← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§121.14-122.24

依处所定义解决诸疑难与处所论总结

忒弥斯提乌斯在整理关于天与万象处所的古老学说的基础上,表明将处所界定为包容者的界限能够解决处所的增长、点的处所及两物体共存等疑难,并通过驳斥间距说总结了关于处所的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5#3

εἰ δὲ ἀληθὴς ἡ παλαιὰ δόξα, ὅτι πάντα ἐν τῷ οὐρανῷ καὶ πᾶν ὁ οὐρανός, ἴσως δὲ οὐδὲ θεμιτὸν ἔξωθέν τι αὐτοῦ περιβλέπειν αὐτὸς μὲν γὰρ οὐ δεῖται τόπου, ἐν ἐκείνῳ δὲ ὡς ἐν τόπῳ τὰ ἄλλα πάντα, οὐκ ἐν ἅπαντι δέ, ἀλλ’ ἐν τῷ ἐσχάτῳ αὐτοῦ τῷ πρὸς ἡμᾶς καὶ ἁπτομένῳ τοῦ παθητικοῦ σώματος καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δὲ ἐν τῷ ἀέρι, οὗτος δὲ ἐν τῷ αἰθέρι, ὁ δὲ αἰθὴρ ἐν τῷ οὐρανῷ, ὁ δ’ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ. ὃ τοίνυν ὑπεσχόμεθα, δείξομεν, ὅτι πᾶσαι λύονται αἱ ἀπορίαι, τί ἐστιν ὁ τόπος, καλῶς διαποροῦσιν.1 οὔτε γὰρ οὖν ἀνάγκη αὔξεσθαι τὸν τόπον· οὐδὲν γὰρ αὔξεται πέρας καθ’ ἑαυτό, ἀλλ’ ὑποχωροῦντος τοῦ περιέχοντος σώματος ἤτοι κατὰ ἀντιπερίστασιν ἢ κατὰ πύκνωσιν καὶ πίλησιν, καὶ τὰ πέρατα ὑπείκει, ὥστε καὶ τὰ αὐξανόμενα ἐν μείζονι γίνεσθαι τόπῳ. εἰ μέντοι διάστημα ἦν ὁ τόπος, ηὐξάνετο ἂν ὁ τόπος καθ’ ἑαυτὸν καὶ ἐπελάμβανεν ἂν μείζω τόπον, οὕτως δὲ ἦν ἄν ἐν τόπῳ τόπος. ἀλλ’ οὐδὲ στιγμῆς τόπος· οὐδὲ γὰρ χωριστὸν ἡ στιγμὴ οὔτε ὑπό τινος περιέχεται. ἀλλ’ οὐδὲ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ· οὐ γάρ ἐστι διάστημα σωματικὸν ὁ τόπος, μᾶλλον δὲ οὐδὲ ὅλως διάστημα, ἀλλὰ πέρας, ἐν ᾧ διάστημα μὲν πάντως ἐστίν, ἀλλ’ οὐ καθ’ αὑτό, ἀλλὰ μετὰ τοῦ σώματος τοῦ τυχόντος. ὅ τε τόπος που μέν, οὐχ ὡς ἐν τόπῳ δέ, ἀλλ’ ὡς τὸ πέρας ἐν τῷ πεπερασμένῳ. οὐ γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ, ἀλλὰ τὸ κινητὸν σῶμα κατὰ φοράν. καὶ φέρεται δὲ εἰς τὸν ἑαυτοῦ τόπον ἕκαστον, εὐλόγως· τὰ γὰρ μὴ βίᾳ ἁπτόμενά τε ἀλλήλων καὶ περιέχοντα ἄλληλα συγγενῆ, οἷον ὕδωρ μὲν γῇ, ἀὴρ δὲ ὕδατι, πῦρ δὲ ἀέρι, συγγενῆ δέ, ὅτι ῥᾷστα εἰς ἄλληλα τὰ ἐφεξῆς μεταβάλλει· ἔχει γάρ τι κοινόν. φερόμενα οὖν ἐπὶ τὰ συγγενῆ σώματα φέρεται ἐπὶ τοὺς οἰκείους τόπους· ὑπὸ γὰρ τῶν συγγενῶν περιέχεται· τὸ γὰρ ἅπτεσθαι ἀλλήλων καὶ ἔστιν ἐν τόπῳ καὶ ποιεῖ καὶ πάσχει εἰς ἄλληλα,2 ἐπεὶ τῶν γε συμπεφυκότων καὶ ἡνωμένων τὰ μόρια οὔτε ἐν τόπῳ καθ’ αὑτὰ οὔτε πάσχει τι ὑπ’ ἀλλήλων. καὶ μένει δὲ ἐν τῷ οἰκείῳ τόπῳ ἕκαστον, εἰκότως· εἰ γὰρ εὐλόγως φέρεται πρὸς τὸ συγγενές, καὶ μενεῖ ἂν εὐλόγως ἐν τῷ συγγενεῖ· σχεδὸν γὰρ μέρος γίνεται τοῦ περιέχοντος ὥσπερ ὁ ἀὴρ τοῦ ὕδατος, μόριον δὲ οὐχ ὡς συνεχὲς ὡς ὕδατος ὕδωρ, ἀλλ’ ὡς ἁπτόμενον καὶ διῃρημένον· ὕλη γὰρ γίνεται ἀλλήλων· μεταβάλλει γὰρ εἰς ἄλληλα, εἰ καὶ μὴ τὸν αὐτὸν τρόπον. ἀλλ’ ὕστερον περὶ τούτων. οὐ γὰρ οἷόν τε νῦν σαφῶς εἰπεῖν, ἀλλ’ ἐκεῖνό γε ἐξαρκεῖ. εἰ γὰρ ὕλη, πῶς ἀλλήλων; ὥσπερ τοίνυν τὰ συμπεφυκότα μόρια μένει ἐν τοῖς ὅλοις, οὕτως καὶ τὰ ἁπτόμενα. τῷ δὲ διάστημα λέγοντι τὸν τόπον πῶς οἰσθήσεται τὰ σώματα ἐπὶ τοὺς οἰκείους τόπους·3 τὸ μὲν γὰρ πέρας οὐ παντὸς σώματος οἰκεῖον αὐτοῖς, ἀλλὰ τοῦ συγγενοῦς, πρὸς ὃ φέρεται, εὐλόγως· τὸ δὲ διάστημα ἀδιάφορον καὶ οὐδὲν μᾶλλον ἕτερον ἑτέρου προσήκει τῷ φερομένῳ. περὶ μὲν τοῦ τόπου, ὅτι τέ ἐστι καὶ τί ἐστιν, εἴρηται.

