- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:122.25-123.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在处所的讨论之后开启对虚空的探究,批评了前人错误的驳斥方式(如阿那克萨哥拉关于空气的实验),并指出了真正需要予以反驳的设定虚空的两种模式(散布的虚空与包容天的外在虚空)。
6. Ἔχεται δὲ ἐφεξῆς ὁ περὶ κενοῦ λόγος τῷ φυσικῷ. καὶ γὰρ ὅσοι διάστημα τὸν τόπον ὑπολαμβάνουσι, τῷ μὲν ὑποκειμένῳ ταὐτά φασιν εἶναι κενόν τε καὶ τόπον, τῷ λόγῳ δὲ διαφέρειν· τὸ γὰρ αὐτὸ τοῦτο διάστημα, ὅταν μὲν ἔχῃ σῶμα, τόπος αὐτοῖς ἐστιν· ὅταν δὲ μὴ ἔχῃ, κενόν. βούλονται γὰρ εἶναι τὸ κενὸν διάστημα, ἐν ᾧ μηδέν ἐστι σῶμα. οὕτω μὲν οὖν ἐφεξῆς ἡμῖν ἐστιν ὁ λόγος, θεωρητέον δὲ τὸν αὐτὸν τρόπον, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἐστι καὶ τί ἐστι. πρῶτον δὲ θετέον, ἐξ ὧν τε δοκεῖ εἶναι καὶ ἐξ ὧν οὔ, καὶ τάς γε κοινὰς δόξας προτέρας ἐξεταστέον. νῦν μὲν οὖν οἱ δεικνύναι πειρώμενοι, ὅτι τὸ κενὸν οὐκ ἔστιν, οὐ κατὰ θύρας ἀπαντῶσι1 τῷ πράγματι· οὐ γὰρ πρὸς τὴν τοῦ κενοῦ φύσιν ἀντιλέγουσιν, ἣν ὀνειροπολοῦσιν οἱ προϊστάμενοι τῆς δόξης· ἀλλ’ ὃ πλανώμενοι κενὸν ὑπολαμβάνουσι, τοῦτο ὅτι μὲν κενὸν οὐκ ἔστιν, ἐπιχειροῦσι δεικνύναι. ἡ γὰρ νόησις τοῦ κενοῦ γίνεται τοῖς ὑπάρχειν αὐτὸ τιθεμένοις διάστημα εἶναι τὸ κενόν, ἐν ᾧ μηδέν ἐστι σῶμα αἰσθητόν, οἰόμενοι δὲ τὸν ἀέρα μὴ εἶναι σῶμα αἰσθητὸν τὸ πλῆρες ἀέρος κενὸν νομίζουσι. δεῖ δὴ τὸν ὀρθῶς πρὸς τὴν δόξαν ταύτην ἐνιστάμενον οὐ τὸν ἀέρα μὴ ὄντα κενὸν ἐπιδεικνύναι, ὥσπερ Ἀναξαγόρας ἐποίει στρεβλῶν τοὺς πεφυσημένους ἀσκοὺς καὶ δεικνύς, ὡς ἰσχυρὸς ὁ ἀήρ, καὶ τὰς κλεψύδρας οὐκ εἰσδεχομένας τὸ ὕδωρ, εἰ μή τις ἔξοδον τῷ ἀέρι συγχωρήσειεν· ἀλλὰ πῶς χρὴ τὸ κενὸν ἀναιρεῖν; ὃ βούλεται σημαίνεσθαι διελέγχοντας,2 οὐχ ὃ λέγουσιν. ὅτι τοίνυν οὐχ οἷόν τε εἶναι διάστημα ἕτερον τῶν σωμάτων καὶ χωριστὸν ἐνεργείᾳ, τοῦτο δεικτέον. ὅπερ3 ἢ διαλαμβάνει τὸ πᾶν σῶμα καὶ οὐκ ἐᾷ συνεχὲς εἶναι ἢ τοῦ παντὸς οὐρανοῦ συνεχοῦς ὄντος ἔξωθέν ἐστιν περιέχον αὐτόν· δύο γὰρ οὗτοι τῆς θέσεως τοῦ κενοῦ τρόποι, ἢ παρεσπάρθαι τοῖς σώμασιν αὐτό, καθάπερ λέγουσι Δημόκριτός τε καὶ Λεύκιππος καὶ ἄλλοι πολλοὶ καὶ Ἐπίκουρος ὕστερον (οὗτοι γὰρ πάντες τὴν τοῦ κενοῦ παρεμπλοκὴν αἰτιῶνται τῆς διαιρέσεως τῶν σωμάτων, ἐπεὶ τό γε ἀληθὲς συνεχὲς ἀδιαίρετον κατ’ αὐτούς), ἢ κεχωρισμένον καὶ ἀθρόον εἶναι, καθ’ αὑτὸ περιέχον τὸν οὐρανόν, ὡς πρότερον μὲν ᾤοντο τῶν ἀρχαίων τινές, μετὰ δὲ ταῦτα οἱ περὶ Ζήνωνα τὸν Κιττιέα. Ἐπισκεπτέον τοίνυν, ἃ λέγουσιν οἱ συνιστάμενοι τῷ κενῷ.
