- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:119.3-120.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯阐明了宇宙中心与最外层天为何分别构成“下”与“上”的绝对自然处所,并借助欧德谟的论述以及潜能与现实的区分,解释了作为整体的天由于外部没有包容物而不在处所之中,但其各个部分却通过相互包容而在处所中作圆周运动。
5. Διὰ τοῦτο δὲ τὸ μέσον τοῦ κόσμου καὶ τὸ ἔσχατον τοῦ οὐρανοῦ καὶ τῆς τῶν ὅλων φορᾶς δοκεῖ εἶναι μάλιστα πᾶσι κυρίως τὸ μὲν ἄνω, τὸ δὲ κάτω, ἐπεὶ ἑκάτερον αὐτῶν ἀκίνητον τὸ μέν ἐστιν, τὸ δὲ φαίνεται·1 καὶ ἐπὶ ταῦτα ἡ κίνησις κατὰ φύσιν τοῖς τε κούφοις καὶ τοῖς βάρος ἔχουσιν τῶν σωμάτων. κοῦφον μὲν γάρ ἐστι τὸ ἄνω φερόμενον, βαρὺ δὲ τὸ κάτω. τὸν μὲν οὖν κάτω ποιεῖ τόπον αὐτὸ τὸ μέσον καὶ παρὰ τὸ μέσον ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ· ἕκαστον γὰρ τῶν βαρέων σωμάτων ὑπὸ τούτων περιέχεται τῶν στοιχείων ἢ πάντων, ὡς οἱ τῶν ποταμῶν ἀνέχοντες λίθοι, ἢ τοῖν δυοῖν, ὡς οἱ βαδίζοντες ἢ νηχόμενοι. τὸν δὲ ἄνω τόπον τό τε ἔσχατον τῆς κύκλῳ φορᾶς καὶ εἴ τι πρὸς ἐκεῖνό ἐστιν. ᾧ μὲν οὖν σώματί ἐστι σῶμα ἐκτὸς περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ· ᾧ δὲ μή, οὔ. διόπερ ἡ μὲν γῆ καίτοι μένουσά ἐστιν ἐν τόπῳ (ἔχει γὰρ ἔξωθεν ἄλλο σῶμα, οὗ τὸ πέρας ταύτην περιέχει), οὐκέτι δὲ τὸ κύκλῳ κινούμενόν ἐστιν ἐν τόπῳ (οὐδὲν γὰρ ἐκείνου ἔξωθεν)· οὐδὲ γὰρ εἰ ἀὴρ ἢ ὕδωρ ἦν, μηδὲν δὲ εἶχεν ἔξωθεν, ἦν ἂν ἐν τόπῳ.2 πῶς οὖν κινεῖται ὁ οὐρανὸς μὴ ὢν ἐν τόπῳ; ἢ ἔστι μὲν ὡς κινεῖται, ἔστι δὲ ὡς οὔ; ὅλος μὲν γὰρ οὐ κινεῖται· οὐδὲ γὰρ ἀμείβει τὸν ὅλον τόπον (αὕτη γὰρ κίνησις τῶν ὅλων ὥσπερ τῶν ἐπ’ εὐθείας μεθισταμένων), κύκλῳ δὲ κινεῖται. αὕτη δὲ κίνησις τῶν μορίων ἐστὶν καὶ τούτοις ἐστὶ τόπος· ἑκάστη γὰρ σφαῖρα τῶν ἐν κύκλῳ φερομένων ἀμείβει τῆς ἐφεξῆς σφαίρας ἐκείνης τὴν ἐπιφάνειαν. ταύτης οὖν καὶ τόπος ἐστίν· περιέχονται γὰρ ὑπ’ ἀλλήλων. ὁμοίως δὲ καὶ τὸ πᾶν καὶ τὸ ὅλον αὐτὸ μὲν οὐκ ἐν τόπῳ, τὰ μόρια δέ. τὰ μὲν γὰρ αὐτῶν κύκλῳ κινεῖται, τὰ δὲ ἄνω καὶ κάτω, ὅσα ἔχει πύκνωσιν καὶ μάνωσιν. ταῦτα δὲ Εὔδημος ἐν τῷ τρίτῳ τῶν αὑτοῦ Φυσικῶν παρίστησι, λέγει δὲ οὕτως ‘αὐτὸς δὲ πότερόν ἐστιν ἐν τόπῳ ἢ οὐκ ἔστιν; ἢ πῶς ἑκάτερον; ὅλως μὲν γὰρ οὐκ ἔστιν ἐν τόπῳ, εἰ μὴ ἔστι τι ἐκτός· οὕτω γὰρ ἂν περιέχοιτο· τοῦτο δὲ ἐπισκεψόμεθα. τὰ δὲ ἄστρα καὶ ὅσα ἐντὸς τοῦ ἐξωτάτω σώματος ἐν τῷ ἐκείνου πέρατί ἐστιν, ᾗ περιέχον ἐστίν. τὰ δὲ οὕτως ἔν τινι ἐν τόπῳ λέγεται, ἐν ᾧ δὲ τὰ μόρια καὶ τὸ ὅλον λέγομεν εἶναι.3 οὕτω μὲν οὖν εἴη ἂν ἐν τόπῳ, ἔστι δὲ καὶ ἄλλως που· ἐν τοῖς μορίοις γάρ ἐστι τὸ ὅλον, πολλαχῶς δὲ τὸ ποῦ’. Ἵνα δὲ σαφέστερον γένηται, πῶς λέγομεν ἐν τόπῳ εἶναι τὸν οὐρανὸν καὶ πῶς οὔ, μικρὸν ἄνωθεν εἴπωμεν ἀναλαβόντες. ὥσπερ γὰρ ἐλέχθη, τὰ μὲν κατὰ δύναμιν, τὰ δὲ κατ’ ἐνέργειάν ἐστιν ἐν τόπῳ· κατὰ δύναμιν μὲν τὰ μόρια τοῦ συνεχοῦς τοῦ ἐν τόπῳ ὄντος, ἃ καὶ οἷά τε διαιρεθῆναι· ταῦτα γάρ ἐστι κατὰ δύναμιν ἐν τόπῳ, ὅτι γένοιτο ἂν κατ’ ἐνέργειαν διαιρεθέντα καὶ ἀντὶ τοῦ συνεχῆ εἶναι ἅψαιτο ἂν ἀλλήλων ὥσπερ σωρός· κατ’ ἐνέργειαν δὲ αὐτά τε τὰ συνεχῆ, ὅταν ὑπό τινος περιέχηται, καὶ τὰ μόρια τούτων, ὅταν διαιρεθῇ.
