- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:115.31-117.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯指出了若将处所视作延展则在重叠与增长上面临的荒谬,继而阐发了亚里士多德关于器皿移动时作为延展的处所将无限重叠的论证,从而捍卫将处所定义为包容物极限的立场。
εἰ δὲ ἄμφω τὰ διαστήματα σῴζεσθαι λέξουσι καὶ τὸ τοῦ σώματος καὶ τὸ τοῦ τόπου, πῶς ἅμα ἔσται τὰ δύο καὶ πότερον ἐν ποτέρῳ; ποῖον γὰρ ἐρεῖς περιέχεσθαι; ποῖον δὲ περιέχειν; πῶς δὲ δύο μὲν διαστήματα ἅμα καὶ ἐν τῷ αὐτῷ μέτρῳ γενέσθαι δυνατόν, ἐν ᾧ καὶ τὸ ἕτερον ἦν, δύο δὲ σώματα οὐκέτι; οὐ γὰρ τὰ ἄλλα γε συμβεβηκότα κωλύσει· οὐ γὰρ θερμότης ἢ ψυχρότης ἢ λευκότης ἢ μελανία τὸν ὄγκον μείζονα ποιοῦσιν, ἀλλὰ μόνον τὰ διαστήματα. ἢ τοῦτο μὲν ὡς ἐκείνῳ ἀκόλουθον παραδέχονται, ἡμῖν δὲ ψεῦδος τοῦτο ἀποδεικνύουσι συναναιρεῖν ὑπάρχει καὶ τὸ ἡγούμενον.1 ἔτι πότερον αὐξανομένου τοῦ σώματος αὔξεται καὶ τὸ τοῦ τόπου διάστημα ἢ τὸ μὲν τοῦ σώματος αὔξεται, τοῦ τόπου δὲ οὔ; αὔξεσθαι μὲν γὰρ πῶς ἂν εἴποι τις ἕτερον μέγεθος ἑτέρῳ γενομένης προσθήκης; ὅμοιον γὰρ ὡς εἰ ἔλεγε καὶ τὸν πῶλόν τις αὐξάνεσθαι ἐκ τῆς τροφῆς τοῦ σκυλακίου. μένειν δὲ ἴσον ἀμηχανώτερον· πῶς γὰρ ἔτι τοῦ μείζονος τόπος; οὐκ ἐπιστρέφει δὲ ὁ λόγος οὗτος ἐπὶ τὸ τοῦ περιέχοντος πέρας·2 οὐ γάρ ἔστιν αὔξησις ἐπιφανείας καθ’ ἑαυτήν. Ἃ μὲν οὖν ἡμεῖς λέγομεν πρὸς τὴν δόξαν, ταῦτά ἐστιν· οἷς δὲ χρῆται Ἀριστοτέλης, ἀσαφέστερον μὲν ἔχει, πειρατέον δέ, ὅπως ἐνδέχεται, κἀκεῖνα, ὡς ἐξ ἀρχῆς προὐθέμεθα, ἐκκαλύπτειν. εἰ, φησίν, ἦν τι διάστημα καθ’ αὑτὸ πεφυκὸς εἶναι καὶ μένειν ἐν ἑαυτῷ, ἄπειροι ἂν ἦσαν οἱ τόποι. τί δήποτε; ὅτι ἡνίκα ἂν μεταφέρηται τὸ ἀγγεῖον πλῆρες ὂν ὕδατος ἢ ἀέρος, ὃ ποιεῖ τὸ ὅλον ὕδωρ ἐν τῷ ἀγγείῳ, τοῦτο ποιήσει καὶ τὰ τοῦ ὕδατος μόρια. ὡς οὖν τὸ ὅλον ὕδωρ κατέχον τὸ οἰκεῖον διάστημα σὺν τῷ ἀγγείῳ κινεῖται μεταφερομένῳ, οὕτως ἕκαστον τῶν μορίων κατέχον τὸ οἰκεῖον διάστημα κινηθήσεται σὺν τῷ ἀγγείῳ. ὅταν τοίνυν ἐν ἄλλῳ τόπῳ γένηται ὁ ἀμφορεύς, δηλονότι καθέξει τι διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος ἀέρος, οὗ διαστήματα καὶ τὸ ὕδωρ μέρος,3 καθέξει καὶ τὰ τοῦ ὕδατος μόρια. ὅρα δέ, πόσα ἐν ταὐτῷ γίνεται διαστήματα· ὃ κατέσχεν ὅλος ὁ ἀμφορεύς, ὃ κατέσχε τὸ τούτου μέρος τὸ ὕδωρ, ὃ κατέσχεν ἕκαστον τῶν μορίων τοῦ ὕδατος, πάλιν ὃ κατέσχεν ὅλον τὸ ὕδωρ ἐν τῷ ἀμφορεῖ (ἦν γὰρ ἐν τόπῳ τῷ ἀμφορεῖ) καὶ τὸ μεταξὺ τῶν ἐσχάτων αὐτοῦ τῆς κοίλης ἐπιφανείας, πρὸς τούτοις ὃ κατεῖχεν ἕκαστον τῶν μορίων τοῦ ὕδατος. τούτοις εἰ προσθείης καὶ τὸ τοῦ ἀμφορέως ὡς τοῦ ὕδατος σώματος καὶ τὸ τοῦ μέρους ὡς σώματος, πολλὰ εὑρήσεις ἐν ταὐτῷ διαστήματα. ἓν μὲν τοῖς μορίοις καὶ ἕτερον ἔγωγε ἀτοπώτερον ὑφορῶμαι. ἕκαστον γὰρ ἔν τε τῷ οἰκείῳ διαστήματι ἔσται καὶ ἐν τῷ μείζονος μέρους· γινομένης δὲ εἰς ἄπειρον τῆς τομῆς εἰς ἄπειρον καὶ ἡ τῶν τόπων πρόσθεσις προελεύσεται. ὅλως γὰρ εἰ διάστημα ὁ τόπος, οὐδὲν ἄτοπον καὶ τῶν μορίων ἕκαστον ἐν τόπῳ εἶναι καθ’ αὑτό· καὶ γὰρ ἐν διαστήματι καθ’ αὑτό ἐστιν ἕκαστον, ὃ διάστημα μόριον ὅλου τοῦ τόπου. τοῖς μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος τιθεμένοις κατὰ συμβεβηκὸς τὸ μέρος ἐν τῷ τόπῳ, ἐπειδὴ τὸ ὅλον ἐν τόπῳ· τοῖς δὲ ὅλον τὸ μεταξὺ διάστημα πῶς οὐκ ἔσται τὰ μόρια καθ’ αὑτὰ ἐν τόπῳ; ἔστιν οὖν ἐν ἀπείροις ἕκαστον τόποις. ὅτι δὲ καὶ ὁ τόπος ἐν τόπῳ γίνεται, δῆλον. τὸ γὰρ διάστημα τὸ μεταξὺ τῶν κοίλων τοῦ ἀμφορέως ἔσται ἐν ἄλλῳ διαστήματι μετατεθέντος τοῦ ἀμφορέως. ἆρ’ οὖν ταὐτὰ ἄτοπα ἀπαντᾷ τοῖς τὸ ἔσχατον τοῦ περιέχοντος λέγουσι τόπον; οὐδαμῶς. διὰ τί; οὐκέτι γὰρ ἂν εἴποιμι ἐν ἄλλῳ τόπῳ γίνεσθαι τὸ ὕδωρ καὶ τὰ τοῦ ὕδατος μόρια κινουμένου τοῦ ἀμφορέως· ἐν τῇ αὐτῇ γάρ ἐστιν ἐπιφανείᾳ καὶ οὐκ ἐξαλλάξει ταύτην οὐδὲ ἑτέραν προσεπιλαμβάνει τινά, ὥσπερ ἕτερον καὶ διάστημα. ‘πῶς οὖν, εἰ τὸν αὐτὸν κατέχει τόπον ὁ οἶνος, καὶ καθ’ ὅλον καὶ κατὰ μόρια κινεῖται ἐνθένδε κἀκεῖσε ἐκ τοῦ οἰκήματος εἰς τὸ ταμιεῖον;
