← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§124.22-126.8

虚空定义的考察与独立间隔的否定

特米斯提乌斯考察了虚空的定义,指出了将虚空视作缺乏可触知身体的处所、某种间隔或质料等观点的困难,并论证说独立于身体的间隔意义上的虚空如同处所一样是不可能存在的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7#1

7. Ἃ μὲν οὖν εἶναι λέγουσιν οἱ τὸ κενὸν εἶναι τιθέντες, ταῦτά ἐστιν, εἴρηται δὲ καὶ ὅτι μὴ πρὸς ἔπος ἀντιλέγουσιν οἱ πρὸς τὸ δόγμα ἱστάμενοι. λέγομεν τοίνυν ἡμεῖς πότερον ἔχει τἀληθές.1 ἀρχὴ δὲ πάσης ζητήσεως τοιαύτης, τί σημαίνει τὸ προκείμενον, ἐξετάσαι· καὶ εἰ μὲν ἓν σημαίνει, τοῦτο ἰδεῖν εἴτε δυνατὸν εἴτε μή, εἰ δὲ πλείω, τίνα μὲν οἷόν τε, τίνα δὲ οὔ, καὶ εἰ μηδὲν ὅλως τῶν σημαίνεσθαι δυναμένων, τότε ἀνυπόστατον τὴν φωνὴν ἐπιδεικνύναι. αὐτῶν οὖν πυθώμεθα τῶν τὸ κενὸν τιθεμένων, ὅ τι δοκεῖ τοὔνομα αὐτοῖς τοῦτο σημαίνειν. ἐροῦσι δὲ οἱ μὲν ἁπλῶς τόπον, ἐν ᾧ μηδέν ἐστι σῶμα, τοῦτο δὲ ἴσον, ἐν ᾧ μηδέν ἐστιν· πᾶν γὰρ τὸ ὂν σῶμα ὑπολαμβάνουσιν εἶναι. εἰ δὴ τοῦτο κενὸν λέγουσιν, ἐν ᾧ μηδέν ἐστι σῶμα, πᾶν δὲ σῶμα ἁπτὸν κατ’ αὐτούς, ἅπαν δὲ ἁπτὸν βάρος ἢ κουφότητα ἔχει, εὑρίσκεται συλλογιζομένοις τὸ κενόν, ἐν ᾧ μηδὲν ἐστι κοῦφον ἢ βαρύ.2 τούτοις μὲν οὖν οὕτως ἐκλαμβάνουσιν ἕπεται καὶ τὴν στιγμὴν κενὸν λέγειν· οὐδὲν γὰρ ἐν αὐτῇ οὔτε βαρὺ οὔτε κοῦφόν ἐστιν· εἰ γὰρ καὶ τὸν τόπον προστιθέασι, πλέον ἀνύσουσιν οὐδέν, ἕως ἂν μὴ διορίζωσιν, εἰ τοιοῦτον λέγουσιν τόπον, ἐν ᾧ διάστημά ἐστιν δεκτικὸν σώματος ἁπτοῦ. ἄλλοι δὲ διὰ τοῦτο προσθήσουσι τὸ διάστημα καὶ φήσουσιν εἶναι τὸ κενὸν διάστημα οὐ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν. τὴν μὲν οὖν στιγμὴν οὗτοί γε ἀποφεύξονται, θέα δὲ ἕτερον ἀπορώτερον, εἰ τὸ διάστημα τοῦτο ἢ χρῶμα ἢ ψόφον προσλάβοι ἤ τινα ἄλλην ποιότητα χωρὶς βάρους ἢ κουφότητος. πότερον ἔτι κενὸν ἐροῦσι τὸ διάστημα καὶ ἔσται τὸ κενὸν αἰσθητὸν ἢ οὐκέτι; καὶ πῶς ἐπιδέξεται τὸ σημαινόμενον τοῦ κενοῦ (οὐ γὰρ ὂν κενόν); ὅμως οὐ πλῆρές ἐστιν αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν. οὐκ ἔστι δὲ ἀδύνατος ἡ ὑπόθεσις εἶναι σῶμα οὔτε κοῦφον οὔτε βαρὺ οὔτε ἁπτὸν ὅλως; τοιοῦτον γὰρ τὸ θεῖον ἐπιδειχθήσεται. εἴπερ οὖν εἴη τι τοιοῦτον ἐν τόπῳ, κενὸς ὁ τόπος ὑπάρξει καίτοι σῶμα ἔχων ὁρατόν. ἕτεροι τοίνυν ἵνα μηδὲ τούτῳ περιπίπτωσιν, ἄλλον τρόπον ἐξηγήσονται τὸ κενὸν διάστημα, ἐν ᾧ μὴ τόδε ἔστιν ἐνεργείᾳ, τουτέστιν ἐν ᾧ μηδὲν ὅλως σῶμά ἐστιν, μηδὲ φύσις σωματικὴ μήτε ἁπτὴ μήτε κατ’ ἄλλην τινὰ αἴσθησιν αἰσθητή. τούτοις δὲ ἀκολουθεῖ καὶ μέντοι καὶ λέγουσι τὴν ὕλην εἶναι τὸ κενόν· αὕτη γὰρ οὐδέν ἐστιν ἐνεργείᾳ σῶμα. οἱ δὲ αὐτοὶ καὶ τόπον τὴν ὕλην ποιοῦσιν. ἄμεινον μὲν οὖν τῶν ἄλλων συνίασιν οὗτοί γε τοῦ σώματος. τὸ μέντοι καὶ τὴν ὕλην κενὸν ποιεῖν πάντη μέμψαιτο ἄν τις αὐτῶν· ἡ γὰρ ὕλη οὐ χωριστὴ τῶν πραγμάτων, εἰ μὴ τῷ λόγῳ, τὸ κενὸν δὲ ζητοῦσιν εἶναι χωριστὸν κατ’ ἐνέργειαν, καὶ τοῦτο δὲ αὐτῶν παριᾶσιν.3 ὅμως οὐδὲ κατ’ αὐτὴν τὴν δόξαν οἷόν τε εἶναι τὸ κενόν. ἤδη μὲν οὖν ἐξήτασται ἡμῖν ὁ λόγος. ὅτε γὰρ τὸν τόπον ἐδείκνυμεν οὐκ ὄντα διάστημα τῶν σωμάτων κεχωρισμένον, τότε ὅτι μηδὲ τὸ κενὸν οἷόν τε εἶναι συναπεδείκνυμεν. εἰ γὰρ ἀδύνατον εἶναι διάστημα δίχα σώματος, οὔτε τόπος ἐστὶ διάστημα, ὃ οἷόν τε χωρίζεσθαι τῶν σωμάτων, οὔτε μὴν διάστημα ἤδη κατ’ ἐνέργειαν τῶν σωμάτων κεχωρισμένον· τὸ γὰρ κενὸν καὶ ὁ τόπος τοῖς οὕτως αὐτὸν τιθεμένοις ἐπινοίᾳ μόνον ἀλλήλων διοίσουσιν, ὥσπερ εἰρήκαμεν, ᾗ τὸν μὲν τόπον ὅταν ἤδη δέξηται σῶμα, νοοῦμεν (τινὸς γὰρ ὁ τόπος), τὸ δὲ κενόν, ὅταν μήπω δέξηται σῶμα, ἐπεὶ τό γε εἶναι διαστήμασι τῶν σωμάτων τῇ φύσει κεχωρισμένοις ἀμφοῖν κατ’ αὐτοὺς ὁμοίως ὑπάρχει.4 ἐξήρκει μὲν οὖν ἴσως κἀκεῖνα, δεικτέον δ’ ὅμως καὶ νῦν, ὅτι μηδὲν τοιοῦτον κενὸν οἷόν τε ὑπάρχειν μήτε ἁθρόον μήτε ἐγκεκραμένον τοῖς σώμασιν, ὥσπερ τὰ λεπτομερέστερα σώματα παχυτέροις, καθάπερ τὸν ἀέρα ἐπιδεικνύουσιν οἱ κενὸν αὐτὸν ὑπολαμβάνοντες, οἳ μηδὲ τοῦτο ἴσασιν, ὅτι τὸ κενὸν οὐ σῶμα ἀλλὰ διάστημα σώματος βούλεται εἶναι.

