- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:111.4-112.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌斯转述《物理学》第四卷第四章,整理了关于处所的诸共同观念(包容、非部分、等大、可分离、具上下),并论述凭自身发生的依处所运动如何引导人们探究处所并将本原处所界定为包容者的极端。
4. Τί δ’ ἐστὶν ὁ τόπος, ὧδε ἂν γένοιτο φανερόν. ἐπειδὴ γὰρ δυσθήρατος ἡ φύσις αὐτοῦ, πρότερον θεωρήσωμεν, ὅσα ὑπάρχειν τῷ τόπῳ καθ’ αὑτὸν αἱ κοιναὶ βούλονται ἔννοιαι.1 ἀξιοῦμεν δὴ τὸν τόπον πρῶτον μὲν περιέχειν ἐκεῖνο, οὗ τόπος ἐστίν, δεύτερον μηδὲν αὐτὸν εἶναι τοῦ πράγματος, ὃ περιέχει· τουτὶ γὰρ ἤδη καὶ ἀποδέδεικται· τρίτον μήτε ἐλάττω μήτε μείζω τοῦ σώματος εἶναι τὸν πρῶτον τόπον· ἐλάττων μὲν γὰρ οὐκ ἔσται· πῶς γὰρ περιέξει; μείζων δὲ εἴπερ εἴη, καὶ ἄλλο ἂν δέχοιτο σῶμα, ὥστε οὐκ ἂν εἴη πρῶτος, λοιπὸν οὐδὲ τούτου μόνου.2 ἔτι πρὸς τούτοις ἀπολείπεσθαι καὶ χωριστὸν εἶναι τοῦ σώματος. οὕτω γὰρ καὶ ἐξ ἀρχῆς ἐνοήθη ἐκ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων. ἔτι πάντα τόπον ἔχειν τὸ ἄνω ἢ κάτω καὶ ἕκαστον τῶν σωμάτων ἐν ἑνὶ αὐτῶν. ὑποκειμένων δὴ τούτων τὰ λοιπὰ θεωρητέον. δεῖ δὲ τοιοῦτόν τινα λόγον ἀποδοῦναι τοῦ τόπου, ὃς τά τε ἀπορούμενα λύσει καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ φυλάξει καὶ τὸ αἴτιον τῆς περὶ αὐτὸν δυσκολίας ἐμφανιεῖ. πρῶτον μὲν οὖν δεῖ κατανοῆσαι, ὅτι οὐκ ἂν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ κίνησις ἦν ἡ κατὰ τόπον· διὰ γὰρ τοῦτο καὶ τὸν οὐρανὸν μάλιστα οἰόμεθα ἐν τόπῳ εἶναι, ὅτι μάλιστά ἐστιν ἐν κινήσει. τρία δὲ τῆς κατὰ τόπον κινήσεως εἴδη, φορὰ καὶ αὔξησις καὶ φθίσις· καὶ γὰρ ἐν τῇ αὐξήσει μεταβάλλει τόπον ἐκ τόπου καί, ὃ πρότερον ἦν ἐνταῦθα, πάλιν μεθέστηκεν εἰς ἐλάττονα ἢ μείζονα. ἔπειτα ὅτι μὴ πάντα τὰ κινούμενα εἰς τὴν περὶ τοῦ τόπου ἔννοιαν ἡμᾶς προήγαγεν, ἀλλὰ μόνα τὰ καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, ὥσπερ οὐδὲ κινεῖται κυρίως, οὕτως οὐδὲ τόπου προσδεῖται οὔτε εἰς τὴν γνῶσιν αὐτοῦ συντελεῖ. καίτοι διαφορὰ μέν τις ἔστιν τῶν κατὰ συμβεβηκὸς κινουμένων· τὰ μὲν γὰρ ἐνδέχεται καὶ καθ’ αὑτὰ κινηθῆναι, οἷον τὰ μόρια τοῦ σώματος καὶ τοὺς ἥλους τῆς νεὼς εἰ διαιρεθεῖεν, τὰ δὲ οὐδαμῶς ἐνδέχεται, οἷον τὴν λευκότητα καὶ τὴν ἐπιστήμην. ἀλλ’ ὅμως οὔτε ταῦτα οὔτε ἐκεῖνα εἰς τὰς πρώτας ἐννοίας ἤγαγεν ἡμᾶς τοῦ τόπου, ἀλλὰ τὰ καθ’ αὑτὰ κινούμενα μόνα. καθ’ αὑτὰ δὲ κινεῖται, ὅσα ἀπολελυμένα τοῦ περιέχοντος ἅπτεται αὐτοῦ, οὐκ ὄντα αὐτῷ συνεχῆ, ἡ δὲ χεὶρ κινεῖται μὲν γράφουσα· νῦν δίχα τοῦ λοιποῦ σώματος, οὐκ ἀπολέλυται δὲ τοῦ σώματος, ἀλλὰ συνεχὴς αὐτῷ καὶ οὐχ ἅπτεται τοῦ ὤμου. οὐκοῦν οὐδὲ κινεῖται κατὰ τοῦτο τὸ μέρος καθ’ αὑτὴν οὐδὲ ἐστὶν ἐν τόπῳ, ἀλλ’ ὅπερ εἶπον, ἐκ τῶν καθ’ αὑτὸ κινουμένων ἀναμφιλέκτως θηρευτέον τὴν φύσιν τοῦ τόπου. κινεῖται δὲ τὸ ζῷον καθ’ αὑτὸ ἐν κόσμῳ. ἆρα οὖν τὸν κόσμον εἴποις ἂν εἶναι τόπον τοῦ ζῴου; οὐδαμῶς. ἀλλὰ τὸν ἀέρα; οὐδὲ τοῦτον. τί δήποτε; ὅτι κεῖται τὸν τόπον μήτε μείζω μήτε ἐλάττω τοῦ σώματος εἶναι. τίς οὖν ὁ τόπος τοῦ Καλλίου; τὸ ἔσχατον τοῦ ἀέρος, ὃ περιέχει μόνον Καλλίαν· διὰ γὰρ τοῦτο ἦν ἐν τῷ ἀέρι καὶ διὰ τοῦτο ἦν ἐν τῷ κόσμῳ, ὥστε οὗτος ὁ πρῶτος τόπος. ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον, ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι, ἀλλ’ ὡς μέρος ἐν ὅλῳ, ὡς ἔφην καὶ τὴν χεῖρα ἐν τῷ σώματι· ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον, ὡς ἐν τόπῳ ἔσται τοῦ ἐσχάτου τοῦ περιέχοντος, τοῦτο δὲ οὐδὲ μέρος τοῦ σώματος (ἔξωθεν γάρ) οὔτε μὴν μεῖζον οὔτε ἔλαττον, ἀλλ’ ἴσον πανταχοῦ τοῖς πέρασι τοῦ σώματος, ὃ περιέχει· ἅμα γάρ ἐστι τὰ ἔσχατα τῶν ἁπτομένων.3 τὰ μὲν οὖν μόρια τοῦ συνεχοῦς οὐκ ἐν τῷ ὅλῳ κινεῖται, ἀλλὰ μετὰ τοῦ ὅλου, τὰ διῃρημένα δὲ ἐν τόπῳ, οὐ μετὰ τόπου κινεῖται, πλὴν εἰ μὴ τὰ ἐν ἀγγείοις· μεταφορητὰ γάρ ἐστι τὰ ἀγγεῖα. ἀλλὰ ταῦτα οὐκ εἰσὶν οἱ πρῶτοι τόποι· μείζω γὰρ τῶν σωμάτων, ἀλλὰ τὰ ἔσχατα αὐτῶν ἡ κοίλη ἐπιφάνεια τοῦ κάδδου καὶ ἡ κοίλη ἐπιφάνεια τοῦ κεραμίου οἷς συμβάλλει τῷ ὕδατι ἢ τῷ οἴνῳ.
