- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:109.20-111.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂厄斯论证了任何事物在本原上或凭偶性都不可能在自身之中,并基于“在某物之中”的多义性,解决并驳斥了芝诺关于处所自身也必须存在于处所之中的疑难。
ἕτερον γὰρ ἑαυτοῦ ἔσται. εἰ δὲ κατά τινα ὧν ἀπηριθμησάμεθα τρόπων, ἐστὶν ἐν ἑαυτῷ·1 πάντα γὰρ ἕτερα ἐν ἑτέρῳ· οὐδὲ γὰρ τὸ ὅλον, ὅταν λέγωμεν ἐν τοῖς μορίοις αὐτό, ἐν ἑαυτῷ λέγομεν εἶναι· ἄλλο γὰρ τὸ ὅλον καὶ ἄλλα τὰ μέρη· τὸ μὲν γὰρ ἓν καὶ ταὐτὸν [ἐν] ἑαυτῷ, τὰ δὲ πλείω καὶ διαφέροντα. ἀλλ’ οὐδὲ ὁ λόγος ἐφίησιν ὃν εἰρήκαμεν, ὅτι διαφέρει τὸ τί ἦν εἶναι καὶ αἱ φύσεις κεχωρισμέναι τοῦ τε ἔν τινι πρώτως ὄντος καὶ ἐν ᾧ πρώτῳ ἐστίν, ὥστε εἴπερ τι γένοιτο ἐν ἑαυτῷ, τοὺς διαφέροντας λόγους ἀναδέξεται, μᾶλλον δὲ ἔσται ἅμα τὰ διαφέροντα· ἀλλὰ καθάπερ οὐκ ἐνδέχεται τὸν οἶνον οἶνόν τε ἅμα εἶναι καὶ ἀμφορέα κεραμεοῦν ἢ τὸν κεραμεοῦν ἀμφορέα ἀγγεῖόν τε ἅμα καὶ οἶνον, οὕτως οὐδὲ αὐτό τι ἐν ἑαυτῷ· ἀλλ’ ὥσπερ εἴρηται, κατὰ τὰ μόρια τάχα ἂν ἐνδέχοιτο μόνον αὐτό τι εἶναι ἐν ἑαυτῷ, ὥσπερ εἴποι τις ἂν καὶ τὸν ἀμφορέα τοῦ οἴνου, ἵνα τὸ μέν τι δέχηται μέρος τὸν οἶνον, οἷον ὁ κεραμεοῦς ἀμφορεύς, οὐχ ὡς αὐτὸς οἶνος ὤν, ἀλλ’ ἕτερον τοῦ οἴνου, τὸ δὲ ἐγγίνεται ἐν τῷ σκεύει οἷον ὁ οἶνος, οὐχ ὡς ἐν αὑτῷ σκεύει ὄντι ἀλλ’ ἐν ἑτέρῳ· ὅλως τε γὰρ ἕτεροι οἱ λόγοι παντελῶς τοῦ τε ἐν ᾧ καὶ ἐν τούτῳ. ὅτι μὲν οὖν ἀδύνατον καθ’ αὑτό τι εἶναι2 καὶ ἐν ἑαυτῷ, ἐκ τούτων δῆλον· ἀλλὰ μὴν οὐδὲ κατὰ συμβεβηκός. οὐ ταὐτὸν δὲ τὸ κατὰ συμβεβηκὸς τῷ κατὰ μέρος, εἰ καὶ ἄμφω κατ’ ἄλλο, ἀλλὰ πάμπολυ διαφέρει. τὸ μὲν γὰρ ζῷον ὁρᾶν λέγεται κατὰ μέρος (μέρος γὰρ αὐτοῦ τὰ ὄμματα οἷς ὁρᾷ), ὁ δὲ ἱστὸς κινεῖται κατὰ συμβεβηκὸς