7. 因此,那些设定虚空存在的人所说存在的事物就是这些;并且也已经说明,那些反对该学说的人并没有切中论点进行反驳。于是,让我们来阐明真理究竟在何方。所有这类探究的开端,在于考察所提出的主题意指什么:如果它意指单一一物,便看这是否可能;如果意指多物,便看哪些可能,哪些不可能;而如果可能被意指的事物中全然没有任何一个[可能],那么便论证该名称是无实体的。因此,让我们向设定虚空的人们自己询问,在他们看来这个名称究竟意指什么。有些人会直截了当地说,是其中没有任何身体的处所,而这等于其中什么都没有的[处所];因为他们假定所有存在之物都是身体。那么,如果他们把其中没有任何身体者称为虚空,而根据他们的说法所有身体都是可触知的,且凡可触知之物都具有重性或轻性,那么推论者就会发现,虚空乃是其中没有任何轻物或重物者。因此,对于这样理解的人来说,把点也称为虚空便是必然的结果;因为在点之中既没有任何重物,也没有任何轻物。因为即使他们补上“处所”,只要他们不加界定是否指其中具有容纳可触知身体的间隔的这种处所,他们就毫无任何进展。然而另一些人为此将补上“间隔”,并声称虚空乃是未充满在触觉上可感知的身体的间隔。这些人固然能避开“点”的问题,但请看另一个更成疑难的问题:如果这一间隔除了重性或轻性之外,获得了颜色或声音或某种其他性质,他们还会把这一间隔称为虚空,且虚空将成为可感知的,抑或不再如此?它又将如何接纳虚空的意义(因为它并不是空的)?然而它并没有充满在触觉上可感知的身体。而存在一个既非轻又非重、全然不可触知的身体的假说并非不可成立。因为神圣的[身体]将被证明就是如此。因此,如果在处所中存在任何这类的东西,那么尽管处所中具有可见的身体,它仍将是虚空的。于是,另一些人为了也不陷入这一窘境,将以另一种方式解释虚空,称其为其中不存在现实的“这个”的间隔,即其中全然没有任何身体,也没有任何无论是可触知的还是依据其他某种感觉可感知的身体性本性的间隔。对这些人来说,随之而来的结论是质料即是虚空,而事实上他们也确实这样主张;因为质料在现实上不是任何身体。而且这同一批人也把质料当作处所。这些人对身体的理解固然比其他人更好,然而把质料也当作虚空,人们完全可以责备他们;因为质料若非通过定义(逻各斯)乃是不可与诸事物分离的,而他们却要求虚空在现实上是可分离的;而且这也是他们所忽视的。然而,即便按照这一见解本身,虚空也是不可能存在的。这一论证在我们这里其实已经考察过了;因为当我们证明处所并非与身体分离的间隔时,当时我们同时也证明了虚空也是不可能存在的。因为如果缺乏身体的间隔是不可能存在的,那么处所既非能够与身体分离的间隔,亦不存在现实上已经与身体分离的间隔;因为对于这样设定它的人来说,虚空与处所正如我们所说的那样,仅仅在概念上彼此不同:即当它已经接纳身体时我们构想的是处所(因为处所是某物的处所),而当它尚未接纳身体时构想的则是虚空,因为依他们之见,在自然本性上作为与身体分离的间隔这一存在本身,对于两者是同样具备的。因此,或许先前的那些论证已经足够,但现在仍须表明,无论整体聚集存在的虚空,还是混杂在诸身体之中的虚空(正如较细微部分的身体与较粗大身体相混合那样,就像那些把空气设想为虚空的人展示空气那样,他们甚至不知道这一点:虚空所意图成为的不是身体,而是身体的间隔),都绝不可能存在。