然而,如果古老的看法是真实的,即万物都在天之中且天即是万象,那么或许连在天之外寻找任何事物都是不合宜的。因为天自身并不需要处所,而其他一切事物都存在于天之中宛如存在于处所中,但并非存在于天的全部之中,而是存在于其朝向我们并接触受动身体的极限部分之中。正因如此,大地在水之中,水在空气之中,空气在以太(火)之中,以太在天之中,而天则不再在其他事物之中。因此,我们将证明我们所许诺的:对于那些在探问“处所是什么”时提出恰当疑难的人而言,所有疑难都得到了解决。因为处所确实没有增长的必然性。任何界限自身都不增长,而是在包容它的物体由于相互置换或由于凝缩与压实而退避时,界限也随之让步,从而增长之物也得以进入更大的处所中。然而,如果处所是间距,那么处所自身就会增长并占据更大的处所,这样处所之中就会有处所了。同样,点也没有处所;因为点既非可分离的,也未被任何事物所包容。而且,两个物体也不能处于同一处所之中;因为处所不是物体的间距,或者说根本不是间距,而是界限,在其中虽然必定存在间距,但并非自身存在,而是随着恰好处于其中的物体一同存在。处所确实在“某处”,但并非如在处所中那样存在,而是如同界限存在于被限定之物中那样存在。因为并非所有存在之物都在处所之中,而只有能依位移运动的物体才在处所之中。而且每一事物运移向自身的固有处所,也是合乎情理的。因为那些非强力地相互接触并相互包容的事物是同类的,例如水之于土,空气之于水,火之于空气;它们之所以是同类,是因为连续相邻的事物极易相互转化,因为它们具有某种共同之物。因此,当它们运移向同类的物体时,也就是运移向它们固有的处所;因为它们被同类之物所包容。实际上,相互接触的事物既处于处所之中,又相互作用并受动,因为那些合生并合为一体的事物的部分,既非自身处于处所之中,亦不受彼此的作用。而且每一事物留在固有处所之中也是理所当然的;因为如果运移向同类之物是合理的,那么留存在同类之物中同样也是合理的;因为正如空气之于水那样,它几乎成了包容者的一个部分,但并非作为连续的部分(如水之于水),而是作为接触且被分割开的部分;因为它们成了彼此的质料,即使方式并不相同,它们确实相互转化。关于这些容后再述;因为现在不可能讲得清楚,但那一点已经足够了。因为如果是质料,它们又如何互为质料呢?因此,正如合生的部分留存在整体之中一样,相互接触的事物亦是如此。然而对于把处所说成间距的人而言,物体又如何会被运移向固有处所呢?因为就界限而言,并非一切物体的界限都是固有于它们的,而只有它们所运移向的同类物体的界限才是固有的,这合乎情理;但间距是无差别的,对于被运移的事物而言,一个间距绝不比另一个间距更相适。关于处所,无论是它存在还是它是什么,均已论述完毕。

