← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§117.13-119.2

反驳延展说与确立处所作为包容物极限的定义

特米斯蒂乌斯通过指出关于被容纳物体的运动以及处所的部分关系所导致的荒谬,反驳了处所即延展的学说,在排除了质料和形式后,确立了亚里士多德关于处所是“包容物不动的、第一位的极限”的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4#5

’ ἐρήσεταί τις. ὅτι μηδὲ κινεῖται καθ’ αὑτόν1 (μένει γὰρ ἐν τῷ ἀμφορεῖ), ἀλλὰ κινεῖται καὶ μεθίσταται ὁ ἀμφορεύς, ἐν ᾧ ὁ οἶνός ἐστιν· ἐν ᾧ γάρ ἐστιν ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἢ ὅ τι δήποτε, τοῦτο μεθίσταται, οὐχ ὁ ἀὴρ οὐδὲ τὸ ὕδωρ οὐδὲ τὰ μόρια τούτων, ἀλλά ποτε ταῦτα κινεῖται, εἰ ἀλλήλοις ἀντιμεθίσταται τὰ ἐν τῷ κεραμείῳ. εἰ δὲ ἦν τὸ διάστημα ὁ τόπος, συμμεθίστατο ἂν τοῖς ἀγγείοις τὰ σώματα καθ’ αὑτὰ καὶ τὰ μόρια ὁμοίως γε ἐκείνοις ἐξαλλάττοντα τὸ διάστημα καὶ ἐγίνετο ἂν ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ οὐ κατὰ συμβεβηκός, ὧν ἕκαστος τόπος μέρος τοῦ μείζονος καὶ πάλιν ὁ μείζων τοῦ μείζονος, καὶ τοῦτο ἄχρι τοῦ μεγίστου τόπου καὶ διαστήματος, ἐν ᾧπέρ ἐστιν ὁ οὐρανός. καὶ γὰρ δὴ καὶ τοῦτο ὑπάρχει τῷ θαυμαστῷ λόγῳ τόπον τόπου μέρος ποιεῖν, καθάπερ καὶ διάστημα διαστήματος· καὶ τοῦτο μὲν ἔξωθεν αὐτοῖς ἐπισυμβαίνει. Ἐκεῖνο δὲ ὅρα. ἢ γὰρ καθ’ αὑτὸν κινεῖσθαι τὸν οἶνον ἐν τοῖς κεραμείοις ἐροῦσιν, ὅταν ἐκεῖνα μετακομίζηται, καὶ εἴρηται, ὅσα ἄτοπα ἀναδέξονται, ἢ παντάπασιν ἀκίνητον εἶναι·2 καὶ ὅσος ὁ γέλως ἀκίνητον Ἀθήναζε τὸν Θάσιον μετακομίζεσθαι. οὐ γὰρ ἕξουσιν ἀποδιδόναι, πῶς κινουμένου τοῦ σκεύους ὁ οἶνος δύναται καθ’ ἑαυτὸν μὲν ἀκίνητος μένειν, κατὰ συμβεβηκὸς δὲ κινεῖσθαι, οἱ τόπον τὸ διάστημα λέγοντες. ὅτι μὲν τοίνυν οὐκ ἔστι τὸ διάστημα ὁ τόπος, ἱκανῶς εἴρηται· ἀποδέδεικται δὲ ὡς οὐδὲ ἡ μορφὴ οὐδὲ ἡ ὕλη· χωρὶς γὰρ ὧν εἴπομεν πολλῶν ὄντων,3 ὅτι ἐνηρεμεῖν δεῖ τοῖς τόποις τὰ σώματα (ἐνηρεμεῖ γὰρ τῇ ὕλῃ) καὶ μὴ χωρίζεσθαι, οὐδὲ ἡ παραβολὴ τῆς ὕλης ἡ πρὸς τὸν τόπον ἔχει τινὰ ὁμοιότητα· ἐπ’ ἐκείνης μὲν λέγομεν ‘ὃ πρότερον ὕδωρ ἦν, νῦν ἐστιν ἀήρ’, ἐπὶ τοῦ τόπου δὲ ‘οὗ πρότερον ὕδωρ ἦν, νῦν ἐστιν ἀήρ’. ἀλλ’ ἐκεῖνο ὁμολογούμενόν γε ἤδη, ὡς εἴγε μηδέν ἐστι τῶν τριῶν ὁ τόπος, μήτε ὕλη μήτε εἶδος μήτε διάστημα, ἀνάγκη τὸ λοιπὸν τῶν τεσσάρων εἶναι, τουτέστι τὸ πέρας τοῦ περιέχοντος καθὸ συνάπτει τῷ περιεχομένῳ σώματι. Ἐν τόπῳ δέ ἐστι πᾶν σῶμα, ᾗ κατὰ φορὰν οἷόν τε κινεῖσθαι καὶ πάλιν ἠρεμεῖν· οὐ ταὐτὸν δέ ἐστιν περιφορά τε καὶ φορά. δοκεῖ δέ τι μέγα εἶναι καὶ χαλεπὸν γνωσθῆναι ὁ τόπος· πολλὰ γὰρ παρεμφαινόμενα ἐπιθολοῖ τὴν περὶ αὐτοῦ θεωρίαν καὶ μάλιστα τὸ διάστημα· ὁμοιότητα γὰρ ἔχει τούτου πολλήν· μένειν γὰρ ἀκίνητον καὶ τοῦτο δοκεῖ καθάπερ ὁ πρῶτος τόπος καὶ δέχεσθαι ἕτερα καὶ ἕτερα τῶν σωμάτων. εἴρηται δὲ τὸ αἴτιον τῆς ἀπάτης, ὅτι τοῖς σώμασι συνεισιόν τε καὶ ἐξιὸν (τῷ ταῖς μὲν ἄλλαις ποιότησιν αὐτὰ διαφέρειν, τῷ διαστήματι δὲ ἴσα εἶναι, τά γε τὸν ἴσον ἐκπληροῦντα τόπον) ταὐτὸν εἶναι δοκεῖ κλεπτομένης αὐτοῦ τῆς ἐναλλαγῆς διὰ τὴν ὀξύτητα τῆς ἀντιμεταστάσεως τῶν σωμάτων. συμβάλλεται δέ τι καὶ ὁ ἀὴρ δοκῶν ἀσώματος εἶναι· διὰ τοῦτο γὰρ οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου τόπος εἶναι δοκεῖ, ἀλλ’ ἤδη καὶ πᾶν τὸ μεταξύ· κενὸν γὰρ εἶναι φαντάζεται οὐχ ὁμοίως κινοῦντος τὴν αἴσθησιν τοῦ ἀέρος τοῖς ἄλλοις στοιχείοις. ἔστι δὲ οὐχ ἅπαν τὸ ἀγγεῖον ὁ τόπος, ἀλλὰ τὰ ἔσχατα αὐτοῦ τῆς κοίλης ἐπιφανείας, ὃς καὶ μεταφορητὸς ἂν εἴη· μεταφορητὸς δὲ οὐχ ἁπλῶς ἀλλὰ κατὰ συμβεβηκός· τὸ γὰρ σῶμα μεταφέρεται, λέγω δὲ τὸ κεράμειον ἢ ὁ κάδδος, οὗ πέρας ἐστίν. ἔστι δὲ ὥσπερ τὸ ἀγγεῖον τόπος μεταφορητός, οὕτως ὁ τόπος ἀγγεῖον ἀμετακίνητον· διόπερ ἐπειδὰν ἐν κινουμένῳ τι κινῆται ὡς πλοῖον ἐν ποταμῷ, τῷ περιέχοντι ὡς ἀγγείῳ χρῆται μεταφορητῷ μᾶλλον ἢ ὡς τόπῳ. βούλεται δὲ ἀκίνητος εἶναι ὁ τόπος καθ’ αὑτόν, εἰκότως (πέρας γάρ ἐστιν), καὶ ἅμα τῷ πράγματι (ἅμα γὰρ τὰ πέρατα), ὥστε ἐξ ἁπάντων τούτων τὸ τοῦ περιέχοντος πέρας ἀκίνητόν τε καὶ πρῶτον ὁ τόπος ἐστίν.

