← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§108.6-109.20

在某物之中的诸含义与在自身之中的不可能性

特米斯蒂乌斯依据亚里士多德《物理学》第四卷第三章,分析了“在某物之中”的多重含义,并论证了一事物只能在“一部分在另一部分之中”的偶性意义上处于自身之中,而绝不可能本原直接地处于自身之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3#1

3. Λέγομεν δὲ ἐφεξῆς, ποσαχῶς τὸ ἔν τινι λέγεται· προὔργου γὰρ ἄν τι γένοιτο1 πρὸς τὸν λόγον. ἕνα μὲν δὴ τρόπον ὡς ὁ δάκτυλος ἐν τῇ χειρὶ καὶ ὅλως τὸ μέρος ἐν τῷ ὅλῳ. ἄλλον δὲ ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν, ὡς τὸ πρόσωπον ἐν ὀφθαλμοῖς καὶ ῥινὶ καὶ στόματι. ἄλλον δὲ ὡς τὸ εἶδος ἐν τῷ γένει, ὡς ἄνθρωπος ἐν τῷ ζῴῳ. ἄλλον δὲ ὡς τὸ γένος ἐν τῷ εἴδει, ὡς τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ· καὶ μὴ θαυμάσῃς, εἰ τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ λέγεται εἶναι, τὸ πλεῖον ἐν τῷ ἐλάττονι· εἰ γὰρ ἐπιστήσειας ἀκριβῶς, σχεδὸν ὡς μέρος εὑρήσεις τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ· ἐν γὰρ τῷ λόγῳ αὐτοῦ περιέχεται. ἔν τινι δὲ λέγεται καὶ ὡς τὸ εἶδος ἐν τῇ ὕλῃ, ὡς τὸ βάθρον ἐν τῷ ξύλῳ καὶ ὑγεία ἐν θερμοῖς καὶ ψυχροῖς. ἕκτον ὡς ἐν βασιλεῖ τὰ τῶν Ἑλλήνων, καὶ ὅλως ἐν τῷ πρώτῳ κινητικῷ, ὥσπερ Ὅμηρος ‘Διὸς δ’ ἐν γούνασι κεῖται’. ἕβδομον ὡς ἐν τῷ τέλει καὶ τῷ ἀγαθῷ· ‘πάντα μοι κεῖται ἐν τῇ εὐδαιμονίᾳ’. εἰσὶ δὲ καὶ ἄλλοι τρόποι τοῦ ἔν τινι, ἀλλὰ καὶ τῶν εἰρημένων καὶ τῶν παραλελειμμένων κυριώτατός ἐστι, καθ’ ὃν ἔν τινι λέγεται τὸ ὡς ἐν ἀγγείῳ καὶ ὡς ἐν τόπῳ. Τούτων ἡμῖν διωρισμένων ζητητέον ἐφεξῆς, εἴ τι δύναται ἔν τινι εἶναι, ὡς ἐν ἑαυτῷ, καὶ πότερον οὗτος ὁ τρόπος ὑφ’ ἕνα πίπτει τῶν εἰρημένων ἢ ἀδύνατόν τι παντελῶς αὐτὸ εἶναι ἐν ἑαυτῷ, ἀλλὰ τοῦτο ἀληθές, ὅτι πᾶν ἢ οὐδαμοῦ ἢ ἐν