语法注3 条
  1. 4.5ὃ τοίνυν ὑπεσχόμεθα, δείξομεν, ὅτι πᾶσαι λύονται αἱ ἀπορίαι, τί ἐστιν ὁ τόπος, καλῶς διαποροῦσιν.

    关系代词 ὃ 自身内含先行词(“我们所许诺的事物”),充当主要动词 δείξομεν 的直接宾语。接续的 ὅτι 从句展开说明许诺的内容。句末的 τί ἐστιν ὁ τόπος, καλῶς διαποροῦσιν 呼应了亚里士多德原文(212b23–24),其中分词 διαποροῦσιν(与格复数)充当关系与格或判断与格,意为“对于那些在‘处所是什么’上恰当提出疑难的人而言(疑难得以解决)”。

  2. 4.5τὸ γὰρ ἅπτεσθαι ἀλλήλων καὶ ἔστιν ἐν τόπῳ καὶ ποιεῖ καὶ πάσχει εἰς ἄλληλα

    名词化的中性单数冠词不定词短语 τὸ ἅπτεσθαι ἀλλήλων 作为语法主语,统摄三个单数动词(ἔστι, ποιεῖ, πάσχει)。虽然在形式上是抽象动名词(“相互接触”),但从上下文看转喻性地代表具体实体(“相互接触的事物”),这从后文与 τῶν συμπεφυκότων καὶ ἡνωμένων τὰ μόρια(“合生且合一之物的部分”)的对比中可清楚看出。

  3. 4.5τῷ δὲ διάστημα λέγοντι τὸν τόπον πῶς οἰσθήσεται τὰ σώματα ἐπὶ τοὺς οἰκείους τόπους·

    句首的分词短语 τῷ δὲ διάστημα λέγοντι τὸν τόπον(阳性单数与格)充当判断或关系与格(dativus iudicantis / relationis),表示“在主张处所是间距的人看来 / 对其立场而言”。文末的疑问句 πῶς οἰσθήσεται... 构成主句的核心骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:121.14-122.24