- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:126.8-127.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯依次反驳了根据运动(处所运动、凝缩、生长)以及灰烬实验推导虚空存在的论据,指出通过相互替换和物质转变完全可以在没有虚空的情况下解释运动,而在生长中引入虚空反而会导致自相矛盾的荒谬结果。
διὰ τοῦτο γὰρ ἔδοξε καὶ τὸ κενὸν ἀναγκαῖον, ὡς καὶ ὁ τόπος, τοῖς διάστημα αὐτὸν τιθεμένοις,1 ὅτι ἀεὶ δεῖ χώραν τινὰ εἶναι τῶν σωμάτων δεκτικήν. ἄμφω παράγουσιν καὶ ἄμφω κατασκευάζουσιν ἐκ τῶν αὐτῶν ὁρμώμενοι· ἀπὸ γὰρ τῆς κινήσεως τῶν σωμάτων καὶ οἱ τὸν τόπον φάσκοντες εἶναι διάστημα παρὰ τὰ ἐμπίπτοντα σώματα καὶ οἱ τὸ κενὸν τοιοῦτον·2 αἴτιον γὰρ τῆς κινήσεως τίθενται τὸ κενὸν οὐχ ἁπλῶς ἀλλ’ οὕτως αἴτιον, ὡς χώραν τινά, ἐν ᾗ κινεῖται τὰ σώματα. τοῦτο δὲ ἂν εἴη καὶ ταὐτὸν τῷ λέγειν ὡς τόπον αἴτιον εἶναι τὸ κενόν. εἰ γὰρ μή, σῶμά φασι διὰ σώματος καὶ ὅσα εἴρηται πρότερον. Ἐπειδὴ τοίνυν ἐκ τῆς κινήσεως μάλιστα οἴονται κατεσκευάσθαι τὸ κενόν, τοῦτον αὐτὸν πρῶτον ἐξετάζομεν τὸν λόγον. ὅλως μὲν οὖν ἁπάσης κινήσεως αἴτιον οἴεσθαι τὸ κενὸν οὔτε πιθανόν, οὔτε λέγουσιν· οὐ γὰρ καὶ ἀλλοίωσις τόπου προσδεῖται, ἀλλὰ τοῦτο καὶ Μέλισσον ἔλαθεν. ἀλλ’ οὐδὲ τῆς κατὰ τόπον κινήσεως· δύναται γὰρ ἀντιμεθίστασθαι ἀλλήλοις τὰ σώματα καὶ κινεῖσθαι κατὰ τόπον ἀμείβοντα τοὺς ἀλλήλων τόπους καὶ μὴ προσδεόμενα κενοῦ διαστήματος κεχωρισμένου· ὁρῶμεν γὰρ καὶ τὸ ὕδωρ μὴ προσεπιλαμβανόμενον μήτε διάστημα μήτε τόπον, ὅμως οὐ κωλύεται κινεῖσθαι τῶν μορίων ἀλλήλοις ἀντιμεθισταμένων ὥσπερ ἐν ταῖς δίναις. τίς οὖν ἐνταῦθα τοῦ κενοῦ χρεία, ἵνα μὴ σῶμα διὰ σώματος χωρήσῃ; ὃν γὰρ εἶχε τόπον τουτὶ τὸ μόριον ἐν τῷ ὕδατι, τοῦτον ἔχει τὸ ἕτερον νῦν. Δεύτερον τοίνυν ἔλεγον, ‘εἰ πυκνοῦται τὰ σώματα, ἔσται κενόν· συνίεται γὰρ εἰς τοῦτο’. καὶ τοῦτο δὲ ψεῦδος· πυκνοῦται γὰρ ἐκθλιβομένου τοῦ λεπτοῦ σώματος καὶ οἷον ἐκπυρηνίζοντος, οἷον ὕδωρ μὲν πιλοῦται ἀέρος ἐκπυρηνιζομένου καὶ ἀὴρ δὲ πυρός, γῆ δὲ ὕδατος· ἐγκέκραται γὰρ ἀεὶ λεπτότερόν τι τῷ παχυτέρῳ, διὸ πυρὸς πίλησις οὐκ ἔστι. Τρίτον φασὶν ‘εἰ αὔξησις ἔστιν, καὶ διάστημα· σῶμα γὰρ οὐ χωρεῖ διὰ σώματος’. εἰ μὲν οὖν αὔξησιν λέγουσιν πᾶσαν μεγέθους ἐπίδοσιν, ἀπιθάνως ψεύδονται· πάνυ πολλὰ γὰρ αὔξεται εἰς πλείονα ὄγκον μηδὲ προσθήκης τινὸς αὐτοῖς γινομένης, ὡς καὶ τὸ ὕδωρ, ἡνίκα ἂν εἰς ἀέρα μεταβληθῇ. ἐνταῦθα ὁ μὲν ὄγκος αὔξεται, σῶμα δὲ οὐ προστίθεται. εἰ δὲ τὴν κυρίως τὴν ἐκ τῆς τροφῆς, οὐκέτι ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλίσκονται τὸ τοῦ λόγου·3 ὅλως γὰρ ὁ περὶ τῆς αὐξήσεως λόγος αὐτὸς ἑαυτὸν ἐπιλυμαίνεται. ἵνα γὰρ λύσῃ κοινὴν ἀπορίαν, τὸ κενὸν εἰσάγειν ἐπιχειρῶν, ὅταν φαίνηται καὶ εἰσαχθέντος μηδὲν περαίνων,4 τὴν χρείαν αὐτοῦ διαβάλλει· βούλεται γὰρ σῴζειν τὴν αὔξησιν τὰς ἐπιφερομένας ἀπορίας διαφυγγάνων, φυλάττει δὲ αὐτὰς μᾶλλον ἢ φυλάττεται. εἰ γὰρ διιούσης διὰ τοῦ κενοῦ τῆς τροφῆς πρόσκρισις γένηται τῷ λοιπῷ σώματι, ὅρα δέ, πῶς ταῦτα ἀπορεῖν ἔνεστιν. ἢ γὰρ οὐ πάντη γίνεται ἡ προσθήκη τῷ σώματι, ἀλλὰ κατὰ μόνα τὰ κενὰ καὶ οὐκ ἔστιν αὔξησις· ἤ, εἰ πάντη, τῶν δυοῖν θάτερον ἀναγκαῖον, ἢ πάντη κενὸν εἶναι τὸ σῶμα ἢ σῶμα χωρεῖν διὰ σώματος ἤ, εἴπερ ἄτοπα ταῦτα, πάλιν θάτερον τοῖν δυοῖν, ἢ τὴν τροφὴν εἶναι κενὸν ἢ μηδαμῶς αὔξησιν εἶναι. ἆρά σοι προὔργου τι πεποιηκέναι δοκοῦσιν οἱ τὸ κενὸν εἰσάγοντες πρὸς τὴν ἀπορίαν, ἀλλ’ οὐχ ἑαυτοὺς καταβάλλειν φάσκοντες μὲν γὰρ ἀναγκαῖον εἶναι διὰ τὴν αὔξησιν τὸ κενόν, μὴ σῴζοντες δὲ αὐτήν, εἰ καὶ τοῦτο παραδεξαίμεθα· ταὐτὰ δὲ καὶ περὶ τῆς τέφρας ὑπομένει ὁ λόγος· ἢ γὰρ ἔλαττον ἐχρῆν εἶναι τὸ ὕδωρ τὸ μετὰ τὴν τέφραν ἐμβαλλόμενον τῇ κύλικι, ἐπειδὴ καὶ τὰ κενὰ ἐλάττω τὰ μετὰ τῆς τέφρας τῶν πρὸ τοῦ· ἢ, εἴπερ ἴσον (τοῦτο γὰρ ὡς ἄπορον λέγεται), ἀνάγκη διὰ τῆς τέφρας χωρεῖν τὸ ὕδωρ ὅλον δι’ ὅλης, ὃ πάνυ καλῶς ποιοῦντες οὐ παραδέχονται. ὅλως δὲ οὐδ’ ἀπόδειξις τοῦτο· οὐ γάρ, πῶς ἐστι κενόν, ἐπιδεικνύουσιν, ἀλλὰ πρὸς ἄπορον ἵστανται, ὃ μηδὲ αὐτοὶ διορθοῦνται.