4. 处所究竟是什么,通过以下考察将变得清楚。因为它的本性难以捉摸,所以让我们首先考察共同观念认为凭自身属于处所的一切性质。我们因而认定:第一,处所包容以它为处所的那个事物;第二,它绝不是它所包容的事物的任何部分——因为这一点此前已经证明;第三,本原的处所既不小于也不大于物体。因为它绝不会更小(否则它如何包容呢?);而若它更大,它还会接纳另一个物体,以致它不再是本原的处所,进而也不再单单是这一个物体的处所。此外,除了这些之外,处所还被留置在后,并且能够脱离物体而分离存在;因为从最初起,人们就是根据物体的相互更替而这样设想处所的。再者,一切处所都具有上或下,各个物体都在其中之一里面。既然设定了这些前提,就必须考察其余的事项。而且必须给出处所的这样一种界说:它既能解决诸疑难,又能保全被认为属于处所的属性,并且能揭示关于处所的困难的原因。 因此,首先必须认识到,若没有依处所的运动,人们就不会探求处所;因为我们之所以最认为天在处所之中,正是因为它最处于运动之中。而依处所的运动有三种形式:位移、增大和减小;因为在增大中,事物也从一个处所变换到另一个处所,此前在此处的物体,又移动到了较小或较大的处所。其次,必须认识到,并不是一切运动的事物都引导我们形成关于处所的概念,而只有那些凭自身运动的事物;而凭偶性运动的事物,正如它们并非在恰当意义上运动一样,它们也不需要处所,对认识处所也没有助益。尽管凭偶性运动的事物之间确实存在某种差别:因为有些事物也能够凭自身运动,例如身体的各部分,以及若是被拆下来的话船的钉子;而另一些事物则绝不可能,例如白色和知识。然而,无论是后者还是前者,都没有引导我们形成关于处所的首要观念,而唯有凭自身运动的事物引导了我们。 凡是脱离包容物并与之相接触、而非与之相连续的事物,就是凭自身运动的。然而,手在书写时虽在运动,即使现在不连带身体其余部分而运动,但它并未脱离身体,而是与身体连续,并没有接触肩膀。因此,依这个部分而言,手既不是凭自身运动,也不是在处所之中;相反,正如我所说的,必须毫无争议地从凭自身运动的事物中去探寻处所的本性。动物是在宇宙中凭自身运动的。那么,你会说宇宙是动物的处所吗?绝不会。那么说是空气吗?也不是这个。究竟为何?因为已经设定处所既不大于也不小于物体。那么卡利亚斯的处所究竟是什么?是仅包容卡利亚斯的空气的极端;因为正是由此,他才在空气中,正是由此,他才在宇宙中,因此这才是本原的处所。 因此,当包容物不是被分割开的,而是连续的时,事物就不被说成如在处所中那样在其中,而是作为整体中的部分,正如我说过手在身体中那样;而当它是被分割开并且相接触时,事物就会如在处所中那样处于包容物的极端之中。而这既不是物体的一部分(因为它是从外部而来的),也不是更大或更小,而是在各处都等于它所包容的物体的诸界限;因为相接触者的诸极端是在一起的。因此,连续体的诸部分不是在整体中运动,而是与整体一同运动;而被分割开的事物是在处所中运动,而不是与处所一同运动——除非是在器皿中的事物;因为器皿是可移动的。但这些并不是本原的处所,因为它们大于物体,它们的诸极端才是本原的处所:即桶的凹表面和陶罐的凹表面,在这些表面上它与水或酒相接合。
- 4.4ὅσα ὑπάρχειν τῷ τόπῳ καθ’ αὑτὸν αἱ κοιναὶ βούλονται ἔννοιαι
关系代词 ὅσα 作主句 θεωρήσωμεν 的宾语,动词 βούλονται 带不定式 ὑπάρχειν,表达共同观念所主张或认定的属性(“认定……属于”)。τῷ τόπῳ 是 ὑπάρχειν 的与格(“属于处所”),καθ’ αὑτόν 作状语限定这种从属关系(“凭自身属于”)。
- 4.4ὥστε οὐκ ἂν εἴη πρῶτος, λοιπὸν οὐδὲ τούτου μόνου
连词 ὥστε 引导结果从句,搭配 ἄν + 希求式(εἴη)表示推论潜势。λοιπόν 在后期希腊语中作副词使用,意为“从而/结果是”,连接随后的省略式否定句 οὐδὲ τούτου μόνου[ἔσται/εἴη](“因而也不再单单属于这一个物体”)。
- 4.4ἅμα γάρ ἐστι τὰ ἔσχατα τῶν ἁπτομένων
ἅμα 与 ἐστί 连用作表语性副词,意为“在一起/重合”(together)。依据亚里士多德物理学规范术语,此处指相互接触的事物的诸极端(τὰ ἔσχατα)在空间界线上处于同一处(重合)。
