- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:112.23-114.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在确认处所是“包容物的界限”这一定义后,特米斯蒂乌斯通过对四种可能(形式、质料、延展、界限)的排他法,批判并驳斥了斯多亚派、伊壁鸠鲁及盖伦关于处所是物体之间独立的延展(间隔)的观点。
εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, φανερὸν ἐκ τούτων, τί ἐστιν ὁ τόπος, ὅτι τὸ πέρας καὶ τὸ ἔσχατον τοῦ περιέχοντος, ὃ τοῦ σώματος ἅπτεται, ὃ περιέχει. τοῦτο δὲ καὶ ἄλλως ἂν ἀποδειχθείη. ἐπειδὴ γὰρ τέτταρά ἔστιν, ὧν εἶναί τι τὸν τόπον ἀνάγκη (λέγω δὲ εἶδος, ὕλη, διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος, αὐτὰ τὰ ἔσχατα τοῦ περιέχοντος), εἰ μηδὲν τῶν τριῶν ἐστιν, ἀνάγκη τὸ λειπόμενον εἶναι τὸν τόπον. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ὕλη, δέδεικται ἱκανῶς. ἀλλὰ καὶ ὅτι μηδὲ τὸ εἶδος, ἤδη φανερὸν γέγονε τὸ φενακίσαν τοὺς τὸ εἶδος ὑπολαμβάνοντας εἶναι τὸν τόπον·1 ἐπειδὴ γὰρ περιέχει μὲν ἡ μορφή, περιέχει δὲ καὶ ὁ τόπος, τὸ εἶδος ὑπέλαβον εἶναι τὸν τόπον δι’ ἄγνοιαν τῶν συλλογισμῶν· καίτοι πέρατα μὲν ἄμφω, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τὸ μὲν εἶδος τοῦ περιεχομένου, ὁ τόπος δὲ τοῦ περιέχοντος σώματος. ἐγὼ δὲ οὐδὲ πέρας εἴποιμι ἂν τὸ εἶδος· οὐδὲ γὰρ ἡ ἐπιφάνεια τὸ εἶδος, ἀλλ’ ὁ λόγος τοῦ [τὸ] τί ἦν εἶναι, ἀλλ’ ἴσως ἐπεὶ περατοῖ τὴν ὕλην καὶ ὁρίζει (πέρας γὰρ λέγεται ὥσπερ καὶ μέτρον ἀριθμός), λείπεται τοίνυν ἡμῖν, ὅτι μηδὲ τὸ διάστημα ὁ τόπος ἐστίν, ἀποδεῖξαι. διάστημα δὲ τὸ μεταξὺ νοούμενον τῶν περάτων τοῦ περιέχοντος, οἷον τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ κάδδου. παλαιὰ μὲν οὖν ἡ δόξα καὶ τοῖς τὸ κενὸν τιθεμένοις προσήκουσα, ἠκολούθει δὲ ὅμως αὐτῇ καὶ ὁ περὶ Χρύσιππον χορὸς καὶ Ἐπίκουρος ὕστερον. εἰσποιοῦσι δέ τινες καὶ τὸν Πλάτωνα τῷ δόγματι· ἤρτηται δὲ ἐκ πιθανῆς μὲν αἰτίας, ψευδοῦς δὲ ἱκανῶς. ἐπειδὴ γὰρ εἰς ἐπίνοιαν ἤλθομεν ὅλως τοῦ τόπου ἐκ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων καὶ τοῦ γίνεσθαι συνεχῶς ἄλλοτε ἄλλα ἐν τῷ αὐτῷ τόπῳ, διὰ τοῦτο αὐτοῖς ὁ τόπος ἔδοξεν εἶναι