← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§114.12-115.31

对盖伦处所延展说的驳斥与延展的抽象把握

忒密斯提乌斯批驳了盖伦等人将处所视为主体间脱离物体的独立延展的观点;他解释了理智如何通过抽象来把握延展并剖析了这一错误的成因,进而依据处所的共通观念论证了延展绝不可能是处所。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4#3

ὅλως τε † οὔτε δυνατὸν ἐννοεῖς· τὸ γὰρ ἀναιρεῖν τὴν ἀντιμετάστασιν τῶν σωμάτων τοῦ παντάπασιν ἀναιρεῖν σῶμα οὐδὲν διαφέρει, οὐδὲ δὴ τὸ λέγειν,1 ὡς εἴ τις ὑποθοῖτο μήτε οὐρανὸν ἔσεσθαί ποτε μήτε γῆν μήτε ἄλλο τι τῶν νῦν ὑπαρχόντων σωμάτων, ἀλλὰ μηδὲ ἕτερον ἂν τούτων γενέσθαι σῶμα· καὶ γὰρ οὕτως μόνον καταλιπεῖν βουλήσεται διάστημα, ἐν ᾧ τὰ σώματα νῦν ἐστι, τηνικαῦτα δὲ οὐκ ἔσται. ἀλλ’ οὔτε τοῦτο δυνατὸν οὔτε ὃ βούλεται ὁ Γαληνός· διάστημα γὰρ ἄνευ σώματος ἀμήχανον ὑποστῆναί ποτε, ἀλλὰ θᾶττον ἂν ὁ χαλκὸς συμπέσοι τῆς κοίλης ἐπιφανείας ἢ δίχα σώματος μείνειεν· τὸ γὰρ κενὸν ὅτι κενὸν ὄντως ἐστίν, εὐθὺς ἐπιδειχθήσεται. τί δὲ δήποτε; ἐπὶ μὲν τοῦ τοίχου οὐκ ἂν ὑπολάβοις, ὅτι οὐ δύναταί ποτε αὐτοῦ μηδὲν σῶμα ἅπτεσθαι παντελῶς, εἴγε μὴ τὸ κενὸν οὕτως προσίεσθε, ἐπὶ δὲ τοῦ κρατῆρος οὐκέτι; καὶ γὰρ τούτου παραπλησίως ἀεί τι ἅπτεται, ἡ διαφορὰ δὲ ἐν τῷ σχήματι μόνον ἐστί. ‘πῶς οὖν’, φησίν, ‘ἐπινοοῦμεν τὸ διάστημα ὡς ἄλλο τι τῶν σωμάτων;’ πῶς δὲ λευκότητα, πῶς δὲ μελανίαν; ἕκαστον γὰρ τούτων ἀφαιροῦντες τοῦ σώματος καθ’ αὑτὸ νοοῦμεν, οὐχ ὡς καθ’ αὑτὸ ὑφεστὼς καὶ τοῦ σώματος κεχωρισμένον, ἀλλὰ τῷ λόγῳ μόνον χωρίζοντες. ἐπεὶ γὰρ μὴ ταὐτὸ τῷδε τῷ ὕδατι τοσοῦτόν τι διεστάναι καὶ ὕδατι εἶναι, ὁμοίως καὶ τῷ οἴνῳ, ὁμοίως καὶ τῷ ἀέρι, ἀφαιροῦντες τῷ νῷ τὰς ποιότητας, καθ’ ἃς τὸ μὲν ὕδωρ, τὸ δὲ οἶνός ἐστιν, τὸ δὲ ἀήρ, οὕτω νοοῦμεν τὸ διάστημα μόνον καθ’ ἑαυτό· εἶτα ἐπειδὴ συμβαίνει τὰ τρία σώματα ἐν τῷ αὐτῷ παρὰ μέρος ἀγγείῳ γίνεσθαι, ἃ ταῖς μὲν ἄλλαις ποιότησι διαφέρει, ἴσα δέ ἐστι τῷ διαστήματι αὐτῷ, καὶ μᾶλλον ὑπονοοῦμεν ἄλλο τι εἶναι τὸ διάστημα παρὰ τὰ σώματα ὁρῶντες, ὅτι εἰσρυεὶς ὁ ἀὴρ μετὰ τὸν οἶνον τὰς μὲν ἄλλας ποιότητας οὐκ ἔχει τοῦ οἴνου, τὸ διάστημα δὲ μόνον ταὐτὸ φυλάττει τῷ οἴνῳ· καὶ ἐπειδὴ κατὰ μὲν τὰς ἄλλας ποιότητας οὐκ ἔστιν ἐν τόπῳ τὰ σώματα οἷον θερμότητα ἢ ψυχρότητα, κατὰ δὲ τὸ διάστημα μόνον, οὕτω τὸ διάστημα τὸν τόπον ὑπολαμβάνομεν, οὐ καλῶς· οὐ γὰρ εἰ κατὰ διάστημα ἔστιν ἐν τόπῳ, ὁ τόπος ἐστὶ τὸ διάστημα ἢ καὶ ἡ κίνησίς ἐστιν ὁρμή,2 ἐπειδὴ κινούμεθα καθ’ ὁρμήν. τὰ μὲν οὖν αἴτια τῆς πλάνης τοῖς ἐπὶ ταύτην ἐλθοῦσιν τὴν δόξαν ταὐτά ἐστιν. Ὅτι δὲ οὐκ ἔστι τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος διάστημα τόπος, ἀναμνησθῆναί σε δεῖ μόνον, ὅσα ὑπάρχειν τῷ τόπῳ ταῖς κοιναῖς ἀκολουθοῦντες ἐννοίαις ἐξ ἀρχῆς διωρισάμεθα. τὸν τόπον δεῖν περιέχειν,3 ἀλλ’ ἐμπεριέχεται τὸ διάστημα. τὸν τόπον δεῖν χωρίζεσθαι τῶν σωμάτων, ἀλλὰ τὸ διάστημα ἑκάστῳ τῶν σωμάτων σύνεισί τε καὶ συναπέρχεται· εἰρήκαμεν γάρ, ὡς ὁ μένειν αὐτὸ χωρὶς τῶν σωμάτων ἀξιῶν τὸ κενόν, κἂν μὴ βουλήσηται, παραδέχεται· εἰρήκαμεν δέ, ὅτι καὶ τὸ μὲν ποσὸν τοῦ διαστήματος μένει ταὐτόν, ταὐτὸν δὲ οὐ μένει διάστημα. ἔτι τὸν τόπον ᾠόμεθα δεῖν μηδὲν τοῦ σώματος εἶναι, τὸ διάστημα δέ ἐστιν μικροῦ δεῖν αὐτὸ τὸ σῶμα. ὅλως δὲ ὁ τὸ διάστημα τόπον λέγων τί μᾶλλον τὸ σῶμα ἐν τόπῳ ποιεῖ ἢ τὸν τόπον ἐν τῷ σώματι; μᾶλλον γὰρ τὸ διάστημα ἐν τῷ σώματι ἢ τὸ σῶμα ἐν τῷ διαστήματι, εἴγε τὸ μὲν συμβεβηκός (ποσὸν γάρ), τὸ δὲ οὐσία· (σῶμα γὰρ αἰσθητόν). καὶ τοῦτο δὲ ἡδέως ἂν πυθοίμην αὐτῶν, ὅταν ἐν τόπῳ γένηται σῶμα, πότερον φυλάττον τὸ διάστημα τὸ οἰκεῖον (πᾶν γὰρ σῶμα ἐν διαστήματι) οὕτω γίνεται ἐν τῷ τόπῳ ἢ τὸ μὲν οἰκεῖον ἀποβάλλει, μόνῳ δὲ γίνεται τῷ τοῦ τόπου; εἰ μὲν τοίνυν ἐροῦσι τὸ δεύτερον, διδαξάτωσαν ἡμᾶς, πῶς φθείρεται τὸ διάστημα μὴ φθειρομένου τοῦ σώματος, πῶς δὲ τὸ μὲν ἴδιον αὐτοῦ φθείρεται, προσγίνεται δὲ τὸ ἀλλότριον;