但如果他们主张身体的延展和处所的延展两者都被保留,那么这两者将如何同时存在,又是哪一者在另一者之中呢?因为你会说哪一者被包容,哪一者包容呢?而且,又怎能允许两个延展同时存在于另一延展原本所在的同一广量之中,而两个物体却不再能够如此呢?因为其他偶性当然不会阻止[两个物体在同一尺度中];因为并不是热、冷、白或黑使得体积变大,而唯有延展才会如此。或者他们把这作为那一观点[处所即延展]的推论而加以接受,而对于我们来说,既然证明了这是虚假的,也就能够同时推翻其前件。 此外,当物体增长时,处所的延展是否也一同增长,还是物体的延展增长,而处所的延展却不增长?因为既然是对另一者进行了增补,谁又能说这一量度增长了呢?因为这就像有人说马驹从幼犬的食物中获得增长一样。然而,保持相等则更为不可能;因为对于已经变大的物体而言,它如何还能是其处所呢?而这一论证并不反噬于包容物的极限;因为表面凭其自身并不存在增长。 因此,我们针对这种观点所阐述的,便是这些;至于亚里士多德所使用的论证,虽然较为晦涩,但也必须尽最大可能去揭示它们,正如我们从一开始所设定的那样。他说,如果存在某种自然具有凭自身实存并留存于自身之中的延展,那么处所就将是无限多的。究竟是为什么呢?因为每当器皿装满水或空气而被搬运时,整全的水在器皿中所起的作用,水的部分也将同样起作用。因此,正如整全的水占据着自身的延展,与被搬运的器皿一同运动,部分的每一者也同样占据着自身的延展,与器皿一同运动。因此,当酒瓮进入另一处所时,显然它将占据包容它的空气诸极端之间的某种延展,在这延展之中水也是一个部分,水的部分也将占据这一延展。请看,在同一事物中产生了多少延展:整个酒瓮所占据的,这酒瓮的部分即水所占据的,水的各个部分所占据的,再有整全的水在酒瓮中所占据的(因为水处于作为处所的酒瓮之中)以及其凹表面的诸极端之间的延展,此外还有水的各个部分所占据的延展。如果在此之上,你再加上作为水质物体的酒瓮的延展,以及作为物体的部分的延展,你就会发现同一事物中有许多延展。 对于这些部分,我自己至少还窥测到了另一更为荒谬的后果。因为每一部分都既在自身的延展之中,又在较大一部分的延展之中;随着分割走向无限,处所的叠加也将走向无限。因为总的来说,如果处所是延展,那么各个部分凭其自身处于处所之中也绝非荒谬;因为每一部分都凭其自身处于延展之中,而这一延展是整个处所的一部分。因为对于将包容物的极限设定为处所的人来说,由于整体处于处所中,部分只是偶性地处于处所中;而对于将中间的全部延展设定为处所的人来说,各部分又怎能不是凭其自身处于处所中呢?因此,每一部分都在无限多的处所之中。并且,处所产生在处所之中,也是显而易见的。因为当酒瓮被移换位置时,酒瓮凹面之间的延展将处于另一延展之中。 那么,把包容物的极端称为处所的人,也会遇到同样的荒谬吗?绝不如此。为什么呢?因为当酒瓮运动时,我不再会说水和水的部分进入了另一处所;因为它处于同一表面之中,它并未变换这个表面,也没有像换取另一延展那样额外取得任何其他表面。“那么,如果酒占据着同一处所,它又如何作为整体且按部分从这里到那里、从屋子移入储藏室呢?”
- 4.4ἡμῖν δὲ ψεῦδος τοῦτο ἀποδεικνύουσι συναναιρεῖν ὑπάρχει καὶ τὸ ἡγούμενον
与格分词结构“ἡμῖν δὲ ... ἀποδεικνύουσι”从属于非人称用法的“ὑπάρχει”(意为“对于……来说是可能的”)。不定式“συναναιρεῖν”支配直接宾语“καὶ τὸ ἡγούμενον”(即逻辑上的“前件”),表明归谬法(否定后件律)的逻辑结构:后件被证伪则前件亦随之被消除。
- 4.4οὐκ ἐπιστρέφει δὲ ὁ λόγος οὗτος ἐπὶ τὸ τοῦ περιέχοντος πέρας
“ἐπιστρέφει ἐπί”在此用作比喻义,意为“回击到……之上”或“反噬”。它表明针对身体增长时延展难关的诘难,并不会反施于将处所定义为包容物极限(表面)的主张,因为表面本身无所谓增长。
- 4.4οὗ διαστήματα καὶ τὸ ὕδωρ μέρος
关系代词“οὗ”为中性单数属格,指涉先行词“τι διάστημα”(某种延展)。此处的“διαστήματα”或为从句内部名词的同化/呼应,整句理解为“其延展对于水而言也是一部分”(即水亦为该延展之一部分)。
