- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:107.1-108.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌指出,尽管形式与质料看似与处所的界限或延展有相似之处,但二者皆不可能为处所,并阐述了由此引发的诸种荒谬后果。
Ἀλλὰ μὴν ὅτι ἀδύνατον ὁποτερονοῦν εἶναι τὸν τούτων τόπον, οὐ χαλεπὸν ἰδεῖν· ταῦτα μὲν γὰρ ἀχώριστα τοῦ πράγματος, ὁ τόπος δὲ οὔ· ἐν ᾧ γὰρ ἦν ἀήρ, ἐν τούτῳ πάλιν γίνεται ὕδωρ ἀντιμεθισταμένων ἀλλήλοις τῶν σωμάτων ὡς ἔφαμεν· οὐδὲ γὰρ ὅλως τι τοῦ σώματος ὁ τόπος οὐ μέρος οὐ πάθος οὐχ ἕξις οὐ δύναμις· οὐδὲν γὰρ τούτων χωρίζεται, ὁ τόπος δὲ χωριστὸς ἑκάστου. καὶ γὰρ δοκεῖ τοιοῦτόν τι εἶναι ὁ τόπος οἷον τὸ ἀγγεῖον· ἔστι γὰρ τὸ ἀγγεῖον τόπος μεταφορητός, τὸ δὲ ἀγγεῖον οὐδὲν τοῦ πράγματός ἐστιν. ἆρ’ οὖν, εἴποι τις ἄν, οὐδὲ συμβεβηκός ἐστι τοῦ σώματος, εἴπερ καὶ χωριστός; ἢ οὐ τοῦ σώματος κατὰ συμβεβηκός, οὐ χωρίζεται, ἀλλὰ τοῦ περιεχομένου πέρας ἐστὶν καὶ ἐπιφάνεια;1 ὕλη δὲ οὐκ ἂν εἴη καὶ δι’ ἄλλον λόγον· ἡ μὲν γὰρ περιέχεται, ὁ δὲ περιέχει· καὶ ἔτι ὁ μὲν τόπος ἕτερος καὶ ἔξω τοῦ πράγματος, οὔτε δὲ ἡ ὕλη οὔτε τὸ εἶδος τοιαῦτα. Πλάτων δὲ εἰ σφόδρα βούλεται τὴν ὕλην ποιεῖν τόπον, ὅρα αὐτὸν καὶ τὰς ἰδέας ἐν τόπῳ λέγειν2 καὶ τοὺς εἰδητικοὺς ἀριθμούς· καὶ γὰρ τούτοις ὑποτίθησι τὴν ὕλην, ὥσπερ ἔφην, ἣν ποτὲ μὲν τὸ μέγα καὶ τὸ μικρόν, ποτὲ δὲ τὸ μεθεκτικὸν ὀνομάζει. χωρὶς δὲ τούτων, εἰ τὰ κινούμενα κατὰ φύσιν ἐπὶ τοὺς οἰκείους φέρεται τόπους, ἐπὶ δὲ τὴν ὕλην καὶ τὸ εἶδος οὐδὲν φέρεται (σὺν αὑτῷ γὰρ καὶ ἐν αὑτῷ τούτων ἑκάτερον), οὐδέτερον τούτων τόπος ἔσται; ἡδέως δ’ ἂν ἔγωγε μάθοιμι, πῶς ἂν ὅλως καὶ κινοῖτο τὰ σώματα ἔχοντά γε τὸν οἰκεῖον ἀεὶ σὺν ἑαυτοῖς τόπον, εἰ τούτων θάτερον τόπος· πῶς δὲ τὸ ἄνω καὶ κάτω διοίσει λοιπὸν ἐν τοῖς τόποις ἢ πῶς ἐπ’ αὐτὰ κίνησις ἔσται; τί γὰρ ἐν τῇ ὕλῃ τὸ ἄνω καὶ κάτω; τί δὲ ἐν τῷ εἴδει; περὶ ταῦτα δὲ ζητητέον τὸν τόπον, ἐφ’ ἃ τοῖς σώμασιν ἡ κίνησις ἡ κατὰ φύσιν. εἰ δὲ ἔσται τόπος ἢ ὕλη ἢ μορφή, συγκινεῖται δὲ ταῦτα τοῖς σώμασι καὶ συμπαραγίνεται οὗπερ τὸ πρᾶγμα, πρῶτον μὲν ἄτοπον κινεῖσθαι τοὺς τόπους, ἔπειτα πῶς οὐκ ἔσται ὁ τόπος ἐν τόπῳ; εἰ γὰρ τὸ σῶμα γίνεται ἐν