- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:120.11-121.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄考察了天在何种意义上处于处所之中,聚焦于亚里士多德称天“偶性地”在处所之中的说法;他通过将该术语宽泛理解为“依他者”来调和与前文的表面矛盾,并基于各天球的相互接触与最外天球的内侧接触,进一步阐明了宇宙整体何以不在处所之中。
πάλιν τὰ μὲν καθ’ αὑτά ἐστιν ἐν τόπῳ, ὡς τὰ σώματα, ὅσα κατὰ φοράν ἐστιν κινητὰ ἢ κατ’ αὔξησιν καὶ μείωσιν· τὰ δὲ κατὰ συμβεβηκός, ὡς τὰ χρώματα, ὡς ἡ ψυχή, ἅπερ οὐκ ἂν γένοιτό ποτε ἐν τόπῳ καθ’ αὑτά, ὥσπερ τὰ κατὰ δύναμιν, οὐδὲ χωριστὰ τῶν ὑποκειμένων ἐστί. πῶς οὖν ὁ οὐρανὸς ἐν τόπῳ; ἆρα κατ’ ἐνέργειαν; ἀλλ’ ὑπ’ οὐδενὸς ἔξωθεν περιέχεται. ἀλλὰ κατὰ δύναμιν; ἀλλ’ οὐδ’ ἂν περισχεθείη ποτέ. ἀλλὰ καθ’ ἑαυτόν; ἀλλ’ οὐκ ἔστι κινητὸς κατὰ φοράν. οὐ γὰρ ταὐτὸν τὸ φέρεσθαι τῷ περιφέρεσθαι. ἀλλὰ τὸ μὲν ὅλον ἀμείβει τόπον, τὸ δὲ ἐν ταὐτῷ μένον ἐν ταὐτῷ κινεῖται. ἆρα οὖν κατὰ συμβεβηκός; Ἀριστοτέλης μὲν οὕτω βούλεται καὶ οἱ ἐξηγηταὶ συγχωροῦσιν· φησὶ γὰρ τὰ δὲ κατὰ συμβεβηκὸς οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός. ἐγὼ δὲ ἀπορῶ, πῶς οὐ μάχοιτο ἂν πρὸς αὑτόν, νῦν μὲν τὸ κατὰ συμβεβηκὸς ταὐτὸν ἡγούμενος τῷ κατὰ μόρια, πρὸ τοῦ δέ, ἐν οἷς ἐπεδείκνυε μηδὲν εἶναι ἐν ἑαυτῷ ὡς ἐν τόπῳ, τὸ μὲν κατὰ μόρια συγχωρῶν, τὸ κατὰ συμβεβηκὸς δὲ οὐ διδούς.1 ἴσως οὖν ἐνταῦθα κοινότερον κέχρηται τῷ κατὰ συμβεβηκὸς ἀντὶ τοῦ κατ’ ἄλλο. ἔθος δὲ αὐτῷ πολλάκις τοῖς εἴδεσιν ἀντὶ τῶν γενῶν κεχρῆσθαι, ἄλλως μὲν ἐκεῖ κατὰ μόρια, ἄλλως δὲ ἐνθάδε· ἐκεῖ μὲν ἐπειδὴ τὸ μέρος ἐν τῷ μέρει, ἐνταῦθα δὲ ἐπειδὴ τὸ ὅλον ἐν τοῖς μορίοις. πῶς οὖν ἐν τόπῳ κατὰ συμβεβηκός; ὅτι μὴ πᾶσι συνεχής, ἀλλὰ ἅπτεται ἀλλήλων αὐτοῦ τὰ μόρια καὶ ἄλληλα περιέχει, οἷον αἱ σφαῖραι, καὶ κίνησιν ἑκάστη ἰδίαν κινεῖται. ἐν τόπῳ μὲν οὖν τὰ μόρια διὰ τοῦτο. ἐν τόπῳ δὲ καὶ ὁ ὅλος κατὰ συμβεβηκός· ἐν γὰρ τοῖς μορίοις ὅλος καὶ οὐκ ἂν αὐτῶν χωρισθείη. οὐ πάντα δὲ ἐν τόπῳ τὰ μόρια (οὐδὲ γὰρ ἅπαντα περιέχεται), οὐδὲ ἡ ἔξω σφαῖρα, ἀλλ’ αὕτη κατὰ μὲν τὸ ἐντὸς εἴη ἂν ἐν τόπῳ (ἅπτεται γὰρ τῆς τοῦ Κρόνου καὶ οἷον περιέχεται πως), κατὰ δὲ τὸ ἔξω παντελῶς ἀμοιροῖ τόπου. καὶ τὰ μόρια δὲ ταύτης τὰ συνεχῆ ὁμοίως ἔχει· οὔτε γὰρ κατ’ ἐνέργειαν ἐν τόπῳ οὔτε δυνάμει πῶς γὰρ ἀχώριστα ὄντα τῆς ὅλης; οὔτε μὴν καθ’ αὑτά, μόνον δέ, εἴπερ ἄρα, κατὰ συμβεβηκὸς καὶ οὐδὲ τοῦτο ἁπλῶς οὐδὲ γὰρ ἁπλῶς ἡ ἐξωτάτω σφαῖρα ἐν τόπῳ, ἀλλ’ ὡς ὅλη ἐν τόπῳ, οὕτως ἐκεῖνα κατὰ συμβεβηκὸς ἐν τόπῳ ἐκείνη δὲ ἐπὶ τὰ ἔσω.2 καὶ τὰ μόρια δὴ τοῦτον τὸν τρόπον, ἐπεὶ κυρίως γε καὶ ἁπλῶς πῶς ἂν εἴη ἐν τόπῳ τὸ πᾶν; τοῦ γὰρ ἐν τόπῳ ἔξωθέν τι, τοῦ δὲ παντὸς οὐδὲν ἔξωθεν πῶς γὰρ ἔσται τι πᾶν, εἴγε πᾶν ἀληθῶς, εἰ καὶ ἄλλο εἴη παρὰ τοῦτο, ἐν ᾧ ἐστι; τί δὲ καὶ τὸ ἔξωθεν τοῦ παντός; κενὸν μὲν γὰρ οὐκ ἔστιν, σῶμα δὲ εἰ μὲν πεπερασμένον, ἄρα καὶ ἐκεῖνο ἐν τόπῳ καὶ πῶς; εἰς ἄπειρον γὰρ ἡ πρόοδος. εἰ δὲ ἄπειρον, οἱ πρότερον λόγοι διαμαχοῦνται.