ἐν τῷ πλοίῳ, ἐπειδὴ τῷ πλοίῳ συμβέβηκεν, ὃ κινεῖται, καὶ ἡ λευκότης κινεῖται κατὰ συμβεβηκός, ἐπειδὴ ὁ ἄνθρωπος, ᾧ ὑπάρχει· δύο γὰρ οὗτοι τρόποι τοῦ κατὰ συμβεβηκός, ὅταν ἢ τὸ μέρος τινὸς ταὐτόν τι λέγηται πάσχειν, ὅπερ καὶ τὸ ὅλον, ἢ τὸ συμβεβηκός, ὅπερ καὶ ᾧ συμβέβηκε.3 πῶς ἂν οὖν εἴη τι κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ; δεῖ γὰρ αὐτὸ ἢ μέρος ἢ πάθος ἑαυτοῦ εἶναι ὅπερ οὐδὲ ἐπινοῆσαι δυνατόν. καὶ οὕτως δὲ ἂν εἴη τι κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ, οἷον † αὐτῷ οὕτω καὶ τὸ ἀγγεῖον ὁ ἀμφορεὺς κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ, εἰ μέρος ἢ πάθος ὑποτεθείη τοῦ ὕδατος· ἐπεὶ γὰρ τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ, ἔσται καὶ τὸ ἀγγεῖον ἐν ἑαυτῷ μέρος τι ὂν ἢ πάθος τοῦ ὕδατος. ἀλλὰ τοῦτο γελοῖον· χωρὶς γὰρ τοῦ τὴν ὑπόθεσιν ἄτοπον εἶναι καὶ δύο σώματα ἔσται ἐν τῷ αὐτῷ τόπῳ, τό τε ἀγγεῖον, εἴπερ τοῦτο ἐν ἑαυτῷ, καὶ τὸ ὕδωρ, εἴπερ καὶ τοῦτο ἐν τῷ ἀγγείῳ. τούτων μὲν οὖν ἅλις. ἐκ δὲ τῶν προειρημένων τρόπων τοῦ ἔν τινι καὶ τὴν Ζήνωνος ἀπορίαν λύειν ἔστιν, καθ’ ἣν ᾤετο δεῖν τὸν τόπον εἰ ἔστι, καὶ ἔν τινι εἶναι· τὸ γὰρ ἔν τινι πολλαχῶς καὶ ἔσται ὁ τόπος ἔν τινι μέν, οὐκ ἐν τόπῳ δέ· ὁ γὰρ κυρίως λεγόμενος τόπος τὸ πέρας τοῦ περιέχοντος ἔν τινι (καὶ γὰρ ἐν τῷ σώματι οὗ μέρος ἢ πέρας ἐστίν), οὐ μὴν ὡς ἐν τόπῳ· καὶ γὰρ ἡ ὑγεία ἔν τινι (ἐν θερμοῖς γὰρ καὶ ψυχροῖς), ἀλλ’ ὡς ἕξις, καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἔν τινι, ἀλλ’ ὡς πάθος. οὕτως δὲ καὶ ὁ τόπος ἔν τινι, ἀλλ’ οὐκ ἐν τόπῳ. τοῦτο δ’ ἦν τὸ ἄτοπον καὶ τὸ εἰς ἄπειρον προϊέναι. ταῦτα μὲν οὖν ἔσται διηπορημένα.