τὸ διάστημα τὸ μεταξύ, ὃ ταὐτὸ μένον ὑπελάμβανον ὑποδέχεσθαι τὰ ἀντιμεθιστάμενα σώματα κεχωρισμένον ἑκάστου τούτων τῶν εἰσιόντων σωμάτων· ἐνῆγε δὲ αὐτοὺς εἰς ταύτην μάλιστα τὴν ὑπόνοιαν τὰ ἀγγεῖα· ἐπειδὴ γὰρ τῆς ἐπιφανείας ἐν τῷ κεραμείῳ τῆς κοίλης μενούσης τῆς αὐτῆς καὶ περιγεγραμμένης ἰδίοις πέρασι ποτὲ μὲν ὕδωρ ἐγγίνεται, ποτὲ δὲ ἀὴρ ἐν τῷ σκεύει, διὰ τοῦτο εἶναι τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας διάστημα ὑπενόησαν, ὃ ταὐτὸν μένον καὶ τῶν σωμάτων κεχωρισμένον ὥσπερ καὶ ἡ ἐπιφάνεια τοῦ ἀγγείου δέχεσθαι ἀνὰ μέρος τὰ σώματα. ἀλλ’ οὐκ ἔστι τοῦτο ὑγιές. εἰ μὲν οἷόν τε ἦν κενὸν σώματος γενέσθαι ποτὲ τὸ ἀγγεῖον, ἴσως ἂν ἐφωράθη καθ’ ἑαυτὸ τὸ λεγόμενον τοῦτο διάστημα· νῦν δὲ ἅμα ἐκχεῖται τὸ ὕδωρ καὶ ὁ ἀὴρ ἀντεισέρχεται, κἀντεῦθεν ἡ πλάνη· ἐπεὶ γὰρ σῶμα πᾶν μετὰ διαστήματος, μεταφέρουσι τὸ τῶν σωμάτων διάστημα ἐπὶ τὸν τόπον οὐκ ἐννοοῦντες, ὅτι διὰ τοῦτο ἀεὶ διάστημά ἐστιν ἐν τόπῳ, ἐπειδὴ καὶ σῶμα ἀεί, δηλοῖ δὲ τὰ χαλκᾶ καὶ στεγανὰ πανταχόθεν ἀγγεῖα· οὐ γὰρ ἂν ἐκρύσειε τὸ ὕδωρ, εἰ μὴ χώραν εἰσρύσεως ὁ ἀὴρ λάβῃ. φενακίζει δὲ αὐτοὺς καὶ τὸ μένειν ἀεὶ ἀσύγχυτον καὶ τὴν κοίλην ἐπιφάνειαν τῶν ἀγγείων, ὡς εἴγε συνέπιπτεν ἐξαιρουμένου τοῦ ὕδατος, ὥσπερ ἐπὶ τῶν ἀσκίων, οὐκ ἂν ὁμοίως ἐξηπατῶντο. οὔκουν ὁμοίως ἐν τῷ ἀέρι φανταζόμεθα ὑπομένειν τὸ διάστημα τοὐμοῦ σώματος· συγχεῖται γὰρ εὐθὺς κινηθέντος ἡ περιέχουσά με ἐπιφάνεια καὶ ἑνοῦται πρὸς ἑαυτήν, τῆς δὲ ἐν τοῖς στερεωτέροις ἀγγείοις ἀεί τι ἅπτεται ἕτερον σῶμα ἀσυγχύτου φυλαττομένης, τὸ δὴ τὸ σῶμα τοῦτο ἐν διαστήματι εἶναι διὰ τοῦτο καὶ ἐκείνης ἀεὶ διάστημα μεταξὺ εἶναί φασιν.2 Ἀλλ’ ὑποθώμεθα ἐξαιρεθέντος τοῦ ὕδατος μηδὲν ἕτερον εἰσρυῆναι σῶμα. μένει τοίνυν μεταξὺ τῆς ἐπιφανείας διάστημα κεχωρισμένον. ἀλλ’ ἄλογος ἡ ὑπόθεσις, ὦ σοφώτατε Γαληνέ (αὐτὸ γὰρ ὑποτίθεται ὃ ζητοῦμεν)·3 ζητούντων γὰρ ἡμῶν, εἰ δύναται εἶναι διάστημα κεχωρισμένον, πλάττεις σεαυτῷ καὶ ἀναζωγραφεῖς, ὃ βούλει εἶναι διάστημα κεχωρισμένον, οὐχ ὅτι ὑπάρχει δεικνύεις.