6. 对自然哲学家而言,关于虚空的讨论依序紧随其后。因为凡是把处所设想为间距的人,也主张虚空与处所在基底上是同一的,但在定义上有所不同。因为正是这同一个间距,当其容有物体时,对他们而言便是处所;而当其不容有物体时,便是虚空。因为他们意图主张,虚空就是其中没有任何物体的间距。因此,我们的讨论依序便在此展开;我们必须以同样的方式考察它是否存在,它如何存在以及它是什么。首先必须列出它似乎存在的根据和似乎不存在的根据,并且必须先检验共同的见解。如今,那些试图证明虚空不存在的人,并未正面迎击这一问题;因为他们并未针对信奉这一见解的人所梦寐以求的虚空本性进行反驳,而是企图证明人们误以为是虚空的东西并不是虚空。因为对于设定虚空存在的人而言,虚空的观念乃是其中没有任何可感物体的间距,而他们认为空气不是可感物体,便把充满空气之物认作虚空。因此,正确反对这一见解的人,不应当去论证空气不是虚空——正如阿那克萨哥拉所做的那样,扭曲吹胀的皮囊以展示空气多么强劲,并展示水钟若非有人给空气让出出口便不接纳水;然而应当如何消除虚空呢?应当通过彻底反驳其所意指的内容,而非其所说的字面。因此,我们必须证明的是:不可能存在一种不同于诸物体且在现实中分离的间距。这一间距要么区分整个物体而不容许其连续,要么在整个天连续的情况下处于其外部而包容着它;因为设定虚空的方式共有这两种:要么是如德谟克利特、留基伯、其他许多人以及后来的伊壁鸠鲁所主张的那样,它散布在诸物体之中(因为所有这些人把诸物体的分割归咎于虚空的掺杂,因为按照他们的看法,真正连续之物是不可分的);要么是如古人中的某些人此前所认为的,以及此后芝诺(季提翁人)一派所认为的那样,它是分离且集聚的,依其自身包容着天。因此,我们必须考察虚空的拥护者们所主张的观点。
- 4.6οὐ κατὰ θύρας ἀπαντῶσι
使用空间比喻的习语(“未在门前相迎”),意指“未从正面直接切中事物的核心与本质”。
- 4.6διελέγχοντας
此分词构成了对前一疑问句 πῶς χρὴ τὸ κενὸν ἀναιρεῖν; 的回答。它作宾格复数,与省略的表必然性谓词(χρή 或 δεῖ)所支配的未明言的一般主语(宾格代词 ἡμᾶς)在语法上保持一致。
- 4.6ὅπερ
关系代词 ὅπερ 的先行词是前一句中指出的话题:“不同于诸物体且在现实中分离的间距”(διάστημα ἕτερον τῶν σωμάτων καὶ χωριστὸν ἐνεργείᾳ)。它作为中性单数主格,充当后文两个析取谓词部分(διαλαμβάνει... 或 ἔξωθέν ἐστιν...)的主语。