总的来说,你设想的甚至不是可能的事情;因为取消物体的相互更替与彻底取消物体毫无二致,也与某人假定既不会有天,也不会有地,亦不会有如今存在的任何其他物体,甚至不会有任何异于它们的别的物体产生这种说法[毫无二致];因为以这种方式,他也会想要单独留下延展,即物体如今处于其中、而那时将不复存在的[延展]。然而,既非此种情况可能,亦非盖伦所期望的可能;因为延展脱离物体而存在无论如何都是不可能的,相反,凹表面的青铜塌陷合拢,要比它脱离物体而留存更为迅速;因为虚空确实真正是虚空的,这一点随即就会被证明。究竟是为什么呢?在墙壁的情形中,除非你们如此接纳虚空,否则难道你不会认为绝不可能完全没有任何物体接触它,而在酒樽的情形中就不再[这样认为]了吗?因为同样地,总有某种东西接触着它,区别仅仅在于形状而已。 “那么,”他说,“我们究竟如何把延展设想为不同于物体的某种东西呢?”那么我们又是如何[设想]白,如何[设想]黑的呢?因为我们将这些中的每一者从物体中抽离出来,凭其自身去思考,但并不是把它当作凭自身实存且脱离物体而独立的东西,而仅仅是在定义上加以分离。因为对于这水而言,具有如此广狭的延展与作为水并不是同一回事,对于酒也是同样,对于空气也是同样,通过在理智中抽离出使这一者为水、另一者为酒、第三者为空气的诸性质,我们便如此这般地仅仅凭其自身来思考延展。随后,由于这三种物体恰好轮流在同一个器皿中产生,它们在其他性质上各不相同,但在延展本身上却是相等的,看到空气在酒之后流入时并不具有酒的其他性质,而仅仅保持着与酒同一的延展,我们就更加猜疑延展是不同于物体的某种东西。并且,既然物体并非按照热或冷等其他性质处于处所中,而仅仅是按照延展[处于处所中],我们便如此这般地把延展假定为处所,但这并不恰当;因为即使是按照延展而处于处所中,也并不意味着处所就是延展,否则运动也就是冲动了,因为我们是按照冲动而运动的。因此,对于得出这种观点的人来说,这些就是其错误的原因。 至于包容物诸极端之间的延展并不是处所,你只需要回忆一下,我们最初遵循共通观念所规定的属于处所的全部属性即可。处所必须包容,但延展却被包含在内。处所必须能与诸物体相脱离,但延展却与每一个物体一同到来并一同离去;因为我们说过,主张延展脱离物体而留存的人,即使不愿意,也接纳了虚空;并且我们说过,尽管延展的量保持同一,但同一的延展本身并未留存。此外,我们曾经认为处所必定不属于物体的任何部分,但延展却几乎就是物体本身。总的来说,把延展称为处所的人,何以把物体置于处所之中更甚于把处所置于物体之中?因为如果这一者是偶性(因为它是量),而另一者是实体(因为它是可感觉的物体),那么延展在物体之中,远胜于物体在延展之中。而且我也很乐意向他们请教这一点:当一个物体进入处所时,它是保持着自身的延展(因为一切物体都在延展之中)而如此这般地进入处所呢,还是抛弃自身的延展,而仅仅凭借处所的延展进入[处所]?如果他们选择第二种说法,就让他们教导我们:在物体并未毁灭的情况下,延展如何毁灭?它自身的延展如何毁灭,而外来的延展又如何附加于其上?

