μὲν γὰρ ὄντως ὂν ἀπέφαινε τὴν ἰδέαν, τὴν δὲ ἄμορφον καὶ πρώτην ὕλην εἶναι μέν, μηδὲν δὲ τοῦ ὄντος εἶναι· συγκεῖσθαι γὰρ τὸ ὂν πάλιν ἔκ τε τοῦ ὄντος ὃ καὶ ἓν εἶναι ἐδίδου, κἀκ τοῦ μὴ ὄντος ὃ τὴν ὕλην ὑπελάμβανεν. ἐγὼ δὲ οὐκ οἶδα ὅπως καὶ οὗτος φυγὼν τὴν ἀντίφασιν παραδέχεται· εἰ γὰρ ἓν μὲν σημαίνειν τὸ ὂν συγχωρεῖ, φησὶ δὲ παρὰ τὸ ὂν τοῦτο καὶ ἕτερον εἶναι, ἅμα τε ἓν λέγει τὸ ὂν καὶ πλείω ποιεῖ τὰ ὄντα, τοῦτο δὲ τί διαφέρει τοῦ τὸ ὂν ἕν τε καὶ οὐχ ἓν λέγειν; οὐδὲ γὰρ διότι τὸ μὲν κυρίως εἶναί φησι, τὸ δὲ οὐ κυρίως, ἀποφυγγάνει τὸ ἄτοπον, εἰ μὴ καὶ μᾶλλον ἁλίσκεται· διαφορὰν γὰρ τῶν ὄντων ποιῶν πλείω φανερῶς ἀριθμὸν αὐτοῖς ἀποδίδωσιν. ἡμεῖς δέ φαμεν εἰ καὶ ἓν σημαίνει τὸ ὄν, ὅμως ἐνδέχεσθαι καὶ τὸ μὴ ὂν εἶναι λέγοντας μὴ τὰ ἀντικείμενα λέγειν· οὐ γὰρ τὸ ἁπλῶς μὴ ὂν καὶ ἔξω τοῦ ὄντος εἶναί φαμεν. τοῦτο γὰρ ἄντικρυς τὴν ἀντίφασιν ὑπομένειν ἐστίν· καὶ συγχωρήσαντα μίαν εἶναι φύσιν τοῦ ὄντος πάλιν ἑτέραν εἰσάγειν, ἀλλὰ τὸ τὶ μὴ ὂν τοῦτο καὶ τὶ ὂν οὐκ ὀκνοῦμεν λέγειν. τὸ γὰρ μίαν φύσιν σημαίνειν τὸ ὂν οὐ πάντως τὴν κατ’ ἀριθμὸν μίαν σημαίνειν ἐστίν, ἀλλὰ καὶ τὴν κατὰ γένος καὶ τὴν κατ’ εἶδος. τί οὖν κωλύει τὸ ὂν τοῦτο ὡς γένος ἓν εἶναι; ἔστω δὴ ζῷον τὸ ὄν· ὁ τοίνυν λέγων τὸν κύνα μὴ ὂν εἶναι, οὐκ ἔξω τοῦ ὄντος τὸ μὴ ὂν λαμβάνει, ἀλλ’ ὅτι φησὶν ὁ κύων οὐκ ὢν ἵππος κύων ἐστίν.4 οὐκ ἔστιν οὖν χρεία παρ’ αὐτὸ τὸ ὂν ἄλλης φύσεως εἰσαγομένης, ἵνα μὴ πάντα γένηται ἕν, ἀλλ’ ἐκεῖνο μόνον σημαινέτω τὸ ὂν τὸ αὐτοὸν καὶ ὅπερ ὄν. ἀλλ’ ὅμως οὐκ ἀποκεκλείσμεθα τοῦ πολλὰ λέγειν τὰ ὄντα κατ’ ἀριθμὸν ἢ κατ’ εἶδος ὡς εἴρηται. πρὸς μὲν οὖν Παρμενίδην καὶ Μέλισσον ἀρκείτω τὰ εἰρημένα.