”有人会这样发问。[对此的回答是:]因为酒凭其自身根本没有运动(因为它留存在酒瓮之中),而是酒所在的酒瓮被运动并移换位置;因为空气、水或无论什么所处在其中的那个东西,才是移换位置者,而不是空气、水或它们的部分移换位置,不过,如果陶罐内的物体相互换位,它们有时也会运动。但如果延展是处所,物体凭自身、其部分也像它们一样,就会在变换延展的同时随器皿一同移换位置,并且会接二连三地进入不同的处所,而不是偶性地如此;在这些处所中,每一个都是较大处所的一部分,而较大的处所又是更大处所的一部分,如此直至天所在的最大的处所和延展。因为事实上,将处所作为处所的一部分,正如同将延展作为延展的一部分一样,也是这一奇妙论证的归宿;而这是从外部附带落到他们头上的。 再看另一端:因为他们要么会说,当陶罐被运送时,陶罐中的酒是凭自身运动的(这将招致多少荒谬,前文已经谈过),要么就必须说它完全是不动的——而塔索斯产的酒一动不动地被运送到雅典,这是多么可笑的事!因为主张处所是延展的人,将无法说明:在器具运动时,酒如何能够凭自身保持不动,而只是偶性地运动。因此,处所不是延展,已经得到了充分的阐述;而它既不是形式也不是质料,也已经被论证。因为除了我们所说的许多理由之外(即物体必须在处所中静止——正如它们在质料中静止一样——且不与之分离),质料与处所的类比也没有任何相似性;对于前者,我们说“先前曾是水的东西,现在是空气”,而对于处所,我们则说“先前有水的地方,现在有空气”。然而那一点现在是公认的:如果处所不是这三者中的任何一种——既不是质料,也不是形式,又不是延展——那么它就必然是四者之中剩下的那一种,即包容物的极限,只要它是与被包容的物体相接触的。 一切物体,只要能够按照位移而运动并在运动后静止,就都在处所之中;但旋转与位移并不是同一回事。处所似乎是一件伟大事物且难以被认识;因为许多伴随显现的现象扰乱了关于它的沉思,尤其是延展。因为延展与处所有着极大的相似性;延展似乎也同第一处所一样保持不动,并接连容纳不同的物体。产生这种欺骗的原因前文已经说明:与物体一同进出的东西(尽管物体在其他性质上有所不同,但在延展上却是相等的,至少那些充满相等处所的物体是如此),由于物体相互置换的迅速而使得这种变换被掩盖,因而显得是同一个东西。空气也因其看似非物体而起到了一定作用;因为由于这一缘故,不仅器皿的诸极限被看作是处所,甚至其中间的全部也都被看作是处所;因为人们把它想象为空无,毕竟空气并不像其他元素那样触动感觉。然而,并非整个器皿都是处所,而是其凹表面的诸极端才是处所,它也可以是可运载的;不过并非单义地可运载,而是偶性地可运载;因为极限所属的物体,我指的是陶罐或桶,是被运载的。正如器皿是可运载的处所,处所也就是不可移换的器皿;因此,每当某物在运动之物中运动时,如舟船在河流中那样,它将包容物更多是当作可运载的器皿而非当作处所来使用。处所凭自身要求是不动的,这是合理的(因为它是极限),并且要求与事物同在(因为极限〔与其所限定者〕同在),所以根据所有这些,处所便是包容物不动的、第一位的极限。