τόπῳ, ὅταν ἔνθεν ἐκεῖσε μεταβαίνῃ, δῆλον ὅτι καὶ τὸ εἶδος ἐν τόπῳ· συμμεθίσταται γάρ. ὅταν τοίνυν εἰς ἄλληλα μεταβάλλῃ τὰ σώματα καὶ γένηται ἐξ ἀέρος ὕδωρ, εἰ μὲν τὸ εἶδος ἐρεῖς τὸν τόπον, φθείρεις τὸν τόπον (φθείρεται γὰρ τὸ εἶδος ἐν ταῖς μεταβολαῖς· τίς δὲ τόπου φθορά, χαλεπὸν ἀποδοῦναι)· εἰ δὲ τὴν ὕλην, διὰ τί ἐν ἄλλῳ τόπῳ γίνεται τὸ ὕδωρ καίτοι τῆς ὕλης οὐκ ἐκστὰν οὐδὲ χωρισθὲν ἐξ αὐτοῦ; αὕτη γάρ, φησι, μένουσα δέχεται διαφέροντα εἴδη. ταῦτα μὲν οὖν ἡμῖν προηπορήσθω.3
然而,这两者中的任何一个都不可能是处所,这是不难看出的;因为这些与事物是不可分离的,而处所则不然;因为正如我们所说,当物体相互换位时,曾有空气存在的地方,又会生成水;因为处所根本就不是属于物体的任何东西,既不是部分,也不是受动,不是状态,也不是潜能;因为这些无一能被分离,而处所对于每一事物而言都是可分离的。实际上,处所似乎是像容器一类的东西;因为容器是一个可移动的处所,而容器并不是事物的任何部分。那么,是否有人会说:“如果它确实是可分离的,它难道甚至不是物体的偶性吗?”抑或,[处所]并不是物体的偶性,也没有被分离,而是被包容者的边界和表面?但质料出于另一个理由也不可能是[处所];因为前者是被包容的,而后者是包容的;此外,处所是不同于事物且处于事物之外的,而质料和形式都不是这样的。如果柏拉图极力想把质料当作处所,瞧,他也就在说理念和形式数也是处于处所之中的;因为正如我所说,他也将质料设定为这些东西的基底,他有时称之为“大与小”,有时称之为“分有者”。除这些之外,如果依照本性运动的事物是被运向各自特有的处所,而没有任何东西被运向质料或形式(因为这两者各自都伴随着自身且在自身之中),那么这两者中不就没有一个会是处所吗?若是这两者中的任一者是处所,我倒是很乐意得知,物体在始终随身携带着特有处所的情况下究竟如何能够运动;而且今后在处所中上与下又将如何区别,或者向着它们[上与下]的运动将如何可能?因为在质料中上与下是什么?在形式中又是什么?然而处所正应当围绕着物体依照本性的运动所趋向的那些东西去寻求。但如果处所要么是质料要么是形态,而这些又与物体一同运动,且在事物所在之处一同出现,那么首先,处所会运动是荒谬的;其次,处所怎么会不在处所之中呢?因为如果物体从此处迁移到彼处时处于处所之中,显然形式也处于处所之中;因为它是同移的。因此,每当物体相互转化、由空气生成水时,如果你说形式是处所,你就是在消灭处所(因为形式在转化中被消灭;但说明处所的消灭究竟是什么则是困难的);如果你说是质料,那么既然水并未脱离质料也未从其中被分离出来,为什么它却生成在另一个处所之中呢?因为他说,这〔质料〕在保持不变的同时接纳不同的形式。因此,这些就算作我们预先提出的疑难吧。
- 4.2ἆρ’ οὖν, εἴποι τις ἄν, οὐδὲ συμβεβηκός ἐστι τοῦ σώματος, εἴπερ καὶ χωριστός; ἢ οὐ τοῦ σώματος κατὰ συμβεβηκός, οὐ χωρίζεται, ἀλλὰ τοῦ περιεχομένου πέρας ἐστὶν καὶ ἐπιφάνεια;
由假设的反驳与随后的应对构成的句式。前半部分以 ἆρ’ οὖν 引出诘问:既然处所是可分离的,它难道连物体的偶性都算不上吗?后半部分以 ἢ 引出另一种解释作为回应(处所既非物体的偶性,亦非实体性地抽离之物,而是被包容者的边界与表面),其中省略了主动词 ἐστί。
- 4.2ὅρα αὐτὸν καὶ τὰς ἰδέας ἐν τόπῳ λέγειν
祈使语气动词 ὅρα(“看,注意”)支配“宾格加不定词”结构(αὐτὸν ... λέγειν)。字面上意为“看他说……”,在此语境中用于揭示对手立论所导向的荒谬后果,即“看他甚至不得不说理念也在处所之中”。
- 4.2ταῦτα μὲν οὖν ἡμῖν προηπορήσθω
典型的收束句式,由第三人称完成时被动态祈使语气 προηπορήσθω 结合动作主体与格(或伦理与格)ἡμῖν 构成,意为“让这些疑难先作为已被我们探讨过的难题保留在此”。