另一方面,有些事物自身就在处所之中,例如那些能够依位移运动或依增减运动的物体;另一些事物则是偶性地在处所之中,例如颜色和灵魂,它们绝不可能像那些潜能地在处所之中的事物那样自身进入处所,也不能与底层基质相分离。那么天究竟如何处于处所之中?难道是现实地?但它并未被来自外部的任何事物所包容。那么是潜能地?但它也绝不可能被包容。那么是自身处于其中?但它不能作位移运动。因为被运移与作旋转运移并非同一回事;前者作为整体变换处所,而后者留在同一处所中并在同一处所中运动。那么难道是偶性地?亚里士多德正有此意,注释家们也表示赞同;因为他说:“而另一些事物则是偶性地在处所之中,例如灵魂和天。”但我感到困惑的是,他难道不会陷入自相矛盾吗?因为他现在把“偶性地”等同于“依部分”,而在先前论证没有任何事物如在处所中那样存在于自身之中的那些段落里,他承认了“依部分”,却未曾许纳“偶性地”。也许在这里,他是更为宽泛地使用了“偶性地”一词以代指“依他者”。他常有用种代替属的习惯,并且“依部分”在那一处与在此处的意义并不相同:在那里是因为部分处于部分之中,而在此处则是因为整体处于诸部分之中。那么它如何偶性地处于处所之中呢?因为天并非全无间断地连续,而是它的各个部分相互接触并相互包容(正如诸天球那样),且每一部分都在作其固有的运动。因此,诸部分因这一缘故处于处所之中。而整体也偶性地处于处所之中;因为整体存在于部分之中,且不能与它们相分离。然而,并非所有部分都在处所之中(因为并非所有部分都被包容),最外层天球亦不在处所之中;不过最外层天球就其内侧而言可以说处于处所之中(因为它接触土星的天球,并且在某种程度上被包容),但就其外侧而言则完全缺乏处所。这层天球的连续部分亦是如此;因为它们既非现实地亦非潜能地处于处所之中(既然它们与整体不可分离,又怎能处于其中呢?)。当然也不是自身处于其中,而仅仅是(若果真如此的话)偶性地处于其中,且甚至这也并非单纯地处于其中;因为最外层天球本身也并非单纯地处于处所之中,而是正如它作为整体处于处所之中那样,那些部分亦是偶性地处于处所之中;而那个天球是在朝向内侧的意义上处于处所之中。它的部分确实也是以此种方式〔处于处所之中〕的,因为严格且单纯地说,万象又怎能处于处所之中呢?因为处于处所之中的事物在其外部必定有某物,而万象外部一无所有;因为若果真是万象,倘若在此之外还有〔万象〕处于其中的别的某物存在,某物又如何能是万象呢?此外,在万象外部的事物又会是什么呢?因为虚空并不存在;若是物体,如果它是有限的,难道那物体也在处所之中吗,又是如何处于其中的呢?因为这将陷入无限倒退。如果它是无限的,我们先前的论证就会与之冲突。
- 4.5ἐγὼ δὲ ἀπορῶ, πῶς οὐ μάχοιτο ἂν πρὸς αὑτόν, νῦν μὲν τὸ κατὰ συμβεβηκὸς ταὐτὸν ἡγούμενος τῷ κατὰ μόρια, πρὸ τοῦ δέ, ἐν οἷς ἐπεδείκνυε μηδὲν εἶναι ἐν ἑαυτῷ ὡς ἐν τόπῳ, τὸ μὲν κατὰ μόρια συγχωρῶν, τὸ κατὰ συμβεβηκὸς δὲ οὐ διδούς.
由主句动词 ἀπορῶ 引导的间接疑问从句 πῶς οὐ μάχοιτο ἄν 采用潜在表达(希求式加 ἄν),表达德米斯提厄对亚里士多德是否自相矛盾的疑问。随后的 νῦν μὲν ... πρὸ τοῦ δέ 构成时间上的对比,分别统辖附加情况分词 ἡγούμενος(认为/等同)与 συγχωρῶν / οὐ διδούς(承认/不准许),用以说明亚里士多德在两处论述中的态度分歧。
- 4.5ἀλλ’ ὡς ὅλη ἐν τόπῳ, οὕτως ἐκεῖνα κατὰ συμβεβηκὸς ἐν τόπῳ· ἐκείνη δὲ ἐπὶ τὰ ἔσω.
关联结构 ὡς ... οὕτως 将最外层天球整体处于处所中的方式与它的部分处于处所中的方式进行类比。句末的省略从句 ἐκείνη δὲ ἐπὶ τὰ ἔσω 省略了谓语动词或“在处所中”的表达,其意义补全为“而那个天球是在朝向内侧的意义上[在处所之中]”。