语法注3 条
  1. 4.4τὸ γὰρ ἀναιρεῖν τὴν ἀντιμετάστασιν τῶν σωμάτων τοῦ παντάπασιν ἀναιρεῖν σῶμα οὐδὲν διαφέρει, οὐδὲ δὴ τὸ λέγειν

    表示比较的动词 οὐδὲν διαφέρει(毫无二致)的主语是带冠词不定式 τὸ ἀναιρεῖν,其比较对象是属格带冠词不定式 τοῦ... ἀναιρεῖν。随后的 οὐδὲ δὴ τὸ λέγειν 通过连词 οὐδέ 与主语 τὸ ἀναιρεῖν 并列,构成“取消……与取消……毫无二致,而说……也[与此毫无二致]”的句法结构。

  2. 4.4οὐ γὰρ εἰ κατὰ διάστημα ἔστιν ἐν τόπῳ, ὁ τόπος ἐστὶ τὸ διάστημα ἢ καὶ ἡ κίνησίς ἐστιν ὁρμή

    在 οὐ γὰρ εἰ... 引导的条件句之后,连词 ἢ καί 引入了一个荒谬的推论(归谬法):“因为即便物体按照延展处于处所中,也并不意味着处所就是延展,否则(ἢ)运动也就成了冲动[因为我们是按照冲动而运动的]”。

  3. 4.4τὸν τόπον δεῖν περιέχειν

    此对格不定式短语在句法上受前文动词 διωρισάμεθα(我们曾规定)支配,作为间接陈述列举了处所必须具备的条件(δεῖν περιέχειν, δεῖν χωρίζεσθαι, ᾠόμεθα δεῖν...),用来重申开篇确立的共通观念公理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:114.12-115.31