- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:123.23-124.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯梳理了肯定虚空存在的论据,列举了位置运动(位移与增长)、物体的压缩(酒桶与灰烬的事例),以及毕达哥拉斯学派关于物体分割和数中单位区分的观点。
λέγουσι δὲ ἓν μέν, ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἂν εἴη μὴ συγχωρουμένου τοῦ κενοῦ· κίνησις δὲ κατὰ τόπον φορὰ καὶ αὔξησις καὶ φθίσις. καὶ πρότερον πῶς οὐκ ἔστι φορά; τὸ γὰρ κινούμενον εἰ μὴ διὰ τοῦ κενοῦ, ἀνάγκη διὰ τοῦ πλήρους κινεῖσθαι· ἀλλ’ εἰ διὰ πλήρους, σῶμα διὰ σώματος κινηθήσεται καὶ σῶμα ἐν σώματι ἔσται, ὅλον ἐν ὅλῳ, καὶ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ ἔσται. εἰ δὲ δύο, διὰ τί μὴ καὶ πλείω; οὐ γὰρ δὴ μᾶλλον νῦν ἐστι πλῆρες, ὅτε διπλοῦν γέγονεν ἢ πρότερον ἦν, ἡνίκα μόνον ὑπῆρχεν· ὁμοίως γὰρ ἦν συνεχὲς καὶ ὁμοίως μεστὸν καὶ πρὸ τοῦ, ἀλλ’ ὅμως ἐδέξατο καὶ ἄλλο. διὰ τί οὖν οὐ πάλιν καὶ ἄλλο καὶ αὖθις ἄλλο καὶ οὕτως ἔσται ἐν τῷ σμικροτάτῳ τὸ μέγιστον· πολλὰ γὰρ μικρὰ τὸ μέγα ἐστίν. οὐ μόνον τοίνυν τὰ ἴσα σώματα ἑαυτῷ, ἀλλ’ ἤδη καὶ ἄνισα δέξεται· 〈τὰ〉 γὰρ ἴσα πλείω καὶ ἄνισα ἑτέρως καὶ ἑτέρως διαιρούμενα γίνεται,1 ὥστε ἀνάγκη κενὸν εἶναι, εἰ κίνησιν διασῴζομεν. τούτῳ δὲ καὶ Μέλισσος εἴξας τῷ λόγῳ, ἐπειδὴ κενὸν οὐκ ᾤετο, μηδὲ κινεῖσθαι τὸ πᾶν ἀπεφαίνετο. ὅτι δὲ μᾶλλον αὔξησις οὐκ ἔστι μὴ ὄντος κενοῦ, φανερόν. τὴν μὲν γὰρ αὔξησιν δεῖ γίνεσθαι πάντη προσκρινομένης τῷ αὐξανομένῳ σώματι τῆς τροφῆς, τοῦτο δὲ οὐκ ἂν γένοιτο μὴ πάντη διιούσης αὐτῆς, ἀδύνατον δέ ἐστι σῶμα οὖσαν δι’ ὅλου χωρεῖν τοῦ σώματος, πλὴν εἰ μὴ2 κενόν τι παρενείροιμεν τοῖς σώμασιν. οὕτω μὲν οὖν ἐκ τῆς κινήσεως ἐπιχειροῦσιν, ἄλλον δὲ τρόπον, ὅτι φαίνεται ἔνια συνιόντα καὶ πιλούμενα εἰς ἐλάττονα ὄγκον μένοντα ἐπὶ τῆς αὐτῆς οὐσίας· οἱ γὰρ πίθοι τὸν ἴσον δέχονται οἶνον καθ’ αὑτόν τε καὶ εἰς ἀσκοὺς ἐμβληθέντα μετὰ τῶν ἀσκῶν, δῆλον ὡς κενῶν τινων ὄντων ἐν τῷ οἴνῳ, εἰς ἃ σύνεισι καὶ πυκνοῦται ἐκθλιβόμενος ὑπὸ τῆς βίας. μαρτύριον δὲ ποιοῦνται καὶ τὸ περὶ τῆς τέφρας, ἣ δέχεται ἴσον ὕδωρ, ὅσον τὸ ἀγγεῖον κενόν. ὅλως τε οὔτ’ ἂν διαιρεῖσθαι τὰ σώματα οὔτ’ ἂν ἀπ’ ἀλλήλων διακεκρίσθαι, εἰ μὴ παρενέπιπτε τὸ κενόν, καὶ ἐκώλυεν αὐτὰ πάντα ἀλλήλοις ἡνῶσθαι· ταύτην γὰρ καὶ οἱ Πυθαγόρειοι τὴν αἰτίαν τῷ κενῷ προστιθέασιν, οὐκ οἶδ’ ὅπως αὐτὸ καὶ εἰσπνεῖσθαι λέγοντες ὑπὸ τοῦ παντὸς ἔξωθεν περικεχυμένον, ἐπεὶ καὶ τῶν ἀριθμῶν τὴν φύσιν μίαν εἶναι διωρισμένην,3 μᾶλλον δὲ μηδ’ ἂν ἀριθμοὺς εἶναι μὴ τοῦ κενοῦ διακρίνοντος τὰς μονάδας.
他们所主张的一点是:如果不承认虚空,依处所的运动便不可能存在;而依处所的运动包括位移、增长和减缩。首先,位移是如何不可能存在的?因为运动之物若不穿过虚空,就必然穿过充实之物而运动;但若是穿过充实之物,身体就将穿过身体而运动,身体将处于身体之中,全体处于全体之中,且两个身体将处于同一处所之中。若是两个,为何不能更多?因为当它变成两倍时,它现在的充实程度绝不比以前单独特存时更高;因为在此之前它同样连续且同样充盈,却依然接纳了另一个身体。那么,为何不能再容纳一个,进而又容纳一个,从而在极小之中将会有极大?因为大是由许多小构成的。因此,它不仅将接纳与自身相等的身体,而且如今甚至将接纳不相等的身体;因为相等的身体以不同的方式被分割,会变成更多且不相等的身体,以至于如果我们保全运动,虚空的存在便是必然的。麦里梭也屈从于这一论证,既然他不认为存在虚空,便断言万有甚至根本不运动。而若没有虚空存在,增长就更加不可能存在,这一点是显而易见的。因为增长必然是在滋养物从各个方向附加到正在生长的身体上时发生的,而若非滋养物向各个方向穿透,这便不可能发生;但它本身作为身体,若非我们在诸身体中穿插某种虚空,穿过整个身体乃是不可能的。他们便是这样从运动出发进行论证的;而从另一种方式出发,是因为某些事物在保持相同实体的前提下,被看到聚合并且受压缩为更小的体积;因为大酒瓮既能接纳其自身单独的等量葡萄酒,也能接纳装入皮囊中连同皮囊一起的等量葡萄酒,这显然是因为葡萄酒中存在某些虚空,受外力挤压时它便汇入其中并凝聚致密。他们还将关于灰烬的事例作为证据,灰烬所接纳的水量与空器皿所能接纳的一样多。而且总的来说,若非虚空介于其间并阻碍所有身体彼此联合,身体既不会被分割,也不会彼此分开;因为毕达哥拉斯学派也把这归因于虚空,不知何故他们还说虚空从外部倾注环绕并被宇宙吸入,因为数的本性也是一种被区分的本性,或者更确切地说,如果不是虚空区分着各个单子,甚至根本就不会有数。
- 4.6〈τὰ〉 γὰρ ἴσα πλείω καὶ ἄνισα ἑτέρως καὶ ἑτέρως διαιρούμενα γίνεται
主语是补入冠词的 τὰ ἴσα(“相等的身体”),表语部分为 πλείω καὶ ἄνισα(“更多且不相等的”)。分词 διαιρούμενα 表示方式或手段(“通过以不同方式被分割”)。这构成了归谬法论证的核心骨架:一旦等大的身体被接纳,对其进行不同方式的分割就会产生更多且不等的身体,从而都能置于同一处所。
- 4.6πλὴν εἰ μὴ
短语 πλὴν εἰ μὴ 是一种重叠连词构成的惯用表达,意为“除非”,强化了条件否定。它与祈愿语气动词 παρενείροιμεν 连用,提出了滋养物穿透身体在理论上唯一可设想的假定条件。
- 4.6ἐπεὶ καὶ τῶν ἀριθμῶν τὴν φύσιν μίαν εἶναι διωρισμένην
这是连词 ἐπεί 后接不定词 εἶναι 的间接引语结构,用于转述毕达哥拉斯学派的学说。宾格主语为 τῶν ἀριθμῶν τὴν φύσιν,διωρισμένην 充当述语。紧随其后的分句 μᾶλλον δὲ μηδ’ ἂν ἀριθμοὺς εἶναι 构成了带有条件分词短语 μὴ ... διακρίνοντος 的非现实假想结构(ἄν + 不定词)。