但我把这一点搁置不谈,因为这样说的人已经把诸正即存在者设定为二了;但我感到困惑,或者说深知的是:如果这些将是偶性,那么由它们构成的东西,即人或者无论正即存在者到底是什么,也将是偶性。因此,甚至说出这话也是极大的狂妄;但如果正如我所证明的,这些并不作为偶性属于人,显然人的定义就将被分割为诸正即存在者。而当我谈及定义时,我指的是正即存在者的实体和本性(无论它是什么)。因此,即便诸正即存在者对于正即存在者而言是不可分离且不可分割的,诸正即存在者在如此情况下也仍是多数,并且正即存在者将由不可分离且不可分割之物构成,但仍由诸正即存在者构成。然而,面对这一论证,且进一步面对芝诺的论证(他根据有是连续且不可分的而确立有是一,声称如果被分割,由于物体之无限分割,它甚至就不能严格是一),有些人此前已经徒然屈服并退让了;因为他们试图解决这些论证,却不是去驳倒那些论证本身,而是引入了其他更令人困惑的事情。色诺克拉底为了对抗无限分割而[引入了]不可分线,以便避开说同一样东西既是一又是多(他错误地认为这构成矛盾),却陷入了另一个更严重的矛盾中,把同一样东西同时设定为量度又非量度。然而,说同一样东西既是一又是多并不是相互对立的,只要有人区分了潜能与现实;但把同一样东西既设定为线又是不可分的,这不啻是将线设定为非线。另一方面,柏拉图虽然承认了巴门尼德论证的前一个前提,即除有之外者是非有,并且也承认有是一(这似乎是该论证所推导出的),但他不再赞同万物是一;因为他声称非有在某种意义上也是存在的;因为他把真正存在者宣称为相,而把无定形的、第一的质料宣称为确实存在,却并非有中的任何事物;因为他认为有再次由有(他也承认这是一)以及非有(他认为这就是质料)双方所构成。但我不知道他怎么能在避开矛盾的同时又接受了矛盾;因为如果他承认有意味着一,却又说在此有之外还有另一物,那么他就是一边称有是一,一边又使诸存在者成为多数,而这与称有既是一又不是一有什么区别呢?因为他即便说一者是在本义上存在,而另一者不是在本义上存在,也并未逃脱荒谬,反倒是更深地陷了进去;因为既然确立了存在者的差异,他就显然赋予了它们多数的数目。但我们主张,即便有意味着一,那些说非有存在的人也完全可能并未说出相互对立的事情;因为我们并非说单纯的非有以及存在之外的事物是存在的。因为那样做就是端然承受矛盾,在承认存在具有单一本性之后又重新引入另一种本性;相反,我们毫不迟疑地主张,这某特定非有也就是某种有。因为有意味着单一本性,并不完全是指在数目上的一,而且也是指在属上的一或在种上的一。那么,有什么能妨碍这有作为属是一呢?设这有就是动物;因此,说狗是非有的人,并不是把非有理解为存在之外的事物,而是说狗由于不是马,而是一只狗。因此,完全不需要在有本身之外引入另一种本性以防万物归一,而是让有仅仅意味着绝对有和正即存在者即可。然而即便如此,正如所言,我们并未被排除在数目上或在种上称存在者为多数。那么,针对巴门尼德和梅里索,以上所说便已足够。
- 1.3ἐγὼ δὲ τοῦτο ἐμπαραλιμπάνω, ὡς ὁ τοῦτο λέγων δύο ἤδη τὰ ὅπερ ὄντα ποιεῖ
连词 ὡς 引导原因从句(“因为……”、“基于……理由”)。带冠词分词 ὁ τοῦτο λέγων 是从句的主语,数词 δύο 作谓语性修饰,修饰宾语 τὰ ὅπερ ὄντα(“使诸正即存在者成为两个”)。
- 1.3ὅμως τούτῳ μέντοι τῷ λόγῳ καὶ προσέτι γε τῷ Ζήνωνος ... μάτην ἐνέδοσάν τινες ἤδη καὶ ὑπεχώρησαν
与格短语 τούτῳ μέντοι τῷ λόγῳ 以及 τῷ Ζήνωνος 是句末动词 ἐνέδοσαν 和 ὑπεχώρησαν 的补足成分(“向……屈服/退让”)。由于中间插入了由关系代词 ὃς 引导的长关系从句以及介词短语 διὰ τὴν ἐπ’ ἄπειρον τομὴν τῶν σωμάτων,在开头的与格成分与句末的主动词之间形成了长距离的分隔。
- 1.3Ξενοκράτης μὲν πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν τὰς ἀτόμους γραμμάς
支配宾格 τὰς ἀτόμους γραμμάς 的及物动词(如 εἰσήγαγε“引入”或 ἔθετο“设定”)在句法上被省略。其动词含义直接承接前一句中的 ἕτερα εἰσάγοντες ἀπορώτερα 而来。
- 1.3ὁ κύων οὐκ ὢν ἵππος κύων ἐστίν
否定词 οὐκ 直接否定分词短语 ὢν ἵππος(“不是马的存在”),表示属(动物)内部的限定与相异。在句法上,这明确了此处的“非有”并非指存在之外的绝对非存在,而是指同属之内的种差或“他者性”。