因此,如果我们所说的这些是真实的,那么从这些考察中便可清楚处所究竟是什么:即它是包容物的界限和极端,接触着它所包容的物体。这一点也可以用另一种方式来论证。因为既然处所必然属于四者之一(我指的是形式、质料、包容物诸极端之间的延展、以及包容物自身的诸极端),如果它不是前三者中的任何一个,那么剩下的一者必然就是处所。因此,处所不是质料,这一点已经充分证明了。而至于它也不是形式,欺骗了那些把形式假定为处所的人的原因也已经变得清楚了;因为既然形态具有包容性,处所也具有包容性,由于对三段论的无知,他们便假定形式就是处所。然而,尽管两者都是界限,但并不是同一事物的界限,而是形式是被包容物体的界限,处所则是包容物体的界限。但我自己甚至不会把形式称为界限;因为表面并不是形式,形式乃是本质的定义,或许只是因为形式限定并界定了质料(正如数目也被称为度量一样,它也被称为界限)。 因此,留给我们的任务就是论证延展也不是处所。所谓的延展,是指被设想在包容物诸界限之间的东西,例如桶的凹表面之间的延展。这是一个古老的观点,适合于那些设定虚空的人,然而克律西波斯一派以及后来的伊壁鸠鲁也追随了这一观点。有些人甚至把柏拉图也归入这一学说。这一学说依赖于一个貌似有理的原因,但这原因却是极其虚妄的。因为既然我们关于处所的一般观念是从物体的相互更替以及不同物体在同一处所中持续相继产生而来的,正因如此,在他们看来,处所就是其间的延展,他们假定这一延展在保持同一的同时,能够脱离进入的每一个物体而独立,从而接纳相互更替的诸物体。而器皿尤其促使他们产生了这种猜疑;因为在陶罐中,凹表面保持同一并由其特有的诸界限所限定,而器皿中有时产生水,有时产生空气,正因如此,他们猜疑在凹表面之间存在着某种延展,它保持同一并且脱离物体而独立,就像器皿的表面一样,轮流接纳各个物体。 但这并不健全。如果器皿曾经有可能变成没有物体的虚空,也许这种所谓的延展就能凭自身被揭露出来;但事实却是,在水被倒出的同时,空气便取而代之进入其中,错误正由此产生。因为既然一切物体都伴随着延展,他们就把物体的延展转移到了处所之上,而没有认识到,延展之所以总是在处所中,正是因为物体也总是在其中。四面密封的青铜器皿就表明了这一点;因为除非空气获得流入的空位,否则水就不会流出。器皿的凹表面始终保持不被扰动,这也欺骗了他们;因为如果像皮囊那样,在水被取出时表面就会塌陷合拢,他们就不会同样受骗了。因此,我们在空气中绝不会同样想象我身体的延展会留置在后;因为包容我的表面在我运动时便立即被扰动并与自身合为一体,而在较坚固的器皿中,由于表面保持不被扰动,总有某种别的物体接触着它,而正是因为这个物体处于延展之中,正因如此,他们便声称在那表面之间也始终存在着延展。 “但让我们假定,当水被取出后,没有任何其他物体流入。”那么在表面之间就留下了独立的延展。但这一假定是毫无道理的,最智慧的盖伦啊(因为我们所探求的东西本身被假定了);因为在我们正在探求独立的延展是否可能存在时,你却为自己臆造并描摹出你所希望存在的独立延展,而并没有证明它的存在。
- 4.4ἤδη φανερὸν γέγονε τὸ φενακίσαν τοὺς τὸ εἶδος ὑπολαμβάνοντας εἶναι τὸν τόπον
实词化的分词短语 τὸ φενακίσαν 作句子的主语,谓语是 ἤδη φανερὸν γέγονε。开头的 ἀλλὰ καὶ ὅτι μηδὲ τὸ εἶδος 呼应前句的 ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ὕλη, δέδεικται ἱκανῶς,是一个省略从句(即“至于形式也不是[处所]”),构成了引出后文主句的倒装结构。
- 4.4τὸ δὴ τὸ σῶμα τοῦτο ἐν διαστήματι εἶναι διὰ τοῦτο καὶ ἐκείνης ἀεὶ διάστημα μεταξὺ εἶναί φασιν
句首带冠词的不定式短语 τὸ δὴ τὸ σῶμα τοῦτο ἐν διαστήματι εἶναι 作为宾格名词短语,先导性地预示并等同于其后的 διὰ τοῦτο(因此),表示原因。主句动词是 φασίν,支配宾格不定式补足语 καὶ ἐκείνης ἀεὶ διάστημα μεταξὺ εἶναι(其中 ἐκείνης 指代前文容器的表面 ἐπιφάνεια,与 μεταξύ 连用)。
- 4.4αὐτὸ γὰρ ὑποτίθεται ὃ ζητοῦμεν
ὑποτίθεται 是被动态第三人称单数(“被设定/被假定”),其主语是带有关系从句的 αὐτὸ ... ὃ ζητοῦμεν(“我们正在探求的当下的事物本身”)。在句法和逻辑上,它指出了预期理由(乞题,petitio principii)的谬误。