因为正因如此,对于那些把处所设定为间隔的人来说,虚空也正如处所一样显得是必然的,因为必须始终存在某种能够容纳身体的空间。他们从相同的前提出发推导出二者,并确立二者:即从身体的运动出发,既包括那些声称处所是独立于落入其中的身体的间隔的人,也包括那些声称虚空是如此的人;因为他们把虚空设定为运动的原因,不是简单地作为原因,而是作为身体在其中运动的某种空间这一意义上的原因。而这也就是在说,虚空作为处所乃是原因。因为否则的话,他们便说身体将穿透身体,并且会发生先前所说的一切后果。既然他们尤其认为虚空是由运动所确立的,那么我们首先就来考察这同一个论证。总的来说,认为虚空是一切运动的原因既不可信,他们也并未这样主张;因为并非连质变也需要处所,但这一点连麦里梭都忽略了。然而它也不是处所运动的原因;因为身体完全能够相互替换位置,并通过交换彼此的处所进行处所运动,而不需要分离的虚空间隔。因为我们看到,即使水没有额外获得间隔或处所,但当其各部分相互替换位置时(就像在漩涡中那样),它被阻碍运动的情况并不存在。那么在这里为了不让身体穿透身体,究竟对虚空有何需要呢?因为这一部分在水中曾占据的处所,现在正由另一部分所占据。其次,他们曾说:“如果身体被凝缩,虚空便将存在;因为身体收缩进这虚空之中。”而这同样也是错误的;因为凝缩乃是通过微细身体被挤压析出、如同被剥核脱粒一般发生的,正如水在空气被析出时被压紧,空气在火析出时被压紧,土在水析出时被压紧一样;因为较细微之物总是与较粗大之物相混杂,这就是为什么火不存在压紧。第三,他们说:“如果存在生长,也就存在间隔;因为身体不能穿透身体。”那么,如果他们所谓的生长是指大小的任何增加,他们的错误是难以令人信服的;因为有非常多的东西在没有任何增补添加到它们之中的情况下就增大到更大的体积,正如水转变为空气时那样。在那里体积增大了,但并未增加身体。然而,如果他们指的是严格意义上的生长,即来自营养的生长,那么正如俗语所说,他们不再是被别人捕获,而是“被自己的羽毛所捕获”;因为整个关于生长的论证本身就毁坏了自身。因为它为了解决一个普遍的难题而企图引入虚空,但当它显现为即使在引入虚空之后也一事无成时,它便使虚空的必要性本身受到了质疑:因为它企图通过逃避随之而来的难题来保全生长,却反而保留了这些难题,而不是防范了它们。因为如果营养穿过虚空而增合到其余的身体上,看这些难题是如何能够产生的:因为增补要么并非遍及身体的所有部位,而仅仅发生在虚空之处,因而并不存在生长;要么,如果是遍及所有部位,两者必居其一,即要么身体全都是虚空,要么身体穿透身体;或者,如果这些是荒谬的,那么在另外两者中必居其一,即要么营养是虚空,要么根本不存在生长。在你看来,引入虚空来应对难题的人究竟是做成了某件有益之事,抑或是驳倒了他们自己?因为他们一方面宣称虚空由于生长是必然的,另一方面即使我们承认这一点[虚空],他们却无法保全生长本身。关于灰烬,这一论证也遭受同样的〔困境〕:因为在灰烬之后倒入杯中的水,由于伴有灰烬的虚空少于先前的虚空,本应更少;或者,如果是相等的(因为这被当作难题而提出来),那么水就必然完完全全地穿透整个灰烬,而他们十分正确地没有接受这一点。总之,这甚至都不是一个证明;因为他们并没有展示虚空是如何存在的,而只是面对一个连他们自己也未能解决的难题而束手无策。
- 4.7τοῖς διάστημα αὐτὸν τιθεμένοις
代词 αὐτόν 指前文中的 ὁ τόπος(处所),意为“对于把[处所]设定为间隔的人来说”。与格取决于 ἔδοξε,表示判断主体/利益与格。
- 4.7ἀπὸ γὰρ τῆς κινήσεως τῶν σωμάτων καὶ οἱ τὸν τόπον φάσκοντες εἶναι διάστημα παρὰ τὰ ἐμπίπτοντα σώματα καὶ οἱ τὸ κενὸν τοιοῦτον
承前句中的谓语动词 ἄμφω παράγουσιν καὶ ἄμφω κατασκευάζουσιν(推导出二者并确立二者)而发生省略,καὶ οἱ... καὶ οἱ... 为展开的主语:“从身体的运动出发,既包括那些声称处所是间隔的人……也包括那些声称虚空是如此的人[都推导并确立二者]”。
- 4.7τοῖς αὑτῶν πτεροῖς ἁλίσκονται τὸ τοῦ λόγου
τὸ τοῦ λόγου 是惯用副词性宾格(限制宾格),意为“如俗话所说”。τοῖς αὑτῶν πτεροῖς ἁλίσκονται(“被他们自己的羽毛所捕获”,工具与格)化用了希腊著名的寓言/谚语(鹰被带有自己羽毛的箭射中)。
- 4.7καὶ εἰσαχθέντος μηδὲν περαίνων
εἰσαχθέντος 为属格独立结构,其逻辑主语(τοῦ κενοῦ)因依文脉自明而被省略(“即便在[虚空]被引入之后”)。分词 περαίνων 为阳性单数主格,与从句主语 ὁ περὶ τῆς αὐξήσεως λόγος 一致。