ἄλλῳ, ὡς λέγομεν τὸν ἄνθρωπον εἶναι ἐν ἑαυτῷ. γνωστέον τοίνυν, ὡς οὐ πρώτως λέγομεν, ἀλλὰ κατ’ ἄλλο, ὅτι γὰρ ἡ ψυχὴ τοῦ ἀνθρώπου ἐστὶν ἐν τῷ σώματι τοῦ ἀνθρώπου καὶ τοῦ ὅλου τούτου τὸ μόριον ἐν ἄλλῳ μορίῳ· οὕτω γὰρ δύναται μόνως αὐτό τι εἶναι ἐν ἑαυτῷ,2 ἐπειδὴ τὸ μέρος ἐν τῷ μέρει ὡς καὶ αὐτοκίνητον λέγεται τὸ ζῷον, ὅτι τὸ μέν τι μόριον αὐτοῦ κινεῖ τὸ δὲ κινεῖται, ἄλλως δὲ ἀμήχανον, ὡς ὅλον εἶναι ἐν ὅλῳ. ἀλλ’ οὐ λέγομεν φησί τις τὴν ψυχὴν ἐν σώματι εἶναι, ἀλλὰ τὸ ζῷον ἐν ἑαυτῷ. οὗτος δὲ ἔοικεν ἀγνοεῖν τὴν ἐξουσίαν τῆς συνηθείας, ὅτι πολλὰ καὶ ἀπὸ τῶν μερῶν ὀνομάζει. ὡς οὖν λέγει Σωκράτη ὑποδεδέσθαι, οὐχ ὅτι καὶ ὅλον ὑποδέδεται τὸ σῶμα, ἀλλ’ ὅτι τοὺς πόδας, οὕτω καὶ τὸ ζῷον ἐν ἑαυτῷ, ὅτι τὸ μέρος αὐτοῦ ἐν τῷ μέρει, ἐπεὶ καὶ τὸν ἀμφορέα τοῦ οἴνου (λέγω δὲ τὸ σκεῦος τὸ κεραμεοῦν μετὰ οἴνου) φήσαιμι ἂν εἶναι ἐν ἑαυτῷ, ὅτι ὁ οἶνός ἐστιν ἐν τῷ σκεύει, οὔτε δὲ τὸ σκεῦος χωρὶς ἐν τῷ σκεύει οὔτε ὁ οἶνός ἐστιν ἐν τῷ οἴνῳ. οὕτως οὖν μόνως αὐτό τι ἐν ἑαυτῷ, ὡς κατ’ ἄλλο· ὡς γὰρ κατὰ μέρος. πολλὰ δὲ οὕτως λέγεται ἔν τινι, ὡς κατ’ ἄλλο· λέγεται γὰρ τὸ λευκὸν ἐν τῷ ἀνθρώπῳ, ὅτι ἐν τῷ σώματι, καὶ ἐν σώματι ὅτι ἐν τῇ ἐπιφανείᾳ, ἐν ταύτῃ δὲ οὐκέτι κατ’ ἄλλο, ἀλλὰ πρώτως· οὐ μὴν ἐπειδὴ πρώτως ἐν ἐπιφανείᾳ τὸ λευκόν, ταὐτόν ἐστιν ἐπιφάνειά τε καὶ λευκόν. ὡς διὰ τοῦτο δύνασθαι αὐτό τι εἶναι ἐν ἑαυτῷ· ἄλλος γὰρ λόγος ἐπιφανείας, ἄλλος λευκοῦ καὶ ἄλλη φύσις ἐπιστήμης, ἄλλη ψυχῆς. καίτοι πρώτως ἐν ψυχῇ ἐπιστήμη· καὶ γὰρ ἐν ἀνθρώπῳ, διότι ἐν ψυχῇ. ἀλλ’ ὅμως εἰ καθ’ ἕκαστον ἐπισκοποίης, πάντα τὰ πρώτως ἔν τινι ὄντα ἕτερα ἐκείνων τὴν φύσιν εὑρήσεις, τούτου δὲ οὕτως ἔχοντος πῶς ἔσται τι πρώτως ἐν ἑαυτῷ;