语法注4 条
  1. 4.7πότερον ἔχει τἀληθές

    带 πότερον 的分句在此用作间接疑问从句,作为 λέγομεν 的宾语,意为探讨在肯定与否定虚空的双方之中“哪一方拥有真理”。

  2. 4.7εὑρίσκεται συλλογιζομένοις τὸ κενόν, ἐν ᾧ μηδὲν ἐστι κοῦφον ἢ βαρύ

    συλλογιζομένοις 为关涉与格(对进行逻辑推论的人而言),其与被动动词 εὑρίσκεται 搭配,主语是带有关系从句的名词短语 τὸ κενόν, ἐν ᾧ...

  3. 4.7καὶ τοῦτο δὲ αὐτῶν παριᾶσιν

    παριᾶσιν(动词 παρίημι 的现在时主动态第三人称复数)在此意为“忽略、放过、遗漏”,指出主张质料即虚空的人忽视了质料与虚空在可分离性上的根本差异。

  4. 4.7ἐπεὶ τό γε εἶναι διαστήμασι τῶν σωμάτων τῇ φύσει κεχωρισμένοις ἀμφοῖν κατ’ αὐτοὺς ὁμοίως ὑπάρχει

    带冠词的不定词 τό γε εἶναι 用作从句的主语,其补足语为与格短语 διαστήμασι...,而 ἀμφοῖν 则是动词 ὑπάρχει 所支配的与格(“对两者而言”),整句结构表明“作为与身体分离的间隔这一存在本质,依他们之见同等地属于二者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:124.22-126.8