5. 正因如此,宇宙的中心以及天与万物位移的极端,在最严格的意义上对所有人而言似乎分别构成了下与上,因为它们两者各自都是不动的——一个确实如此,另一个看起来如此;而朝向这些的运动,无论对于轻的物体还是对于具有重量的物体,都是合乎本性的运动。因为向上运移的是轻物,向下运移的是重物。于是,中心本身,以及紧邻中心的地、水和气,构成了下方的处所;因为每一个沉重的物体都被这些元素所包容,要么被全部元素包容(如河流中挺立露出的石块),要么被其中两种元素包容(如步行者或游泳者)。另一方面,圆周位移的极端,以及邻近那一极端的任何东西,构成了上方的处所。因此,凡是在外部有包容它的物体的物体,就在处所之中;而没有外在包容物的物体,则不在处所之中。所以,地尽管静止着,却在处所之中(因为在它外部有另一个物体,后者的极限包容着地);但作圆周运动的物体却不再在处所之中(因为在它外部没有任何东西);因为哪怕它是空气或水,只要外部一无所有,它就不会在处所之中。那么,天既然不在处所之中,它又是如何运动的呢?抑或在某种意义上它运动,在某种意义上它并不运动?因为作为整体而言它并不运动;因为它并没有变换整个处所(因为这属于整体的运动,正如那些沿直线变换位置的物体那样),而是在圆周上运动。而这是部分的运动,对于这些部分而言是存在处所的;因为作圆周运移的那些天球中的每一个,都在变换着紧接其后的那个天球的表面。因此,这〔天球〕也有处所;因为它们被相互包容。同样地,宇宙万象与整体自身并不在处所之中,但它们的部分却在处所之中。因为它们的部分中,有的作圆周运动,而具有稠密和稀疏性质的那些部分则作上下运动。欧德谟在他的《物理学》第三卷中阐明了这些观点,他这样说道:“天本身是在处所之中,还是不在处所之中?或者各在何种意义上成立?因为作为整体而言,它并不在处所之中,除非外部存在着某物;因为唯有那样它才会被包容;这一点我们日后将予以考察。然而,星辰以及处在最外层物体内部的一切事物,都在最外层物体的极限之中,只要该物体是包容者。依此方式存在于某物之中的事物被称为在处所之中,而部分所在的地方,我们也说整体亦在其中。因此,照这样看它会在处所之中,但它在另一种意义上也存在于‘某处’;因为整体存在于部分之中,而‘某处’有着多种涵义。”为了更清楚地阐明我们在何种意义上说天在处所之中、在何种意义上说它不在处所之中,让我们从稍早的部分重新捡起话题来说。正如前文所说,有些事物潜能地在处所之中,有些事物现实地在处所之中:潜能地在处所之中的,是处于处所中的连续物的部分,这些部分也是能够被分割的;因为这些部分潜能地在处所之中,乃是由于它们一旦被分割便会现实地进入处所,并且将不再是连续的,而是如同堆聚物那样相互接触;至于现实地在处所之中的,则是连续物本身(每当它们被某物包容时)以及它们的部分(每当被分割时)。
- 4.5ἐπεὶ ἑκάτερον αὐτῶν ἀκίνητον τὸ μέν ἐστιν, τὸ δὲ φαίνεται
以 ἑκάτερον αὐτῶν 为主语,谓语部分通过 μέν 与 δέ 的对比分别配置:τὸ μέν(中心)支配 ἐστιν,而 τὸ δέ(天的极端)支配 φαίνεται。这一句法对比指明了中心在事实上“是不动的(ἀκίνητόν ἐστιν)”,而天的极端由于整体上并不变换处所,因而“看起来是不动的(ἀκίνητον φαίνεται)”。
- 4.5οὐδὲ γὰρ εἰ ἀὴρ ἢ ὕδωρ ἦν, μηδὲν δὲ εἶχεν ἔξωθεν, ἦν ἂν ἐν τόπῳ
此句为与过去/现在事实相反的假若虚拟条件句(连词 εἰ 搭配未完成过去直陈式 ἦν,后承分句为 ἦν ἄν)。承接前文,省略的主语指天(或最外层物体)。句法表明:纵使天的实体是空气或水,若其外部没有包容它的物体,它也同样不可能处于处所之中。
- 4.5τὰ δὲ οὕτως ἔν τινι ἐν τόπῳ λέγεται, ἐν ᾧ δὲ τὰ μόρια καὶ τὸ ὅλον λέγομεν εἶναι
引用欧德谟的文句。前半句在 τὰ οὕτως ἔν τινι 之后承前省略分词 ὄντα,λέγεται 之后承前省略不定式 εἶναι。后半句中,关系副词短语 ἐν ᾧ [ἐστὶ] τὰ μόρια 作为无先行词的关系分句充当处所状语,修饰主句 καὶ τὸ ὅλον λέγομεν εἶναι [ἐν τούτῳ],意指“部分所在的那个容器之中,我们也说整体亦在其中”,体现了部分与整体在处所归属上的逻辑关联。