3. 接下来我们要说明,“在某物之中”是以多少种方式被言说的;因为这对于我们的论述将是有益的。一种方式是如手指在手之中,普遍地说是部分在整体之中。另一种方式是如整体在诸部分之中,如面孔在眼、鼻、口之中。另一种方式是如种在属之中,如人在动物之中。另一种方式是如属在种之中,如动物在人之中;如果动物被称为在人之中,即较多的在较少的之中,请不要感到惊奇;因为如果你仔细审视,就会发现动物在人之中几乎就像部分一样;因为它被包容在人的定义之中。“在某物之中”也被说成如形式在质料之中,如底座在木头之中,健康在冷热之中。第六种方式是如希腊人的事务在国王之中,普遍地说是在第一推动者之中,正如荷马所说:“它躺在宙斯的膝上[即在宙斯之中]”。第七种方式是如在目的和善之中:“对我而言一切都在于幸福之中”。“在某物之中”还有其他的方式,但无论在已述的还是在略去的方式之中,最本原、最恰当的乃是按照如在容器之中以及如在处所之中而言说“在某物之中”的方式。在我们做出了这些界定之后,接下来必须探讨:是否有某物能够如在自身之中那样在某物之中,以及这种方式是归属于已述诸方式之一,抑或任何事物自身在自身之中是完全不可能的,而毋宁“凡物要么不在任何地方,要么在另一物之中”才是真的,正如我们说人在自身之中那样。因此应当认识到,我们如此说并不是本原直接地,而是依据另一事物,因为人的灵魂在人的身体之中,这个整体的一个部分在另一个部分之中;因为某物自身能够在自身之中仅此一种方式,即因为部分在部分之中,正如动物也被称为自运的,是因为它的一部分在推动而另一部分被推动,而在其他情况下,比如整体在整体之中,则是绝不可能的。然而有人说:“我们并不是说灵魂在身体之中,而是说动物在自身之中。”但这个人似乎不了解习俗用法的权能,即它也常常根据部分来命名许多事物。因此,正如人们说苏格拉底穿着鞋,并不是因为整个身体都穿着鞋,而是因为脚穿着鞋,同样,动物在自身之中也是因为它的一个部分在另一个部分之中,因为我也会说一双耳罐的葡萄酒(我指的是装有酒的陶制器皿)是在自身之中,这是因为酒在器皿之中,但器皿单独自个儿并不在器皿之中,酒也不在酒之中。因此,某物自身在自身之中仅此一种方式,即如依据另一事物;因为这犹如依据部分。许多事物都以此种方式被称为在某物之中,即如依据另一事物;因为白被称为在人之中,是因为在身体之中,在身体之中是因为在表面之中,但在表面之中则不再依据另一事物,而是本原直接地存在;然而,并不能因为白本原直接地在表面之中,表面与白就是同一的,以至于凭此某物便能够自身在自身之中;因为表面的定义是一回事,白的定义是另一回事,知识的本性是一回事,灵魂的本性是另一回事。然而知识本原直接地在灵魂之中;因为它在人之中也是因为在灵魂之中。但是尽管如此,如果你逐一加以考察,就会发现一切本原直接在某物之中的事物,在其本性上都不同于那些事物;既然情况如此,又怎么会有某物本原直接地在自身之中呢?

语法注2 条
  1. 4.3προὔργου γὰρ ἄν τι γένοιτο

    介词短语 πρὸ ἔργου 凝固为副词性成语 προὔργου,与 γίγνομαι 结合意为“有益”、“有用”。不定代词 τι 作主语,ἄν 加希求法表示潜在潜能。

  2. 4.3οὐ μὴν ἐπειδὴ πρώτως ἐν ἐπιφανείᾳ τὸ λευκόν, ταὐτόν ἐστιν ἐπιφάνειά τε καὶ λευκόν. ὡς διὰ τοῦτο δύνασθαι αὐτό τι εἶναι ἐν ἑαυτῷ·

    结果从句 ὡς 加不定词(ὡς διὰ τοῦτο δύνασθαι...)紧承否定主句 οὐ μὴν ... ταὐτόν ἐστιν(绝非因为……就是同一的)。该 ὡς 从句处于主句否定的统辖之下,表明不能得出“一事物因而能够自身在自身之中”这一推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:108.6-109.20