语法注3 条
  1. 4.4ὅτι μηδὲ κινεῖται καθ’ αὑτόν

    这是用于回答前一疑问句的说明性/原因性 ὅτι,省略了主句谓语(“[回答是]因为……”)。接下来的 ἀλλά 分句与之形成对照,指明运动并变换位置的是作为容器的酒瓮,而非酒本身。

  2. 4.4τῷ ταῖς μὲν ἄλλαις ποιότησιν αὐτὰ διαφέρειν, τῷ διαστήματι δὲ ἴσα εἶναι

    由中性单数与格冠词 τῷ 引导的两个平行的不定式短语(διαφέρειν 和 εἶναι),构成表示原因的与格结构,用来解释主句中为何“显得是同一个东西(ταὐτὸν εἶναι δοκεῖ)”。不定式的逻辑主语是 αὐτά(诸物体)。

  3. 4.4χωρὶς γὰρ ὧν εἴπομεν πολλῶν ὄντων

    由介词 χωρὶς 引导的介词短语,其结构省略了先行词 τούτων,关系代词 ὧν 受格同化引为属格(相当于 χωρὶς τούτων ἃ εἴπομεν πολλὰ ὄντα)。分词 πολλῶν ὄντων 与 ὧν 保持性数格一致,意为“尽管它们有很多”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:117.13-119.2