因为这将不同于它自身。但即便按照我们列举的某种方式,[某物]在自身之中,[这也是不可能的];因为一切事物都是在另一物之中的另一物。甚至当我们说整体在其诸部分之中时,我们也不是在说它在自身之中;因为整体是一回事,诸部分是另一回事,前者是一且与自身同一,而后者是多且各不相同。但我们所陈述的论理也不容许这样,因为在第一义上在某物之中的事物与它第一义上在其中的事物之间,其本质是相异的,其本性是分离的,因此,如果真有某物会在自身之中,它就会承担起相异的定义,或者毋宁说将同时是相异的事物。然而,正如酒不可能同时既是酒又是陶制双耳罐,或者陶制双耳罐不可能同时既是器皿又是酒一样,任何事物自身在自身之中也是不可能的。相反,正如已经说过的,也许只有依据诸部分,某物自身才可能在自身之中,正如人们也可以说一双耳罐的葡萄酒那样:其中一部分,例如陶制双耳罐,容纳着酒,但这并不是因为它本身是酒,而是作为不同于酒的事物;而另一部分,例如酒,在器皿之中产生,并不是如在本身即是器皿的物之中,而是在另一物之中;因为总的来说,〔某物〕在其中者与在此之中的事物,两者的定义是截然不同的。因此,任何事物凭自身不可能在自身之中,从这些论述中是显然的。 然而,凭偶性也是不可能的。凭偶性与依据部分并不是一回事,即便两者都是依据另一事物,但这二者差异极大。因为动物之所以被称为在看,是依据部分(因为用以观看的眼睛是它的部分),而桅杆在船中移动则是凭偶性,因为它附随于移动着的船,白色的移动也是凭偶性,因为拥有白色的那个人在移动;因为凭偶性有这两种方式,要么是某物的一部分被说成遭受与整体同样的事情,要么是偶性遭受与它所附随者同样的事情。那么,某物凭偶性怎么可能在自身之中呢?因为它必须是它自身的部分或者是它自身的状态,而这是连想象都无法想象的。假若有某物凭偶性在自身之中,那就会像是:如果双耳罐这个器皿被设定为水的一部分或状态,它就会凭偶性在自身之中;因为既然水在器皿之中,那么器皿作为水的一个部分或状态,也会在自身之中。但这十分荒谬;因为除了这一假设是荒谬的之外,两个物体还将处于同一处所之中——如果器皿在自身之中,器皿就在该处;如果水也在器皿之中,水也在该处。关于这些,说的已经足够了。 而根据前述“在某物之中”的诸种方式,芝诺的疑难也得以解决;按照这个疑难,他认为处所如果存在,也必须在某物之中。因为“在某物之中”是多义的,处所确实会在某物之中,但不是在处所之中;因为恰当意义上所说的处所,即包容者的界限,确实在某物之中(因为它在以它为部分或界限的物体之中),但绝非如在处所之中。因为健康也是在某物之中(在冷热之中),但是作为一种状态;冷和热也在某物之中,但是作为一种性质。同样,处所也是在某物之中,但不是在处所之中。而荒谬并导致无穷后退的,恰恰是这一点〔即处所在处所之中〕。因此,关于这些疑难就算彻底讨论完毕了。
- 4.3εἰ δὲ κατά τινα ὧν ἀπηριθμησάμεθα τρόπων, ἐστὶν ἐν ἑαυτῷ
条件从句 εἰ δὲ κατά τινα... 之后省略了否定的主句谓语(如“这是不可能的”),整句意为“即使按照我们所列举的方式之一,[某物]在自身之中[也是不可能的]”。随后的句子 πάντα γὰρ ἕτερα ἐν ἑτέρῳ(“因为一切事物都是在另一物之中的另一物”)正是为这一省略的主句结论提供理由。
- 4.3καθ’ ἣν ᾤετο δεῖν τὸν τόπον εἰ ἔστι, καὶ ἔν τινι εἶναι
关系从句 καθ’ ἣν 的先行词是 τὴν Ζήνωνος ἀπορίαν。不定式 δεῖν 作 ᾤετο 的宾语补足语,δεῖν 又支配宾格主语 τὸν τόπον 和谓语不定式 εἶναι。中间插入的条件状语 εἰ ἔστι(如果存在)引出由 καί 加强的归结(“[处所]也必定在某物之中”)。
- 4.3δύο γὰρ οὗτοι τρόποι τοῦ κατὰ συμβεβηκός, ὅταν ἢ τὸ μέρος τινὸς ταὐτόν τι λέγηται πάσχειν, ὅπερ καὶ τὸ ὅλον, ἢ τὸ συμβεβηκός, ὅπερ καὶ ᾧ συμβέβηκε.
在 ὅταν 引导的分句中,由 ἤ... ἤ... 并列了两种情形。后半句 ἢ τὸ συμβεβηκός, ὅπερ καὶ ᾧ συμβέβηκε 承前省略了动词短语 λέγηται πάσχειν(或 πάσχῃ),应补充理解为“或者[当]偶性[被说成遭受]与它所附随者同样的事情时”。
